ΜΕΣΩΡΙΟΝ τῆς Θ' ΩΡΑΣ

Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

 

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

 

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἀμήν.

Κύριε ἐλέησον ιβ'

Δόξα... Καὶ νῦν...

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 

Ψαλμὸς 112

Αἰνεῖτε παῖδες Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου

εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος

ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα Κυρίου

ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ

τὶς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν

καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ

ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα

τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ

ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην

 

Ψαλμὸς 137

Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου ὃτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.

προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου

ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ταχὺ ἐπάκουσόν μου πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει σου

ἐξομολογησάσθωσάν σοι Κύριε πάντες οἱ βασιλεῖς τῆς γῆς ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου.

καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου ὅτι μεγάλη ἡ δόξα Κυρίου

ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει

ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως ζήσεις με ἐπ' ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου καὶ ἔσωσέ με ἡ δεξιά σου

Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ Κύριε τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

 

Ψαλμὸς 139

Ἐξελοῦ με Κύριε ἐξ ἀνθρώπου πονηροῦ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με

οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους

ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν

φύλαξόν με Κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου

ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσί μου ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι

εἶπα τῷ Κυρίῳ Θεός μου εἶ σὺ, ἐνώτισαι Κύριε τὴν φωνὴν τῆς δεήσεώς μου

Κύριε Κύριε δύναμις τῆς σωτηρίας μου ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου

μὴ παραδῷς με Κύριε ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ' ἐμοῦ μὴ ἐγκαταλίπῃς με μήποτε ὑψωθῶσιν

ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτοὺς

πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες ἐν πυρὶ, καταβαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν

ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς· ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθορὰν

ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων

πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου

 

Δόξα... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον (γ') Δόξα... Καὶ νῦν...

 

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

 

Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσῃς με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τῇ ἁγίᾳ σου ποίμνῃ συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα...

Ὡς ὁ Λῃστὴς ὁμολογῶ, καὶ βοῶ σοι τῷ ἀγαθῷ· Μνήσθητι μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου, καὶ σὺν αὐτῷ με συναρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.

Καὶ νῦν...

Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία, ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις, ὁ Υἱὸς καὶ Θεός μου.

 

Κύριε ἐλέησον μ'

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γ'

Δόξα... Καὶ νῦν...

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.

 

Ἱερεὺς Δι' εὐχῶν...

 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

 

Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.

 

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.

 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.

 

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου· Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα, ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναμπέπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον γ'

 

ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν