Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ

Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ

Πολλοῖς παραπτώμασι, καὶ ἡδοναῖς ταῖς τοῦ βίου, ἀσθενοῦσαν κέκτημαι, τὴν ἰσχὺν ὁ δείλαιος, καὶ κατάκειμαι, ἐπὶ κλίνης πάντοτε, ῥαθυμίας Δέσποτα, καὶ βοῶ σοι· Συμπαθέστατε, ἐλθὼν ἐπίσκεψαι, ῥῶσίν μοι παρέχων καὶ ἔλεος, καὶ μὴ ἐγκαταλίπῃς με, μήποτε ὑπνώσω εἰς θάνατον, καὶ ἐπιχαρῇ μοι, ἐχθρὸς τῇ ἀπωλείᾳ, ὁ ζητῶν, εἰς ᾍδου βάραθρα πάνδεινα, Σῶτερ κατασπάσαι με.

 

Τὸν ἄσπλαγχνον Πλούσιον, ἐν ἀφροσύνῃ ζηλώσας, ἡδέως εὐφραίνομαι, ἡδοναῖς καὶ πάθεσι βυθιζόμενος, καὶ ὁρῶν κείμενον, πρὸ πυλῶν πάντοτε, μετανοίας ὥσπερ Λάζαρον, τὸν νοῦν μου Κύριε, τοῦτον ἀναισθήτως παρέρχομαι λιμώττοντα νοσοῦντά τε, καὶ διηλκωμένον τοῖς πάθεσιν· ὅθεν τῆς γεέννης, ὑπόδικός εἰμι τῆς ἐν φλογί, ἐξ ἧς με λύτρωσαι Δέσποτα, μόνε πολυέλεε.

Ἕτερον Προσόμοιον Τοῦ Θεοδώρου

Ἦχος πλ. α' Κύριε ἐπὶ Μωϋσέως ΤΟ ΑΚΟΥΤΕ

Κύριε, πέραν Ἰορδάνου σαρκὶ διατρίβων, προαγορεύεις Λαζάρου τὴν νόσον, πρὸς θάνατον μὴ εἶναι, ἀλλ' ὑπὲρ σοῦ τοῦ Θεοῦ ἡμῶν τῆς δόξης γεγενῆσθαι. Δόξα τῇ μεγαλουργίᾳ σου, καὶ παντοκρατορίᾳ σου, ὅτι καθεῖλες τὸν θάνατον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα... Καὶ νῦν... Θεοτοκίον

 

Προκείμενόν Ἦχος δ' Ψαλμὸς ρς'

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. ΚΖ', 1-41)

Ἐγένετο μετὰ τὸ γηράσαι τὸν Ἰσαάκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου, νῦν οὖν λάβε τὸ σκεῦος σου, τήν τε φαρέτραν, καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀποθανεῖν με. Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον, θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακώβ, τὸν υἱὸν αὐτῆς τὸν νεώτερον. Ἴδε, ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος· Ἔνεγκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με· νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς· καὶ ποιήσω ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος, μήποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπ' ἐμαυτόν, κατάραν, καὶ οὐκ εὐλογίαν. Εἶπε δὲ αὐτῷ ἡ μήτηρ· Ἐπ' ἐμὲ ἡ κατάρα σου τέκνον, μόνον ἐπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Πορευθεὶς δέ, ἔλαβε, καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ, καὶ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ἐποίησεν ἡ ὁ πατήρ αὐτοῦ. Καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, τὴν καλήν, ἣ ἦν παρ' αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα, καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπε· Πάτερ· ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, τίς εἶ σύ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, πεποίηκα καθὰ ἐλάλησάς μοι, ἀναστάς, κάθισον, καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῶ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὁ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· Ἐγγισόν μοι, καὶ ψηλαφήσω σε τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ! Ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτόν, καὶ εἶπεν· Ἡ μὲν φωνή, φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ. Καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ, ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι. Καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπε· Σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· Ἐγώ. Καὶ εἶπε· Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. Καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε, καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· Ἐγγισόν μοι καὶ φίλησόν με τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου, ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο, ὡς ἂν ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας, καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν. Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ. τίς εἶ σὺ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς ἐστιν ὁ θηρεύσας μοι θήραν, καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε, καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται. Ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν· Εὐλόγησον δὴ κᾀμέ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφὸς σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Καὶ εἶπε· Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἑπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ. Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· Εἰ κύριον αὐτὸν πεποίηκά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ. Μὴ εὐλογία μία σοι ἐστι, πάτερ; εὐλόγησον δὴ κᾀμέ, πάτερ. Κατανυχθέντος δὲ Ἰσαάκ, ἀνεβόησε φωνῇ μεγάλῃ Ἡσαῦ, καὶ ἔκλαυσεν· Ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, εἶπεν αὐτῷ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις, ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ.

 

Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς ρζ'

Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός.

Στίχ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΘ', 16-25)

'Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν, ἀπολεῖται, ὁ ἐλεῶν πτωχόν, δανείζει Θεῷ, κατὰ δὲ τὸ δόμα αὐτοῦ, ἀνταποδώσει αὐτῷ. Παίδευε υἱόν σου· οὕτω γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται, ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. Ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου. Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρεῖσσον δὲ πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύστης. Φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖ γνῶσις, ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. Λοιμοῦ μαστιγωμένου, ἄφρων πανουργότερος ἔσται, ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.

 

Εἰς τὰ Ἀπόστιχα

Ἰδιόμελον Ἦχος δ'

Τῆς ψυχοβλαβοῦς πλεονεξίας, ἐλευθέρωσον Σωτήρ, καὶ μετὰ Λαζάρου τοῦ πένητος, ἐν τοῖς κόλποις Ἀβραὰμ ἀρίθμησον ἡμᾶς· σὺ γὰρ ἐν ἐλέει πλούσιος ὤν, ἑκουσίως δι' ἡμᾶς ἑπτώχευσας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μετεπανήγαγες, ὡς συμπαθὴς Θεὸς καὶ φιλάνθρωπος. (Δίς)

Μαρτυρικὸν

Ὁ τῶν ἁγίων Μαρτύρων δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνῳδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις, τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντοτε κράζωμέν σοι· Χαῖρε ἡ προστασία τῶν ψυχῶν ἡμῶν.

 

Τῌ ΤΡΙΤῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν β' Στιχολογίαν 

Καθίσματα Ἦχος πλ. β'

Ἀγγελικαὶ δυνάμεις ΤΟ ΑΚΟΥΤΕ

Ἁμαρτιῶν τῇ νόσῳ κατατηκόμενος, τῆς ἀπογνώσεως κλίνῃ κατάκειμαι· διό με Ἰατρὲ τῶν ἀσθενούντων, ἐπίσκεψαι σῇ φιλανθρωπίᾳ, καὶ μὴ παραχωρήσῃς, ἐναφυπνῶσαι δεινῶς, εἰς θάνατον πανοικτίρμον, ἵνα βοῶ σοι θερμῶς, ὁ τοῦ ἐλέους χορηγός, Κύριε δόξα σοι.

Θεοτοκίον ΤΟ ΑΚΟΥΤΕ

Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ, ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ

ῥῆμά σου.

 

Μετὰ τὴν γ' Στιχολογίαν 

Καθίσματα Ἦχος πλ. α'

Λάμπει σήμερον ΤΟ ΑΚΟΥΤΕ

Χθὲς καὶ σήμερον, ἡ νόσος ἡ τοῦ Λαζάρου· ταύτην γὰρ Χριστῷ δηλοῦσιν αἱ σύγγονοι, ἐν χαρᾷ ἡ Βηθανία προευτρεπίζου, τὸν Δεσπότην ξεναγωγῆσαι καὶ Βασιλέα, σὺν ἡμῖν βοῆσαι, Κύριε δόξα σοι.

Θεοτοκίον

Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά σοι ἐκτενῶς· Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε Ἀειπάρθενε.

 

Τριῴδιον Ποίημα Ἰωσὴφ

ᾨδὴ β' Ἦχος πλ. β' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἐπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.

