Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

 

    Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηὲ καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

    Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων.

Στιχηρὰ τοῦ Προφήτου

Ἦχος α'

Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Τὸ Πνεῦμα τὸ Ἅγιον Πατρός, τὸ ