Τῌ ΚΓ' ΤΟΥ
ΑΥΤΟΥ ΜΗΝΟΣ
Ἡ Σύλληψις τοῦ τιμίου
ἐνδόξου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου.
ΕΙΣ ΤΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε
ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια γ' δευτεροῦντες αὐτά.
Ἦχος
δ'
Ὁ
ἐξ ὑψίστου κληθεὶς
ΤΟ
ΑΚΟΥΤΕ
Ἱερατεύων
ὁ θεῖος Ζαχαρίας, καὶ ἔνδον γενόμενος, τοῦ
θειοτάτου ναοῦ, καὶ τοῦ λαοῦ τὰ αἰτήματα,
προσαναφέρων, τῷ εὐεργέτῃ καὶ πανοικτίρμονι, θειότατον
Ἄγγελον, εἶδε βοῶντα αὐτῷ. Ἡ προσευχὴ
καὶ ἡ δέησις, σοῦ εἱσηκούσθη, θάρσει πρεσβῦτα,
καὶ μὴ ἀπίστει μοι· ἕξεις γὰρ παῖδα
θεῖον Πρόδρομον, γεννητοῖς γυναικῶν ὑπερέχοντα,
Ἡλίου ἐν δυνάμει, τοῦ Χριστοῦ προπορευσόμενον.
Ξένος
μοι φαίνῃ τῇ θέᾳ καὶ τῷ τρόπῳ, ξένος
καὶ τοῖς ῥήμασι, καὶ τοῖς μηνύμασιν, ὁ
Ζαχαρίας ἀντέφησεν· ἐγὼ γὰρ ἦλθον, τὴν
σωτηρίαν λαοῦ αἰτήσασθαι, οὐχὶ δὲ κομίσασθαι,
παῖδα ὡς προσφωνεῖς, ἀπ' ἐναντίας εὑρίσκω
σε, τῶν αἰτημάτων, καὶ ὑποπτεύω μὴ
ἀληθεύειν σε· πῶς γὰρ ὃ λέγεις πιστωθήσεται;
Ἐλισάβετ τὰ μέλη νενέκρωται, καὶ ἐμοῦ δὲ
τὸ γῆρας, δυσπιστίαν νῦν τεκμαίρεται.
Τὶ
ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία, ψευδῆ
εὐαγγέλια, λέγων κομίζειν με; Θεοῦ Ἀρχάγγελος πέφυκα, ἃ
προσετάχθην, ταῦτα σοι λέγω σὺν σοὶ ἱστάμενος,
ἐπεὶ δὲ ἠπίστησας, καὶ οὐκ
ἐπίστευσας, ἔσῃ κωφεύων καὶ ἄλαλος, ἕως
ἂν ἴδῃς, ἐμῶν ῥημάτων τὴν θείαν
ἔκβασιν. Ἐπὰν δὲ τέκῃ Ἐλισάβετ σοι,
τὴν τοῦ Λόγου φωνὴν μέγαν Πρόδρομον, τρανουμένης τῆς
γλώττης, εὐλογήσεις τὸν Θεὸν Ἰσραήλ.
Δόξα...
Ἦχος πλ. β'
Βυζαντίου
Ἐκ
στειρευούσης σήμερον νηδύος, καρπὸς προσευχῆς ἀνεβλάστησεν,
Ἰωάννης ὁ Πρόδρομος. Ἀγάλλου ἡ ἔρημος, καὶ
χόρευε ἡ ἀνθρωπότης, ὁ τῆς μετανοίας κήρυξ,
ἰδοὺ ἄρχεται, ἐν κοιλίᾳ μητρικῇ
σαρκοῦσθαι. Δεῦτε ἀγαλλόμενοι ἐν τῇ
ἐνδόξῳ αὐτοῦ συλλήψει, οἱ φιλέορτοι χορεύσωμεν
βοῶντες· ὁ ἐν γεννητοῖς γυναικῶν μείζων
ὑπάρχων, μὴ διαλίπῃς πρεσβύειν, ὑπὲρ τῶν
πίστει τιμώντων, τὴν θείαν σου σύλληψιν, ὅπως εὕρωμεν
ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον ὁ
αὐτὸς
Τὶς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου
τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ
Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ
αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων,
καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ
εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων
ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ
παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. β'
Ὅλην
ἀποθέμενοι
ΤΟ
ΑΚΟΥΤΕ
Μολοῦντι
εἰς Ἅγια, τὰ τῶν Ἁγίων ἁγίως, ἱερεῖ
Προφήτῃ τε, καὶ ἁγίῳ ἅγιος, καθὼς γέγραπται,
ἐπιστὰς Ἄγγελος, προσεφώνει λέγων. Εἱσηκούσθη σοῦ
ἡ δέησις, καὶ διαλύεται, νῦν τῆς Ἐλισάβετ ἡ
στείρωσις, καὶ τέξεται πρεσβῦτά σοι, υἱὸν Ἰωάννην
καὶ Πρόδρομον, λύχνον τοῦ Ἡλίου, προφήτην τοῦ Ὑψίστου
καὶ φωνήν, τοῦ ἐκ Παρθένου θεόπαιδος, Λόγου ἀνατείλαντος.