 

Θέλων ἑπτώχευσας, ὁ φύσει πλούσιος Χριστέ, ἐπείνασας θελήσει, ὁ ἐμπιπλῶν πᾶν ζῶον· διό με κόρεσον πεινῶντά σου τὴν χάριν, καὶ δεῖξον τῆς ἐκεῖ, τραπέζης Λόγε κοινωνόν.

 

Λάζαρον πτωχόν με, ἁμαρτιῶν δεῖξον Χριστέ, καὶ σκόρπισον τὸν πλοῦτον, ὅν περ κακῶς συνῆξα, καὶ τὴν τελείαν σου ἀγάπησιν οἰκτίρμον, ἐμπλήσας τῆς ἐκεῖ, ῥῦσαι κολάσεως φρικτῆς.

 

Παῖδας στομώσασα, δυνατωτέρους τοῦ πυρός, εἰργάσατο νηστεία, ποτὲ ἐν Βαβυλῶνι, αὐτοὺς ζηλοῦσα ὦ ψυχή μου, μὴ ἀθύμει, καὶ πῦρ τῶν ἡδονῶν, πνεύματος σβέσεις δροσισμῷ.

Θεοτοκίον

Χαῖρέ σοι βοῶμεν, τῇ κυησάσῃ τὴν χαράν, ἡ Κεχαριτωμένη, Θεοτόκε Παρθένε, Θεὸν ὃν ἔτεκες, δυσώπει λυτρωθῆναι, κινδύνων καὶ φθορᾶς, τοὺς ἀνυμνοῦντάς σε ἀεί.

Ἕτερον Ποίημα Θεοδώρου

Εἱρμὸς ἄλλος

Ἦχος πλ. α' Ἴδετε ἴδετε ΤΟ ΑΚΟΥΤΕ

Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ πέραν, Ἰορδάνου διατρίβων ἐπακούσας, ὅτι Λάζαρος νοσεῖ, καὶ φήσας ὅτι οὐ θνῄσκει, ἀλλ' ἔστι τοῦτο ὑπὲρ τῆς δόξης μου.

 

Θρήνοις βαλλόμεναι, αἱ τοῦ Λαζάρου ἀδελφαί, τὸ πάθος, σοὶ τῷ Γνώστῃ τῶν ἁπάντων φανεροῦσιν, ἀλλὰ μένεις πρὸς μικρόν, ἵνα ἐπανάγῃς τὸ θαῦμα, καὶ ὑποδείξῃς τοῖς Μαθηταῖς σου φρικτά.

Δόξα...

Ὁμοβασίλειε, ἡ τρισυπόστατος Μονάς, κυρία, βασιλεία τῶν αἰώνων, σὲ δοξάζει τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πληθὺς Ἀγγέλων, καὶ πᾶσα φύσις βροτῶν.

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ θαυμάσει, βλέπων ἐν σοὶ τὸν Πλαστουργόν, Παρθένε ἀναπλάσαντα Ἀδὰμ τὸν πεπτωκότα καὶ ἀφράστῳ ἑνώσει, ἐκ σοῦ σαρκὶ τεχθέντα, ἀναλλοιώτως εἰς σωτηρίαν ἡμῶν;

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νῦν εὐτρεπίσθητι, ὦ Βηθανία ἐν χαρᾷ ποιοῦσα, τὴν δοχὴν τοῦ Βασιλέως τῶν ἁπάντων, ὅτι ἥξει ἐπὶ σέ, ἵνα τὸν Λάζαρον δείξῃ, παλινδρομοῦντα ἐκ τῆς φθορᾶς πρός ζωήν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ σάρκα ἐνδυσάμενος, βουλήσει ἑκουσίᾳ, ἵνα σώσω τὸν Ἀδάμ, τὸν ἐκ πλάνης πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως».

 

ᾨδὴ η'

Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ

Ἐννοῶν μου τὰ πλήθη τῶν παραπτώσεων, καὶ πληττόμενος κέντρῳ τῆς συνειδήσεως, ὥσπερ ἐν φλογί, ὀδυνῶμαι ὁ ἄθλιος. Οἴκτειρόν με Λόγε, Θεοῦ τῷ σῷ ἐλέει.

 

Παραβλέψας Λαζάρου τὰ κατορθώματα, τοῦ ἀσπλάγχνου Πλουσίου τρόπους ἐζήλωσα, εὔσπλαγχνε Θεέ, ἐπιστρέψας με οἴκτειρον, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

Ψυχικῇ ἀσθενείᾳ περικρατούμενος, καὶ τεθνήξεσθαι μέλλων δι' ἀπογνώσεως, τῆς σῆς Ἰησοῦ, ἐπισκέψεως δέομαι, τῆς ζωοποιούσης, τοὺς σὲ προσκαλουμένους.

Θεοτοκίον

Παναγία Παρθένε σύ με διάσωσον, τῆς ἐμῆς ἀσθενείας γενοῦ βοήθεια, ἡ τὸν θελητὴν τοῦ ἐλέους κυήσασα ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος

Οἱ ὅσιοί σου Παῖδες ΤΟ ΑΚΟΥΤΕ

Ἀγάλλου Βηθανία, ἡ τοῦ Λαζάρου πατρίς· ἐπὶ σοὶ γὰρ Χριστὸς ἐπιστάς, μεγαλεῖον τελέσει, ζωώσας τὸν Λάζαρον.

 

Λάζαρος νοσηλεύεται, ἵνα σὺ δοξασθῇς, ὁ Υἱὸς τοῦ Θεοῦ ἐν αὐτῷ, καὶ ὑμνεῖ σε ἀπαύστως, τὰ ἔργα τὸν Κύριον.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Τριάδα παναγίαν, τὴν ἐν Πατρί, καὶ Υἱῷ, καὶ Πνεύματι, ὑμνοῦντες ψάλλομεν· Εὐλογεῖτε, τὰ ἔργα τὸν Κύριον.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἄρρητόν σου τόκον, πάντες ὑμνοῦμεν Ἁγνή, καὶ σέβοντες αὐτὸν ὡς Θεόν, εὐλογοῦμεν ὑμνοῦμεν, ἀπαύστως τὸν Κύριον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῶν ἀρετῶν τοὺς κλάδους, πρὸς ὑπαντὴν τοῦ Χριστοῦ, εὐτρεπίζοντες νῦν κράζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Οἱ ὅσιοί σου Παῖδες, ἐν τῇ καμίνῳ Χριστέ, ἀνυμνοῦντες ἔψαλλον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

 

ᾨδὴ θ'

Θεὸν ἀνθρώποις ΤΟ ΑΚΟΥΤΕ

Τὸ πρὶν τὸν ἄνθρωπον τὸν Πρωτόπλαστον, γεῦσις πικρὰ δεινῶς τοῦ Παραδείσου ἐξώρισε, καὶ θανάτου τοῖς βρόχοις ὑπέζευξε. Νήστευσον ὦ ψυχή μου, φεῦγε τὴν μίμησιν, φεῦγε τῆς τροφῆς τὴν ἡδονήν, τὴν πολυώδυνον.

 

Εἰς νοῦν λαμβάνω σοῦ τὸ κριτήριον, τὸ τῆς φλογὸς τὸ ἄσβεστον, Κριτὰ δικαιότατε, ἐμαυτὸν κατακρίνω πρὸ κρίσεως· δέδοικα γὰρ καὶ τρέμω, ἄμετρα πταίσας σοι, ἄλλος ὡς οὐδεὶς ἐπὶ τῆς γῆς· διό με οἴκτειρον.

 

Παθῶν ἐκπλύνωμεν ἀμαυρότητα, φωτιστικαῖς εὐχαῖς, καὶ ἀρετῶν κλάδους φέροντες, ὑπαντῆσαι Χριστῷ ἐπισπεύσωμεν, πώλῳ προσδοκωμένῳ, νῦν ἐπιβήσεσθαι, ἑτοιμαζομένῳ τε παθεῖν, διὰ τὸ σῶσαι ἡμᾶς.

Θεοτοκίον

Ἐκ σοῦ Παρθένε θεοχαρίτωτε, τοῖς ἐκ νυκτὶ παθῶν κεκρατημένοις ἀνέτειλε, τοῦ φωτὸς καὶ εἰρήνης Χριστὸς χορηγός, τὴν ἐξ ἀπροσεξίας, λύων παράβασιν, καὶ τήν ἀπολύτρωσιν ἡμῖν, σαφῶς δωρούμενος.

Ἄλλος

Ἡσαΐα χόρευε ΤΟ ΑΚΟΥΤΕ

Νῦν τὰ νεκροτάφια, ἑτοιμάζου, Λάζαρε σοφέ· ἐκλείπεις γὰρ τῆς ζωῆς, αὔριον θανών, τὸν τάφον ἐπίβλεψον, ὃν οἰκήσεις, ἀλλά σε Χριστός, πάλιν ζωώσεται, ἀναστήσας τετραήμερον.

 

Βηθανία χόρευε· ἐπὶ σὲ γάρ, ἥξει ὁ Χριστός, θαῦμά σοι ἐκτελῶν, μέγα καὶ φρικτόν, δεσμεύσας τὸν θάνατον, ἀναστήσει, πάντως ὡς Θεός, Λάζαρον θνήξαντα, καὶ τὸν Κτίστην μεγαλύνοντα.

Δόξα...

Ὁμοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονὰς Πατὴρ ὁ ἀγέννητος καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν...

Ὑπὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεός ἐστιν ὁ τεχθεὶς ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Δεῦτε ἑτοιμάσωμεν, τῷ Κυρίῳ, τὰ πρὸς ὑπαντήν, βαΐα ἀρετῶν, φέροντες αὐτῷ· οὕτω γὰρ δεξόμεθα, ὡς εἰς πόλιν Ἱερουσαλὴμ ἐν τῇ ψυχῇ ἡμῶν, προσκυνοῦντες καὶ ὑμνοῦντες αὐτόν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἡσαΐα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱόν, τὸν Ἐμμανουὴλ Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν».

 

Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον Ἦχος πλ. α'

Ὀλισθηρῶς τοῖς παραπτώμασι, καὶ ταῖς σειραῖς τῶν ἁμαρτημάτων, συνδεδεμένη ὦ ψυχή, τί ῥαθυμεῖς; τί ἀμελεῖς; φεῦγε ἀεὶ Σοδόμων καὶ Γομόρρας ὡς ὁ Λώτ, ἀσελγείας τὸν ἐμπρησμόν, μὴ στραφῇς εἰς τὰ ὀπίσω, καὶ γένῃ καθάπερ στήλη ἁλός, εἰς ὄρος ἀνασῴζου τῶν ἀρετῶν, φεῦγε ἀεὶ τοῦ ἀπηνοῦς Πλουσίου, ἀσπλαγχνίας τὴν φλεγμονήν, εἰς τοὺς κόλπους πρόβαινε τοῦ Ἀβραάμ, ὡς ὁ Λάζαρος, διὰ ταπεινοφροσύνης κράζουσα· Ἡ ἐλπίς μου καὶ καταφυγή, Κύριε δόξα σοι. (Δίς)

Μαρτυρικὸν

Οἱ Ἀθλοφόροι σου Κύριε, τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τήν ἀπόλαυσιν, ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα, εὐλογημένη, πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

 

Τροπάριον τῆς Προφητείας

Ἦχος πλ. α'

Ἀκαταμάχητον τεῖχος ἔδωκας τῇ πόλει ἡμῶν, τὴν τεκοῦσάν σε Παρθένον, δι' αὐτῆς Σῶτερ, ἀπὸ τῶν κύκλῳ συνεπιτιθεμένων κακῶν, ἐξελοῦ δεόμεθα τὰς ψυχὰς ἡμῶν.

 

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς ρη'

Βοήθησόν μοι, Κύριε ὁ Θεός μου.

Στίχ. Ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΜΘ', 6-10)

Τάδε λέγει Κύριος· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Οὕτω λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραήλ. Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τὸν δοῦλον τῶν ἀρχόντων, Βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου, ὅτι πιστός ἐστιν ὁ Ἅγιος τοῦ Ἰσραήλ, ὃς ἐξελέξατό σε. Οὕτω λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κατακληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ μονὴ αὐτῶν, οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς.

 

Προκείμενον Ἦχος δ' Ψαλμὸς ρθ'

Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίω μου· Κάθου ἐκ δεξιῶν μου.