Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τερεντίου καὶ Νεονίλλης, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἐφεξῆς Προσόμοια Στιχηρὰ τῶν Μαρτύρων.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ

Πολυτρόποις κολάσεσιν, ἀνδρικῶς ὁμιλήσαντες, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν κατεβάλετε, ὁμολογοῦντες Μακάριοι, τυράννων ἐνώπιον, τὸν ὀφθέντα δι' ἡμᾶς, ἐν παχύτητι σώματος, καὶ τὰ ἄχραντα, ὑπομείναντα πάθη ἑκουσίως, καὶ πηγάσαντα τῷ κόσμῳ, τὸν ἱλασμὸν καὶ τὸ ἔλεος.

 

Τερεντίῳ συνήστραψαν, Νεονίλλα ἡ ἔνδοξος, Νιτᾶς τε καὶ Σάρβιλος οἱ θαυμάσιοι, καὶ ὁ Φωκᾶς σὺν Ἱέρακι, νομίμως ἀθλήσαντες, καὶ τὸ πῦρ τῶν αἰκισμῶν, θείᾳ δρόσῳ τοῦ Πνεύματος, ἀποσβέσαντες, καὶ γενόμενοι πύργοι εὐσεβείας, καὶ εὐπρόσδεκτοι θυσίαι, καὶ προσφοραὶ καθαρώταται.

 

Ὡς πολύφωτος Ἥλιος, τῇ Σελήνῃ ἑνούμενος, Νεονίλλῃ τέτοκας ὦ Τερέντιε, χορὸν ἀστέρων ἑπτάριθμον, Μαρτύρων ἐν αἵματι, φοινιχθέντων καὶ φαιδράν, ἀφιέντων τὴν ἔλλαμψιν, σκηνωσάντων τε, εἰς ἀνέσπερον λῆξιν· ἔνθα πάντων, Ἀθλοφόρων αἱ ἀγέλαι, περιφανῶς πολιτεύονται.

Καὶ τοῦ Ὁσίου

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Πάτερ θεοφόρε Στέφανε, θείᾳ φρονήσει τὸν νοῦν, ὀχυρώσας λαμπρότατα, τὸν θυμὸν ἀνδρείᾳ τε, σωφροσύνῃ τὴν ἔφεσιν, δικαιοσύνῃ πᾶσαν τὴν δύναμιν, ψυχῆς ἰθύνας φιλοσοφώτατα, ἅρμα τερπνότατον, ἀρετῶν συνήρμοσας, οὗ ἐπιβάς, χαίρων ἀνελήλυθας, πρὸς ὕψος Ὅσιε.

 

Πάτερ θεορρῆμον Στέφανε, θεολογίᾳ τὸν νοῦν, κατελὰμπρυνας Ὅσιε, δορυφόρον οἷά περ, τὸν θυμὸν προτεινόμενος, κατὰ βλασφήμων μάκαρ αἱρέσεων, ἐπιθυμίᾳ τρυφῆς τῆς ἄνωθεν, ἧς κατηξίωσαι, μετασχεῖν θεσπέσιε, περεστηκώς, θρόνῳ τοῦ Παντάνακτος, καὶ Παντοκράτορος.

 

Πάτερ θεορρῆμον Στέφανε, δι' ἐγκρατείας τὸν νοῦν, πιαινόμενος πάντοθεν, πρὸς τὸ πρῶτον αἴτιον, ἀνατρέχειν ἐποίησας, καὶ κατευνάσας, παθῶν τὸν τάραχον, καὶ τοὺς θορύβους ἀποσεισάμενος, νοῦ καθαρότητι, συνεκράθης πάνσοφε, πρὸς ἐφετῶν, ὄντως τὸ ἀκρότατον, θεόφρον Ὅσιε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σῶσόν με σῶσον πανάμωμε, ἡ τὸν Σωτῆρα Χριστόν, ἀπορρήτως κυήσασα· σὲ γὰρ μόνην κέκτημαι, προστασίαν καὶ ἄρρηκτον, τεῖχος καὶ σκέπην καὶ ἀγαλλίαμα, καὶ τῆς ψυχῆς μου θείαν παράκλησιν· σὺ οὖν με λύτρωσαι, ἀκοιμήτου σκώληκος, καὶ τοῦ πυρός, τοῦ διαιωνίζοντος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Ἢ Σταυροθεοτοκίον

Σὲ καθηλούμενον βλέπουσα, ἐν τῷ Σταυρῷ Ἰησοῦ, καὶ τὰ πάθη δεχόμενον, ἑκουσίως Δέσποτα, ἡ Παρθένος καὶ Μήτηρ σου, Τέκνον ἐβόα, τέκνον γλυκύτατον, πληγάς ἀδίκως πῶς φέρεις ὁ ἰατρός, ὁ ἰασάμενος, βροτῶν τὴν ἀσθένειαν, καὶ τῆς φθορᾶς, ἅπαντας ῥυσάμενος, τῇ εὐσπλαγχνίᾳ σου;

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Μετὰ τὴν συνήθη Στιχολογίαν, ἀναγινώσκεται εἷς Κανὼν τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οἱ παρόντες δύο.

 

Ὁ Κανὼν τῶν Μαρτύρων

 

ᾨδὴ α' Ἦχος δ'

Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ

Βυθῷ χειμαζόμενος, τῆς ἁμαρτίας φιλάνθρωπε, πρὸς μόνον τὸ πέλαγος, τῆς εὐσπλαγχνίας σου, ἀτενίζω μου, τὸ ὄμμα τῆς καρδίας, κυβέρνησον σῶσόν με, τῶν Ἀθλοφόρων εὐχαῖς.

 

Ὁ ἄδυτος Ἥλιος, ὑμᾶς ἀστέρας ἀνέδειξεν, ἐν τῷ στερεώματι, τῆς Ἐκκλησίας αὐτοῦ, καταυγάζοντας, τῇ λάμψει τῶν ἀγώνων, Μάρτυρες πανεύφημοι, ταύτης τὸ πλήρωμα.

 

Τῆς Πίστεως πρόβολος, τῆς Ἐκκλησίας ἑδραίωμα, Τερέντιος γέγονε, Νιτᾶς τε Σάρβιλος, καὶ Θεόδουλος, Ἱέραξ Νεονίλλα, Βήλης ὁ θαυμάσιος, Εὐνίκη τε καὶ Φωκᾶς.

Θεοτοκίον

Χαρᾶς ἡμῖν πρόξενος, ὡς δεξαμένη τὸ πλήρωμα, τῆς ὅλης θεότητος, ὤφθης πανάμωμε· ὅθεν πάντες σοι, τὸ Χαῖρε τοῦ Ἀγγέλου, συμφώνως κραυγάζομεν, Θεοχαρίτωτε.

 

Ὁ Κανων τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.

 

Σοὶ Στέφανε στέφανόν σοι ὁμώνυμον οἴσομεν ὕμνον.

Θεοφάνους

 

ᾨδὴ α' Ἦχος β'

Ἐν βυθῷ κατέστρωσε ΤΟ ΑΚΟΥΤΕ

Σοὶ τῆς σῆς παμμάκαρ διδαχῆς, χρέος προσκομίζοντες, τὴν ὀφειλὴν ἀπονέμομεν Στέφανε, ἐγκώμιον πλέκοντες, σὺ δὲ ἵλεως δεδεγμένος πανόλβιε, ταῖς σαῖς ἱκεσίαις, χάριν μοι παράσχου τὴν τοῦ Πνεύματος.

 

Ὀλεθρίων ὅρμημα παθῶν, Πάτερ κατεμάρανας, λογιστικῷ κεχρημένος θεόφρονι· εὐμενὴς γὰρ γέγονας, εὐπροσήγορος, προσηνής τε καὶ μέτριος, λόγῳ τῆς Σοφίας, Στέφανε καὶ γνώσεως στεφόμενος.

 

Ἱερῶς ἐκόσμησας σαυτόν, Πάτερ διὰ γνώσεως, καὶ πρακτικῆς ἐνεργείας χαρίσματος, θεορρῆμον Στέφανε, ἐφιέμενος τῶν στεφάνων τῆς δόξης Χριστοῦ· ὅθεν τῆς ἐλπίδος ἄριστα, παμμάκαρ οὐ διήμαρτες.

Θεοτοκίον

Τῶν κτισμάτων πέφηνας Ἁγνή, πάντων ἀοράτων τε, καὶ ὁρατῶν ὑπερτέρα πανάμωμε· τὸν γὰρ Κτίστην τέτοκας, ὡς ηὐδόκησε, σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ γ'

Οὐκ ἐν σοφίᾳ ΤΟ ΑΚΟΥΤΕ

Ἥλιος ὥσπερ, πολυφώτῳ σελήνῃ ἑνούμενος, Νεονίλλη ὁ κλεινός, Τερέντιος ἀπεγέννησεν, ἀστέρων ἑπτάριθμον, χορὸν Μαρτύρων Χριστοῦ.

 

Ἡ συντριβή σου, τῶν μελῶν Ἀθλοφόρε Τερέντιε χοῦν ἐξελέπτυνε, σοὶ δὲ προεξένησε, δόξαν τὴν ἄφραστον.

 

Κεχρυσωμέναις, ἀναπτᾶσα Εὐνίκη ταῖς πτέρυξι, τῶν ἀνόμων ἰξευτῶν, τὰς πανουργίας ἐξέφυγες, καὶ ἔνδον ἐσκήνωσας, παστάδος τῆς νοητῆς.

Θεοτοκίον

Σὲ ἡ Σοφία, τοῦ Θεοῦ καθαρώτατον σκήνωμα, εὑραμένη ἐκ τῶν σῶν, ἁγνῶν αἱμάτων σεσάρκωται, καὶ μετὰ τὴν κύησιν, ἄφθορον ἔδειξεν.

 

Τοῦ Ὁσίου

 

Ἐξήνθησεν ἡ ἔρημος ΤΟ ΑΚΟΥΤΕ

Ἐξέλαμψεν ὁ βίος σου, θεοφόρε Στέφανε, ὁλολαμπὴς ὡς ἥλιος, ἐν τῷ κόσμῳ καὶ κατεφώτισε, τοὺς σοὶ πίστει καὶ πόθῳ προσανέχοντας.

 

Φωτίζεται τὰ πέρατα, διδαχαῖς σου Ὅσιε· ὡς γὰρ φωστὴρ ἐξέλαμψας, θεοφόρε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐν ᾗ ἐστερεώθη ἡ καρδία σου.

 

Ἀδούλωτον ἐτήρησας, τὴν ψυχήν σου πάθεσι, καὶ ἡδοναῖς τοῦ σώματος, θεοφόρε Στέφανε τίμιε· διὸ νῦν ἐπαξίως εὐφημοῦμέν σε.

Θεοτοκίον

Ἐφάνης καθαρότητι, ὡσεὶ κρίνον Δέσποινα, τῶν ἀκανθῶν ἐκλάμψασα, λαμπηδόσι τῆς παρθενίας σου, ἐν μέσῳ Θεοτόκε πανσεβάσμιε.

Ὁ Εἱρμὸς

“Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου”.

 

Κάθισμα τῶν Μαρτύρων

 

Ἦχος πλ. δ'

Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ

Ὡς ἀστέρες ἡλίῳ φωτοειδεῖς, Τερεντίῳ οἱ παῖδες οἱ ἱεροί, σαφῶς συνανατέλλουσι, καὶ τὴν κτίσιν αὐγάζουσιν, ἀνδρικῶν ἀγώνων, γενναίοις πυρσεύμασι, πολυθεΐας ὄντως, τὴν νύκτα σκεδάσαντες, οὓς ἐν εὐφροσύνῃ μακαρίσωμεν πίστει, ὡς ὄντας θεράποντας, τοῦ Θεοῦ καὶ βοήσωμεν· Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Τοῦ Ὁσίου

Ἦχος ὁ αὐτὸς

Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ

Ναὸν φωτοειδῆ, Πνεύματος τοῦ Ἁγίου, τελέσας τὴν ψυχήν, παναοίδιμε Πάτερ, ἔνδον ἔσχες ἀφράστως, τὸν Βασιλέα Χριστὸν καὶ Κύριον, εὗρες πλοῦτον θαυμάτων, καὶ κόσμῳ νέμεις χάριν τὴν ἄφθονον· διὸ κινδύνων πάντας καὶ φθορᾶς, συντήρει τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν... Θεοτοκίον

Παρθένε Μαριάμ, τῶν Ἀγγέλων ἡ δόξα, ὡράϊσμα τερπνόν, καὶ γηγενῶν ὁ κόσμος, δίδου τοῖς σὲ ὑμνοῦσιν, ἁμαρτημάτων πάντων συγχώρησιν· ἵλαθι τοῖς σοῖς δούλοις, ὅτι ὑπάρχεις Ἁγνὴ ἡ λύτρωσις, ἀπεγνωσμένων ὄντως ἰσχυρόν, προσφύγιον ἀνθρώπων.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον Σταυρῷ, κατιδοῦσα ἐβόα, Τέκνον μου τὶ τὸ ξένον, καὶ παρ' ἐλπίδα τοῦτο νῦν θέαμα; πῶς ἡ ζωὴ θανάτῳ, βροτοῖς ὁμοίως καταδικάζεται; ἀλλὰ ἀνάστηθι ἐκ τῶν νεκρῶν, ἵνα χαίρουσα δοξάζω σε.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ δ'

Ἐπαρθέντα σε ΤΟ ΑΚΟΥΤΕ

Ἡ ἑπτάδελφος χορεία τῶν Ἀθλοφόρων, σὺν τοῖς δυσὶ γεννήτορσιν, ἄμωμος θυσία, σοὶ τῷ δι' ἡμᾶς θαυμαστῶς, τυθέντι ὡς πρόβατον, Δέσποτα Χριστὲ προσηνέχθησαν.

 

Ἡ τοῦ Πνεύματός σοι χάρις ὥσπερ ἐν εἴδει, περιστερᾶς ὀπτάνεται, ἔνδοξε Εὐνίκη, τοῦ ἐπικειμένου σε, κουφίζουσα κλύδωνος, τῶν δεινῶν βασάνων καὶ θλίψεων.

 

Ἐπαιρόμενον τῷ κράτει τῆς ἀσεβείας, τὸν ἀλαζόνα τύραννον, πίστεως τοῖς ὅπλοις, Μάρτυρες πανεύφημοι, καθείλετε ψάλλοντες· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον

Ὁ θελήματι τὰ πάντα δημιουργήσας, δημιουργεῖται θέλων, ἐξ ἁγνῶν σου αἱμάτων, σῴζων Ἀπειρόγαμε, τοὺς πίστει κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κυριε.

 

Τοῦ Ὁσίου

 

Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ

Σὺ Στέφανε, Μοναζοντων ἐγένου στεφάνωμα, οὗ λίθον πολύτιμον, ἀλλ' ἀρετὴν περικείμενος· ὤφθης γὰρ μακάριε, θεοχαρίτωτον ὄντως ἐνδιαίτημα.

 

Τὴν ἔνθεον, θεοφόρε σοφίαν τετίμηκας· διὸ τῶν χαρίτων σε, αὕτη στεφάνοις ἐλάμπρυνε, δόξαν τὴν ἀΐδιον, σοὶ προξενήσασα Πάτερ παναοίδιμε.

 

Ἐπόθησας, ὁλοκλήροις καρδίας κινήμασιν, ὀρεκτὸν τὸ ἔσχατον, κόσμου λιπὼν τὴν τερπνότητα, πόθῳ δὲ κατάλληλον, καὶ τὴν ἀπόλαυσιν εὗρες Παμμακάριστε.

Θεοτοκίον

Νεκρώσεως, τὸν καρπὸν μοι ἡ Εὔα προσήγαγε, ζωὴν δὲ γεννήσασα, τὴν ἐνυπόστατον Πάναγνε, αὖθίς με ἠνώρθωσας· διὸ κραυγάζω σοι· Δόξα τῇ κυήσει σου Δέσποινα.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ ε'

Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ

Σὲ Κύριε ἰσχύν, κεκτημένοι οἱ Μάρτυρες, στρεβλώσεων καὶ μαστίγων, καὶ πυρὸς καὶ θανάτου, ἀνδρείως κατετόλμησαν.

 

Ὦ παῖδες ἱεροί, ὣ θεόδεκτα σφάγια, ὢ σύστημα διαλύσαν, μηχανὰς πολυπλοκους, ἐχθροῦ τοῦ πολεμήτορος!

 

Νίκαις τὴν κεφαλήν, ἀθανάτοις κατέστεψαι, νικήσασα τὸν τὴν Εὔαν, ἐκνικήσαντα ὄφιν, Εὐνίκη καλλιπάρθενε.

Θεοτοκίον

Φῶς ἄχρονον ἡμῖν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, γεγέννηκας ὑπὸ χρόνον, ἀγαθότητος πλούτῳ, γενόμενον Πανάμωμε.

 

Τοῦ Ὁσίου

 

Μεσίτης Θεοῦ ΤΟ ΑΚΟΥΤΕ

Ὁρμὴν τῶν παθῶν, ἀπαθείας ἔρωτι κατέσβεσας θεοφόρε Στέφανε, καὶ ταῖς θεωρίαις καὶ ταῖς πράξεσι, κατελάμπρυνας πᾶσαν, τὴν τῆς ψυχῆς κατάστασιν.

 

Νοΐ καθαρῷ, ταῖς Γραφαῖς ὡμίλησας τοῦ Πνεύματος, θεορρῆμον Στέφανε, καὶ τῆς θεωρίας καὶ τῆς πράξεως, συνελέξω τὸν πλοῦτον, θεόφρον Πάτερ Ὅσιε.

 

Σοφίας βυθόν, ἐρευνήσας Στέφανε κατέλαβες, εὑρεῖν ὅσον χρήσιμον, καὶ τὸν μαργαρίτην τὸν πολύτιμον, διὰ πόνων ἐκτήσω, παμμάκαρ τὸν τῆς γνώσεως.

Θεοτοκίον

Ἰδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥς περ Ἡσαΐας προηγόρευσεν, ὑπὲρ φύσιν δὲ τοῦτον, Θεογεννῆτορ τέτοκας.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ ς'

Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ

Τείνεσθαι, ἀνηλεῶς προστάττει ὁ τύραννος, καὶ τοῖς τροχοῖς συνδεσμεῖσθαι, πολυτρόπῳ βίῳ τοὺς Μάρτυρας, ἀλλ' ᾐσχύνθη, ἀηττήτους αὐτοὺς θεασάμενος.

 

Σάρβιλος, Νεονίλλα Φωκᾶς καὶ Θεόδουλος, Βήλης Ἱέραξ Εὐνίκη, καὶ Νιτᾶς ὁ θεῖος σὺν Τερεντίῳ, ὡς γενναῖοι, εὐσεβῶς εὐφημείσθωσαν Μάρτυρες.

 

Λειμῶνι, τῆς ὑμῶν εἰσιόντες ἀθλήσεως, ὀσμῆς πληρούμεθα θείας, τῶν ὑμῶν ἀγώνων Μακάριοι, τὸ δυσῶδες, τῶν παθῶν ἐκ ψυχῆς ἀπορρίπτοντες.

Θεοτοκίον

Ἡ βάτος, προετύπου τὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν σου λοχείας, τῷ πυρὶ διόλου σπαργανουμένη, καὶ μηδόλως, καιομένη Παρθένε πανύμνητε.

 

Τοῦ Ὁσίου

 

Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ

Οἰκουμένης φωστὴρ φαεινότατος, Πάτερ ἀναδέδειξαι λόγου λαμπρότησι, καταφωτίζων Στέφανε, τοὺς σοὶ πίστει καὶ πόθῳ προστρέχοντας.

 

Μακαρίως τὸν βίον διήνυσας· μύσας τὰς αἰσθήσεις γὰρ ἔξω γεγένησαι, τῆς κοσμικῆς συγχύσεως, καὶ Θεῷ προσωμίλησας Στέφανε.

 

Ὡς καλὸς ὡς ὡραῖος ὁ στέφανος, ᾧ νῦν ἐστεφάνωσαι πάνσοφε Στέφανε, ταῖς ἀρεταῖς στεφόμενος, καὶ παθῶν βασιλεύσας πανάριστε.

Θεοτοκίον

Ὑπὲρ φύσιν Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Ὁ Εἱρμὸς

“Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἅβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε”.

 

Κοντάκιον τοῦ Ὁσίου

Ἦχος δ'

Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ

Καταφυτεύσας ἀρετῶν τὸν παράδεισον, καὶ καταρδεύσας ταῖς ῥοαῖς τῶν δακρύων, ὡς τῆς ζωῆς Πανένδοξε τοῦ ξύλου τυχών, σῶσον ἱκεσίαις σου, ἐκ φθορᾶς τὴν σήν ποίμνην, ῥῦσαι περιστάσεως τοὺς θερμῶς σε τιμῶντας· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

Ὁ Οἶκος

Ὡς καθαιρέτην τῶν παθῶν, καὶ τύπον ὀρθοῦ βίου, ἀλείπτην τε ἀζύγων, κανόνα Μοναζόντων, καὶ ἀρετῶν ὑπογραμμόν, πάντες συνελθόντες ἐν τῇ μνήμῃ σου Σοφέ, οἱ φοιτηταί σου κράζομεν· Δόξα τῷ σὲ ἀξίως δοξάσαντι, τέρασιν ἀλήκτοις καὶ σημείοις φοβεροῖς, οὐκ ἐν βίῳ μόνον, ἀλλὰ καὶ μετὰ τέλος. Διὸ ἐκδυσωπεῖν Χριστῷ, μὴ ἐλλίπῃς, τοῖς τιμῶσί σε ἀεί, καταπεμφθῆναι λύσιν τῶν πολλῶν καὶ χαλεπῶν ἐγκλημάτων· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης.

Στίχοι

Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων

Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.

Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.

Στίχοι

Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους,

Ὃ πρακτικὴ χεὶρ ἀρετῆς πλέκειν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ.

Στίχοι

Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα,

Ἐδειξε καινὸν καὶ τετμημένος τέρας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα.

Στίχοι

Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα,

Φιρμιλιανὸς καὶ σὺν αὐτῷ Μελχίων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου Βασιλέως καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου καὶ Ἑλένης, τῆς αὐτοῦ μητρός.

Στίχοι

Μίξας ἐλαίῳ, Κυριακὲ παμμάκαρ,

Σὸν αἷμα σεπτόν, μῖγμα καινὸν εἰργάσω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ τοῦ Ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη.

Στίχοι

Φλεχθεῖσα σάρκα Μάρτυς Ἄννα λαμπάσιν,

Ἀειφανὴς ὑπῆρξε λαμπὰς Κυρίου.

 

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἀθανασίου Πατριάρχου Κωνσταντινουπόλεως τοῦ ἐν τῷ Ἄθω ἀσκήσαντος.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ ζ'

Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῇ καμίνῳ, τῶν αἰκισμῶν οἱ θεῖοι Μαρτυρες, δρόσον οὐρανόθεν εὗρον ὑπομονῆς, εὐχαρίστως ἀναμέλποντες· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

 

Ἐρηρεισμένον, τὸ τῆς ψυχῆς ἔχοντες φρόνημα, πέτρᾳ τῆς ἀτρέπτου πίστεως τοῦ Χριστοῦ, τῶν ἀθέων τὰ φρυάγματα, σεισμὸν οἱ Μάρτυρες, δι' εὐχῆς ἐκτελοῦντες κατέβαλον.

 

Ἀναρτηθέντες, καὶ τὰς πλευρὰς εὐτόνως ξεόμενοι, ὄξει δριμυτάτῳ τε καὶ πυρκαϊᾷ, συμφλεγόμενοι Μακάριοι, πᾶσαν ἐφλέξατε, τὴν ὑλώδη ἀπάτην, ὑμνοῦντες τὸν Κύριον.

Θεοτοκίον

Ὁ περιβάλλων, τὸν οὐρανὸν ἐν νεφέλαις Πανάχραντε, ἄλλον οὐρανὸν σε ἔδειξε ἐπὶ γῆς, καὶ ἐκ σοῦ περιεβάλετο, ὅλον τὸν ἄνθρωπον, καὶ θεοὶ με δι' οἶκτον ἀμέτρητον.

 

Τοῦ Ὁσίου

 

Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ

Μυρίζουσιν Ὅσιε τῶν σῶν δογμάτων, οἱ λόγοι τῇ χάριτι, τοῦ Πνεύματος λαμπόμενοι· θεότητα μίαν γὰρ σέβων, προσώποις τρισί, Λόγου τε τὴν σάρκωσιν ὑμνῶν, εὐωδιάζεις ἡμᾶς πανόλβιε.

 

Ὁ βίος τῷ λόγῳ σου συνδραμὼν Πάτερ, διπλοῦν σοι τὸν στέφανον, παμμάκαρ προεξένησε· σοφίας γὰρ ὄργανον, Πάτερ πανέντιμε, γέγονας τῷ Κτίστῃ σου βοῶν· Εὐλογημένος καὶ ὑπερένδοξος.

 

Ὁ λόγος σου ἅλατι διηρτυμένος, ὁ βίος σου χάριτι Παμμάκαρ λαμπρυνόμενος, ἐφάνη θεσπέσιε· διὸ τὰς ἄνω μονάς, ᾤκησας γηθόμενος Χριστῷ, σὺν παρρησίᾳ νῦν παριστάμενος.

Θεοτοκίον

Ἰθύνασα πάναγνε τὸν ἐμὸν βίον, πρὸς τὸν σὸν πανεύδιον λιμένα καθοδήγησον, Θεὸν ὡς κυήσασα, τῶν ἀγαθῶν τὴν πηγήν, τοῖς πᾶσι παρέχοντα πιστοῖς, τῆς ἀφθαρσίας τὴν ἀγαθότητα.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ η'

Χεῖρας ἐκπετάσας ΤΟ ΑΚΟΥΤΕ

Πυρὸς κατετόλμησαν φωτί, τοῦ θείου Πνεύματος καταλαμπόμενοι, λεβήτων βράσματα, ἔδειξαν ἀνενέργητα, τὴν ἔνθεον ἀναψυχὴν ἐξ οὐρανοῦ οἱ θεῖοι Μάρτυρες, δεδεγμένοι, οὓς ἐπαξίως πιστοὶ ἀνυμνήσωμεν.

 

Ἀγγέλων ἐπέφανε πληθύς, ἐν τῷ σταδίῳ φαιδρῶς παραθαρρύνουσα, ὑμᾶς πανεύφημοι Μάρτυρες, καὶ τῶν πόνων ὑπεξαίρουσα, μεθ' ὧν τῶν Παίδων τὴν ᾠδὴν ἀνεκραυγάζετε. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ἐγρήγορον ἔχων πρὸς Θεόν, τὸ ὄμμα Σάρβιλε, τὸ τῆς καρδίας σου, βλεφάρων ἔφερες κέντησιν, διελέγχων τὸν δικάζοντα, τῆς ἀθεΐας τῇ νυκτὶ περικρατούμενον· ὅθεν πάντες, σὲ ὡς ἡμέρας υἱὸν μακαρίζομεν.

Θεοτοκίον

Πατρὸς εὐδοκίᾳ τὸν Υἱόν, ἐν μήτρᾳ εἴληφας ἐπισκιάσαντος, τοῦ θείου Πνεύματος Ἄχραντε, καὶ τεκοῦσα ὡς πρὶν πάναγνος, διαμεμένηκας· πρὸς ὃν ἀπαύστως πρέσβευε, λυτρωθῆναι, πάντα τὸν κόσμον φθορᾶς καὶ κολάσεως.

 

Τοῦ Ὁσίου

 

Κάμινος ποτὲ ΤΟ ΑΚΟΥΤΕ

Στέφος εὐπρεπές, Χριστὸς ὁ ζωοδότης, τῇ κορυφῇ σου ἐπιτέθεικε, φερώνυμε Στέφανε· καὶ γὰρ πράξεσι διέπρεψας, καὶ θεωρίαις ἔφανας κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ὅλην ὑπερβάς,τὴν αἴσθησιν παμμάκαρ, νοῒ τῷ πρώτῳ προσωμίλησας, ψυχῆς καθαρότητι πολιτείας τε σεμνότητι, στεφανηφόρε Στέφανε, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Μάρτυρας Χριστοῦ, θεόφρον ἀνυμνήσας, καὶ τῶν ἁγίων τὰ συστήματα, σὺν τούτοις ἐσκήνωσας, εὐφροσύνης ἐμφορούμενος, καὶ θείας ἀπολαύσεως, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Νοῦς ὁ ἀπαθής, ἐν μήτρᾳ σου ἑνοῦται, τῷ ἀνθρωπίνῳ, νοῒ Πάναγνε, σαρκός τε παχύτητι, ὑπὸ χρόνον δὲ ἐγένετο, αἰώνων ὁ ὑπέρτερος· ὅθεν σε Θεοτόκον, πίστει καὶ πόθῳ δοξάζομεν.

Ὁ Εἱρμὸς

“Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον”.

 

Τῶν Μαρτύρων

 

ᾨδὴ θ'

Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ

Παράδεισος ὤφθητε μέσον, ζωῆς τὸ ξύλον κεκτημένοι, κρήνη τε προχέουσα κρουνούς, τῶν ἰαμάτων καὶ ποταμὸς ἀληθῶς, πεπληρωμένοι Ἅγιοι, θείων ναμάτων τῶν τοῦ Πνεύματος.

 

Πύργοι τῆς Χριστοῦ Ἐκκλησίας, καὶ γαληνότατοι λιμένες, τῶν ἐν τῷ πελάγει τῶν δεινῶν, χειμαζομένων Μάρτυρες ὤφθητε, καὶ τῆς εἰρήνης τρόφιμοι, καὶ τῶν Ἀγγέλων ὁμοδίαιτοι.

 

Τῶν ἀμαραντίνων στεφάνων, ἐπιτυχόντες· Ἀθλοφόροι, καὶ τοῦ Παραδείσου τὸ πλάτος, χοροβατοῦντες πάσης στενώσεως, καὶ πειρασμῶν λυτρώσασθε, τοὺς ἐπὶ γῆς ὑμᾶς γεραίροντας.

Θεοτοκίον

Ἡ τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ἁγιωτέρα, πάσης τε τῆς κτίσεως ὁμοῦ, τιμιωτέρα Θεὸν ὃν ἔτεκες, ὑπὲρ ἡμῶν ἱκέτευε, Παρθενομῆτορ τῶν τιμώντων σε.

 

Τοῦ Ὁσίου

 

Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ

Ὑπέρτιμε Στέφανε, νῦν καθαρῶς ἡδόμενος, καὶ τρυφῆς ἀπολαύων τῆς ὑπὲρ ἔννοιαν, ἔνθα τῶν Ἁγίων οἱ δῆμοι, περὶ Θεὸν χορεύουσι Μάκαρ, τοὺς σοὶ καταφεύγοντας, μεσιτεύων πρὸς σὲ ἕλκυσον.

 

Μετέστης γηθόμενος, πρὸς ἐφετῶν ἀκρότατον, πρὸς τὸ μόνον τῷ ὄντι σαφῶς μακάριον, πρὸς τὸ πανυπέρτατον κάλλος, πρὸς τὴν ζωήν, τὴν ὄντως ἀγήρω, πρὸς φῶς τὸ ἀνέσπερον, θεοφόρε Πάτερ Στέφανε.

 

Ὡς ἥλιος ἔλαμψας, ἐν Μοναστῶν συστήμασιν, ἁπαλῶν ἐξ ὀνύχων καθιερούμενος, καὶ ὥσπερ ἀκτῖνας ἐκπέμπων, τὰς ἀρετάς, τῆς σῆς πολιτείας, γλυκύτατε Στέφανε, θεοφόρε Πάτερ Ὅσιε.

Θεοτοκίον

Νοήσαντες πόρρωθεν, προβλεπτικοῖς τοῖς ὄμμασιν, οἱ Προφῆταί σε πάντες προανεφώνησαν, ὡς γενησομένην Μητέρα, τοῦ παντουργοῦ, καὶ πάντων Δεσπότου· διὸ σε πανύμνητε, Θεοτόκε μεγαλύνομεν.

Ὁ Εἱρμὸς

“Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τά ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

 

Ἐξαποστειλάριον τῶν Μαρτύρων

Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ

Σὺν Τερεντίῳ ἤστραψεν, ἡ σεπτὴ Νεονίλλα, Νιτᾶς Φωκᾶς καὶ Σάρβιλος, Βήλης τε καὶ Ἱέραξ, Θεόδουλος καὶ Εὐνίκη· τοῦ Χριστοῦ γὰρ προθύμως, γενναίως ὑπερήθλησαν, καὶ τυράννους καθεῖλον, οἱ εὐκλεεῖς, Ἀθλοφόροι Μάρτυρες οὓς τιμῶντες, φαιδρῶς πανηγυρίζομεν, τὴν λαμπρὰν αὐτῶν μνήμην.

Καὶ τοῦ Ὁσίου

Στεφανηφόρε Στέφανε, σὺ δεξάμενος ζέσιν, τοῦ Παναγίου Πνεύματος, ἀπερράγης τοῦ κόσμου, τὸν σὸν σταυρὸν ἄρας Πάτερ, συγκραθεὶς τῷ Χριστῷ δὲ δι' ἀκριβοῦς ἀσκήσεως, καὶ ἁγνῆς παρθενίας, τῶν ὑπὲρ νοῦν, χαρισμάτων Ὅσιε ἠξιώθης, ἐξ ὧν πλουτίζεις πάνσοφε, τὴν ὑφήλιον πᾶσαν.

Θεοτοκίον

Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ Ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἀχρείων σῶν δούλων, ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρᾳ ᾗ κρίνῃ, γένος βροτῶν, ὡς Θεὸς παρέχων τὰ κατ' ἀξίαν· σὲ γὰρ προστάτιν ἅπαντες, ἔχομεν ἐν ἀνάγκαις.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

 

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.