Στίχ.
Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ.
Λέγε
μοι τρανότατα, κατὰ τὶ γνώσομαι τοῦτο; Αὖθις πρὸς
τὸν Ἄγγελον, ὁ μακαριώτατος πρέσβυς ἔφησεν·
ὡς ὁρᾷς πλήρης γάρ, ἡμερῶν ὑπάρχω,
Ἐλισάβετ στεῖρα πέφυκε. Πῶς οὖν μοι ῥήματα,
φθέγγῃ ὑπὲρ φύσιν, ἐξίσταμαι, οὐδόλως
ἀληθεύοντα, νῦν ὑπονοῶ σε ὦ ἄνθρωπε.
Ἄπιθι, ἐγὼ γάρ, λαοῦ τὴν σωτηρίαν
ἐξαιτῶ, οὐχὶ δὲ παῖδα κομίσασθαι,
πρᾶγμα δυσπαράδεκτον.
Στίχ.
Λατρεύειν αὐτῷ ἐν ὁσιότητι, καὶ δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ πάσας τάς ἡμέρας ἡμῶν.
Θεοῦ
Παντοκράτορος, ἐγὼ Ἀρχάγγελος πέλω, Γαβριήλ μοι ὄνομα,
τῷ πρεσβύτῃ ἔφησεν ὁ Ἀσώματος, τὸ
παρὸν κώφευσον, καὶ σιγὴν ἄσκησον,
ἀπιστήσας ἐμοῖς ῥήμασιν. Ἐπὰν δὲ
τέκῃ σοι, σάλπιγγα τοῦ Λόγου ἡ σύζυγος, τοῦ
Πνεύματος τρανοῦντός σοι, γλῶτταν ἐκβοήσεις τρανότατα·
Προφήτης Ὑψίστου, κληθήσῃ ὦ παιδίον τάς αὐτοῦ,
προετοίμασαι ἐν χάριτι, τρίβους ὡς ηὐδόκησεν.
Δόξα...
Ἦχος πλ. β'
Ἄγγελος,
ἐκ στειρωτικῶν ὠδίνων προῆλθες Βαπτιστά, ἐξ
αὐτῶν τῶν σπαργάνων, τὴν ἔρημον οἰκήσας,
σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν
γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ
αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν
Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας
Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν
υἱότητα, καὶ τὸ Πνεῦμα εἶδες, περιστερᾶς ἐν
εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν
βαπτιζόμενον· Ἀλλ' ὦ πάντων τῶν Προφητῶν
ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ
ἡμῶν, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.
Καὶ
νῦν... Θεοτοκίον
Θεοτόκε,
σῦ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ
βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ
ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ καὶ τοῦ
Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τάς
ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ
προκατάλαβε
ΤΟ
ΑΚΟΥΤΕ
Ἡ
πρώην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι·
ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν
τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν
νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παρρησίᾳ, Προφήτης
τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.
Ἦχος
δ’ Θεοτοκίον
Τὸ
ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις
ἄγνωστον Μυστύριον, διὰ σοῦ Θεοτόκε τοῖς
ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ
ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως
ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ
ἀναστήσας τὸν Πρωτοπλαστον, ἔσωσεν ἐκ θανάτου τάς
ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. α'
Τὸν
συνάναρχον Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Ἐλισάβετ
στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν Παρθένος
ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριήλ, γαστρὶ συνέλαβεν,
ἀλλ' ἐν νηδύϊ προσκιρτᾷ τὸν ἐν γαστρὶ
παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ
Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον ὅμοιον
Χαῖρε
ἅγιον ὅρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε
καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν
κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον
ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα,
τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ
τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Ταχὺ
προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Τρύγων
ἡ φιλέρημος, ὁ ἱερὸς Βαπτιστής, κηρύξας μετάνοιαν,
καὶ φανερώσας Χριστόν, γενόμενον ἄνθρωπον, πάντων
ἁμαρτανόντων, ἐγεννήθη προστάτης, πᾶσι χειμαζομένοις,
βοηθῶν ἀενάως· αὐτοῦ ταῖς ἱκεσίαις
Χριστέ, σῶσον τὸν κόσμον σου.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον ὅμοιον
Ἡ
μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα,
τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε,
ῥῦσαὶ με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσον
με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν
ἐκδυσωποῦσα ἐκτενῶς, ὂν ἐσωμάτωσας.
Οἱ Κανόνες, τῆς
Ὀκτωήχου εἷς, καὶ τοῦ Ἁγίου. Ποίημα Ἰωάννου
τοῦ Δαμασκηνοῦ.
Μετὰ δὲ
τὸν Κανόνα, εἰ βούλει, εἰπὲ καὶ Καταβασίας.
Ἀνοίξω
τὸ στόμα μου
ᾨδὴ
α' Ἦχος πλ. β'
Ὡς
ἐν ἠπείρῳ
ΤΟ ΑΚΟΥΤΕ
Τῆς
στειρευούσης ψυχῆς μου τοὺς λογισμούς, τοὺς ἀκάρπους
ἔκτιλον, στειρευούσης ὁ βλαστός, εὐφημεῖν
ὁρμήσαντος τὴν σήν, ἐν νηδύϊ μητρικῇ, ἁγίαν
Σύλληψιν.
Ὁ
Ἱερὸς Ζαχαρίας ἐν τῷ ναῷ, εἰσελθὼν
τεθέαται, θεῖον Ἄγγελον αὐτῷ, ἐμφανῶς
μηνύοντα, Υἱόν, μετὰ γῆρας Ἱερεῦ, ἕξεις
τὸν Πρόδρομον.
Λύχνος
Ἡλίου τῆς δόξης ὁ φωταυγής, ἐν νηδύϊ ἄρχεται,
ἀναλάμπειν μητρικῇ, δι' οὗ σκότος λέλυται παθῶν,
καὶ στειρώσεως δεσμά, ὁ μέγας Πρόδρομος.
Θεοτοκίον
Τὸν
ἐν γαστρί σου Δεσπότην ἐν μητρικῇ, Θεοτόκε πάναγνε,
βασταζόμενον γαστρί, κατιδὼν ἐσκίρτησε σαφῶς,
Ἰωάννης ὡς αὐτοῦ, ὑπάρχων Πρόδρομος.
ᾨδὴ
γ'
Οὐκ
ἔστιν Ἅγιος
ΤΟ ΑΚΟΥΤΕ
Ἡ
στεῖρα σήμερον καρπόν, ἱερὸν συλλαμβάνει, τὸν μετέπειτα
πᾶσαν, ἀκαρπίαν τῶν ψυχῶν, ἀξίνῃ τῇ
νοητῇ, ἀποτέμνειν, μέλλοντα ἐν χάριτι.
Κωφεύσας
ἔνδον τοῦ ναοῦ, Ζαχαρίας ὁ μέγας, τὴν φωνὴν
τὴν τοῦ Λόγου, ἀγγελίᾳ φοβερᾷ, κομίζεται
καὶ λαμπρῶς, μεγαλύνει, Κύριον τὸν εὔσπλαγχνον.
Ὁ
δείξας τρίβον ἀσφαλῆ, τοῖς πιστοῖς μετανοίας,
προτροπῇ τοῦ Ἀγγέλου, ἐν νηδύϊ μητρικῇ, βλαστάνει
θείᾳ βουλῇ, παρ' ἐλπίδα, ὁ Ἔνδοξος Πρόδρομος.
Θεοτοκίον
Γαστρὶ
φερόμενον Χριστόν, τῆς Παρθένου ὡς ἔγνω, ὁ ἐκ
στείρας ἐσκίρτα, προμηνύων τὴν χαράν, ἐπιδημοῦσαν
ἐν γῇ, κατηφείας, πάντας ἐκλυτρώσασθαι.
Ὁ
Εἱρμὸς
«Οὐκ
ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ
ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου, Ἀγαθέ, καὶ
στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς
ὁμολογίας σου».
Κάθισμα Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ
ΤΟ ΑΚΟΥΤΕ
Θυμιῶντι
ἐν ναῷ, τῷ Ζαχαρίᾳ Ἱερεῖ, Γαβριὴλ
ἐξ οὐρανοῦ, ἐπέστη λέγων πρὸς αὐτον·
Ὅτι ἐν γήρᾳ σου ἕξεις καρπὸν
εὐκλεῆ. Καὶ στείρωσις ἡ πρίν, τῆς Ἐλισάβετ
νυνί, λυθήσεται εὐθύς, καὶ ἀκαρπία γονῆς, καὶ
συλλαβοῦσα τέξεται τὸν κήρυκα, τοῦ Ἰησοῦ τε
καὶ Πρόδρομον. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ
κόσμου, σῶσον τάς ψυχὰς ἡμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη,
Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ
ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον
ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον
ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν
τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ
φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει,
καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
ᾨδὴ
δ'
Χριστός μου
δύναμις
ΤΟ ΑΚΟΥΤΕ
Φωνὴ
Ἀγγέλου σε, τὸν ὄντως ἄγγελον, τῆς Χριστοῦ
παρουσίας τῷ ἱερεῖ, ἱερῶς προήγγειλε,
στειρωτικῆς ἀπὸ γαστρός, ἐκβλαστάνειν μάκαρ Πρόδρομε.
Ἡ
πρώην ἄγονος, καὶ ἡ οὐ τίκτουσα, νῦν
εὐφράνθητι στεῖρα ὅτι Χριστοῦ, Βαπτιστὴν
καὶ Πρόδρομον, καρπογονεῖς πανευκλεῶς, Ἐλισάβετ
ἀξιάγαστε.
Ἀξίνῃ
Πρόδρομε, τῆς σῆς δεήσεως, τῶν παθῶν μου ἀκάνθας
καὶ λογισμῶν, ἔκτιλον προσκόμματα, καὶ καρποφόρον μου
τὸν νοῦν, ἀρεταῖς παμμάκαρ ποίησον.
Θεοτοκίον
Νηδὺς
σε ἔφερε, τὸν πάντα φέροντα, τῆς Παρθένου ἡνίκα ὁ
Βαπτιστής, ἐν γαστρὶ φερόμενος, σὲ προσεκύνησε Χριστέ,
καὶ σκιρτῶν ἠγαλλιάσατο.
ᾨδή
ε'
Τῷ
θείῳ φέγγει σου
ΤΟ ΑΚΟΥΤΕ
Μολοῦντι
ἔνδον τοῦ Ἱεροῦ, καὶ τάς νομικὰς τῷ
Ποιητῇ, λατρείας προσαναφέροντι, ὤφθη τῷ Προφήτῃ
Ἅγιος Ἄγγελος, μηνύων τοῦ Προδρόμου, τὴν θείαν
σύλληψιν.
Πῶς
ἔσται τοῦτό μοι τηλαυγῶς; πέλω γὰρ πρεσβύτης ὡς
ὁρᾷς, καὶ στεῖραν σύζυγον κέκτημαι, ἔφη Ζαχαρίας
πρὸς τὸν Ἀρχάγγελον, φύσεως ἐναντία, λέγεις μοι
ῥήματα.
Πρὸς
Σάρραν βλέψον τοῦ Ἀβραάμ, ἰδὲ πῶς ἐκείνη
Ἰσαάκ, ἐν γήρᾳ τέτοκεν ἄνθρωπε, καὶ
τοῖς λεγομένοις δικαίως πίστευε, πρεσβύτῃ προσεφώνει, ὁ
μέγας Ἄγγελος.
Θεοτοκίον
Εὐλογημένη
ἐν γυναιξί, σῦ Θεοχαρίτωτε σαφῶς, ἡ
Ἐλισάβετ ἐβόα σοι, ὅτι κυοφόρον ἀνάνδρως
ἔγνων σε, τὴν μόνην μετὰ τόκον, ἄφθορον μείνασαν.
ᾨδὴ
ς'
Τοῦ
βίου τὴν θάλασσαν
ΤΟ ΑΚΟΥΤΕ
Ἀμφίβολον
κέκτημαι, τὴν διάνοιαν ἐγώ, καὶ ἀπιστῶ τοῖς
λόγοις σου, τῷ Ἀρχαγγέλῳ ἔφη ὁ Ἱερεύς·
λαοῦ σωτηρίαν γάρ, οὐκ ἐμῆς ἐξ ὀσφύος
καρπὸν ᾔτησα.
Ὁ
πλάστης τῆς φύσεως, τῶν Ἀγγέλων Βασιλεύς, ὁ
λειτουργὸς ἀντέφησε, τῆς παρουσίας Ἄγγελον τῆς
αὐτοῦ, ηὐδόκησε τίκτειν σε, τοῖς ἐμοῖς
μὴ ἀπίστει λόγοις ἄνθρωπε.
Τὸ
εἶδός σου πύρινον καὶ ἡ θέα σου φρικτή, καὶ
θαυμαστὸς ὁ λόγος σου, ὁ Ζαχαρίας ἔφη τῷ
λειτουργῷ, ἀλλ' οὖν οὐ πιστεύω σοι, ὑπὲρ
φύσιν λαλοῦντι ξένα ῥήματα.
Θεοτοκίον
Ὁ
λύχνος τὸν Ἥλιον, ἐν νεφέλῃ μητρικῇ,
γαστρὸς κατακρυπτόμενον, ἐπεγνωκὼς ὑπάρχων ἐν
ζοφερῷ, τῆς μήτρας σκηνώματι, προσεκύνησε χαίρων καὶ
ἐσκίρτησε.
Ὁ
Εἱρμὸς
«Τοῦ
βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν
πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου
προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν
ζωήν μου πολυέλεε».
Κοντάκιον Ἦχος α'
Χορὸς
Ἀγγελικὸς
ΤΟ ΑΚΟΥΤΕ
Εὐφραίνεται
λαμπρῶς, Ζαχαρίας ὁ μέγας καὶ ἡ πανευκλεής, Ἐλισάβετ
ἡ σύζυξ, ἀξίως συλλαμβάνουσα, Ἰωάννην τὸν Πρόδρομον,
ὂν Ἀρχάγγελος εὐηγγελίσατο χαίρων, καὶ οἱ
ἄνθρωποι, ἀξιόχρεως τιμῶμεν, ὡς μύστην τῆς
χάριτος.
Ὁ
Οἶκος
Τὸ
ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς
ἡμῖν ἔγραψεν ὁ Ἱερὸς καὶ θαυμάσιος,
καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν
φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς
εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς
τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ
τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ,
εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα
υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ
Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον,
τὸν μύστην τῆς χάριτος.
Σ υ ν α ξ ά
ρ ι ο ν
Τῇ
ΚΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ ἁγίου
καὶ ἐνδόξου προφήτου Προδρόμου, καὶ Βαπτιστοῦ,
Ἰωάννου.
Στίχοι
Ἀνδρὶ
Προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου,
Τεκεῖν
προφήτην, καὶ Προφήτου τι πλέον.
Εἰκάδῃ
τῇ τριτάτῃ γαστὴρ λαβὲ Πρόδρομον εἴσω.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Ἀνδρέου, Ἰωάννου, Πέτρου καὶ Ἀντωνίου, τῶν
ἐν Ἀφρικῇ τελειωθέντων.
Στίχοι
Ὑπὲρ
νυγέντος πρὶν μιᾷ λόγχῃ Λόγου,
Λόγχαις
νυγείς, ἤνεγκε διτταῖς Ἀνδρέας.
Ἔχθραν
πλάνῃ θείς, καὶ σφαγείς, Ἰωάννης,
Σφάττει
τὸν ἐχθρόν, καὶ σὺν αὐτῷ τὴν πλάνην.
Ἀντώνιος
καὶ Πέτρος, ὡς στερραὶ πέτραι,
Πρὸς
τάς μεληδὸν ἐκκοπὰς ἐκαρτέρουν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος
Ῥαΐδος τῆς παρθένου.
Στίχοι
Ποθοῦσα
κάλλος ἡ Ῥαῒς Θεοῦ βλέπειν,
Σαρκὸς
τὸ κάλλος ἐκδίδωσι τῷ ξίφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων γυναικὼν
Ξανθίππης καὶ Πολυξένης τῶν αὐταδέλφων.
Στίχοι
Τάς
συγγόνους Ξανθίππην καὶ Πολυξένην,
Χοροὶ
συνοίκους λαμβάνουσιν Ἀγγέλων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος νεομάρτυς Νικόλαος
ὁ παντοπώλης, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ
τὸ 1672, ξίφει τελειοῦται.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'
Δροσοβόλον
μὲν τὴν κάμινον
ΤΟ ΑΚΟΥΤΕ
Ἀπιστήσας
μου τοῖς ῥήμασι τὴν κώφευσιν, κομίζου προδηλότατα, καὶ
τικτομένην ὁπηνίκα, ἴδῃς τὴν φωνήν, τοῦ Λόγου
ἀνάλαβε φωνήν· Εὐλογητὸς εἶ ἐκβοών,
τοῦ Ἰσραὴλ ὁ Θεός.
Τῇ
σελήνῃ Ἐλισάβετ προσενούμενος, πολύφωτος ὡς
ἥλιος, ὁ Ζαχαρίας σελασφόρον λύχνον τοῦ φωτός, ἐκτέτοκε
φαίνοντα ἡμῖν, τοῖς ἐν τῷ σκότει τῶν
παθῶν, κατασχεθεῖσι δεινῶς.
Τοῖς
σκιρτήμασιν ὡς ῥήμασι χρησάμενος, Χριστοῦ ὁ μέγας
Πρόδρομος, προσεκύνησεν ἐν νηδύϊ σε Παρθενικῇ, αὐτὸς
βασταζόμενος γαστρί, τῆς Ἐλισάβετ Ἰησοῦ, ὁ
τῶν Πατέρων Θεός.
Θεοτοκίον
Ἡ
σελήνη Ἐλισάβετ ἔνδον φέρουσα, ἀστέρα θεῖον Πρόδρομον,
προσεκύνησε, φωτεινὴν νεφέλην Μαριάμ, τὸν ἥλιον φέρουσαν
Χριστόν, σαρκοφορούμενον ἐκ σοῦ, διὰ τὸ σῶσαι
ἡμᾶς.
ᾨδὴ
η'
Ἐκ
φλογὸς τοῖς Ὁσίοις
ΤΟ ΑΚΟΥΤΕ
Τοῦ
νυμφίου ὁ φίλος προετοιμάζεται, ἡ φωνὴ δὲ τοῦ
Λόγου ἀρχὴν εἰσδέχεται, καὶ στειρωτικαῖς,
νῦν λαγόσιν ἐκτρέφεται, τοῦ παμβασιλέως, ὁ μέγας
Στρατιώτης.
Στειρευούσαις
καρδίαις γεωργὸς ἤνθησε, τῶν παθῶν ἡ ἀξίνη
ἤδη χαλκεύεται, μόσχος ὁ σεπτός, ἐγκρατείᾳ
σιτεύεται, Πρόδρομος ὁ μέγας, λαοὶ ἀγαλλιᾶσθε.
Τὰ
δεσμὰ ὥσπερ πάλαι τὰ τῆς στειρώσεως, τῆς
ἐμῆς διανοίας, οὕτω τὴν πώρωσιν, λῦσον Βαπτιστά,
καὶ καρποὺς μετανοίας με, ποίησον βλαστάνειν, καὶ ζῆν
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Κυοφόρον
σε Κόρη ὡς ἐθεάσατο, Ἐλισάβετ ἐνθέως ἠγαλλιάσατο,
ἔνδοθεν αὐτῆς, τοῦ ἐμβρύου σκιρτήσαντος, ὡς
ἐπιγνωκότος, τὸν ἑαυτοῦ Δεσπότην.
ᾨδὴ
θ'
Θεὸν
ἀνθρώποις ἰδεῖν
ΤΟ ΑΚΟΥΤΕ
Χριστοῦ
ὁ μέγας καὶ θεῖος Πρόδρομος, στειρωτικὰς νῦν
πύλας, διανοίξας αὐλίζεται, ὡς ἐν βασιλείοις ἐν νηδύϊ
μητρός· ὃς τις ὡς στρατιώτης, προεξελεύσεται, τοῦ
Παμβασιλέως τάς ὁδοὺς ἐτοιμαζόμενος.
Θεοῦ
Προφῆτα πρεσβῦτα χόρευε, ἕξεις υἱόν, οὗ μείζων
ἐν βροτοῖς οὐκ ἐγήγερται, Ἰωάννην Κυρίου
τὸν Πρόδρομον· Σκίρτησον Ἐλισάβετ· γῆ πᾶσα
γήθησον, αἴνεσιν τῷ πάντων Ποιητῇ Θεῷ προσάγουσα.
