Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ
Ε Σ Π Ε Ρ Α Σ
Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς γ'
Ἦχος α'
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δοὺς ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμὸς καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν δόξα σοι.
Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς, εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ, τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Θωμᾶς ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μέτ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ ἀγαθὲ ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας· ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεόν οὐ γυμνὸν καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Δόξα... Ἦχος πλ. β'
Τῶν θυρῶν κεκλεισμένων ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμὰς οἰκονομικῶς οὐχ εὑρέθη μέτ' αὐτῶν· ἔλεγε γάρ, οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευρὰν ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος· ἴδω, πῶς οὐκ ἦν ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον Ἦχος α'
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν ἀσωμάτων τὸ ᾆσμα καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος, αὕτη, τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος α'
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτὴν καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Δεῦτε λαοὶ ὑμνήσωμεν καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.
Στίχ. τῷ οἴκῳ σου πρέπει ἁγίασμα Κύριε, εἰς μακρότητα ἡμερῶν.
Τῷ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε, δόξα σοι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ
Π Ρ Ω Ϊ
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀναστάσιμα
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος, Ἀγγέλου, ἐγένοντο κηρύττοντος γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα...
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι, ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας, δυνάμει σταυροῦ.
Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τῆς Ἑορτῆς
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τῷ φόβῳ τῶν Ἑβραίων κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός, καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγώ εἰμι ὁ διὰ σὲ παθητός. (Δίς)
Εἰς τοὺς Αἴνους
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος α'
Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος καὶ δοξάζομεν σου τὴν Ἀνάστασιν.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.
Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας τῇ Ἀναστάσει σου Χριστὲ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ. Ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Ἰησοῦ Βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν· ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος α' Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος, οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος.
Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιὼν.
Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης, Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα οὐ πιστεύω, ὅτι ἐξεγήγερται.
Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.
Ὡς θέλεις ψηλάφησον Χριστός, τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα, καὶ γνῶθί με, ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.
Δόξα... Καὶ νῦν...
Τῶν Μαθητῶν δισταζόντων τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δοὺς τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε ψηλάφησον παλάμας, αἷς τούς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε καὶ μετὰ φόβου ἐβόησεν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Εἰς τὴν Λειτουργίαν
Τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς, ᾨδὴ γ' καὶ ς' Προκείμενον καὶ Ἀλληλουϊάριον τῆς Ἑορτῆς, καὶ Νεκρώσιμον ὡσαύτως, καὶ Κοινωνικόν.