Ἡμῶν
τῶν πίστει ἀνευφημούντων σε, μέμνησο νῦν Προφῆτα
τοῦ Κυρίου καὶ Πρόδρομε, ψυχικῶν ἐκ παθῶν
ἐκλυτρούμενος, σῴζων ἡμᾶς κινδύνων, καὶ
πρὸς οὐράνιον τρίβον ὁδηγῶν, θεοπρεπῶς
ἀειμακάριστε.
Θεοτοκίον
Ἁγνὴν
μητέρα σαφῶς ἐπέγνω σε, στειρωτικῶν δεσμῶν ἡ
Ἐλισάβετ ὡς ᾔσθετο, ἑαυτὴν λελυμένην καὶ
φέρουσαν, Πρόδρομον τοῦ ἐν μήτρᾳ, σοῦ κατοικήσαντος,
ἄχραντε Παρθένε, Μαριὰμ Θεοχαρίτωτε.
Ἐξαποστειλάριον
Τοῖς
Μαθηταῖς συνέλθωμεν
ΤΟ ΑΚΟΥΤΕ
Ἡ
τοῦ Προδρόμου ἔνδοξος, σύλληψις προμηνύει, τὸν ἐκ
Παρθένου μέλλοντα, τίκτεσθαι Βασιλέα, ὡς οὗτος ἐξ
Ἐλισάβετ, τῆς ἀκάρπου καὶ στείρας, πρεσβύτου
Ἱερέως τε, Ζαχαρίου τοῦ πάνυ, ὧν ταῖς
εὐχαῖς, καὶ τῆς Θεοτόκου καὶ Ἰωάννου,
τοῦ Βαπτιστοῦ σου Κύριε, σῶσον οἴκτειρον πάντας.
Θεοτοκίον ὅμοιον
Χαρμονικῶς
τὸ Χαῖρε σοι, τοῦ σεπτοῦ Ἀρχαγγέλου, οἱ
λυτρωθέντες πάναγνε, τῆς ἀρχαίας κατάρας, διὰ τοῦ
θείου σου τόκου, εὐχαρίστως, βοῶμεν· Χαῖρε,
Ἀδὰμ ἡ λύτρωσις, Θεοτόκε Παρθένε, χαῖρε σεμνή, δι'
ἧς ἀπηλλάγημεν τοῦ θανάτου, χαῖρε, δι' ἧς
ἐτύχομεν, οὐρανῶν Βασιλείας.
Εἰς
τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια.
Τῶν
οὐρανίων ταγμάτων
ΤΟ ΑΚΟΥΤΕ
Ἀγαλλιᾶται
ἡ κτίσις ἐν τῇ συλλήψει σου, Πρόδρομε καὶ
Προφῆτα, Βαπτιστὰ Ἰωάννη· ὁ θεῖος γὰρ
σου τόκος, σημαίνει ἡμῖν, τοῦ Δεσπότου τὴν γέννησιν,
καὶ διὰ τοῦτο συμφώνως οἱ ἐπὶ γῆς,
ἐπαξίως εὐφημοῦμεν σε. (Δὶς)
Ὡς
θαυμαστὴν μαρτυρίαν εὑρὼν ὁ Ἄγγελος, τὴν
σύλληψιν τῆς στείρας, τῇ Μαρίᾳ προσάγει, πρὸς πίστωσιν
προσφέρων· διὸ καὶ ἡμεῖς, Ἐλισάβετ
πρὶν ἄγονον, καὶ Ζαχαρίαν ὁμόζυγον τὸν
αὐτῆς, καὶ Ἰωάννην εὐφημήσωμεν.
Ὁ
θεοσκεύαστος λύχνος τοῦ ἀϊδίου φωτός, ὁ τοῦ νυμφίου
φίλος, τοῦ Ἡλίου τῆς δόξης, ὁ μέγας Ἑωσφόρος,
ἡ ζῶσα φωνή, Θεοῦ Λόγου ὁ Πρόδρομος, τῆς
παρουσίας Κυρίου ἀγγελικῇ, προσφωνήσει νῦν συνείληπται.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. δ'
Ἡ
Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ
Παρθένος τὸν Κύριον τῆς δόξης, ἠσπάσαντο ἀλλήλας
αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν·
ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην,
θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν·
Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου
ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν
ἀπεγνωσμένον, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις
Εἰς τὴν
Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Προδρόμου ᾨδὴ
γ' καὶ ς' κτλ.
Κοινωνικὸν
Εἰς μνημόσυνον
αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.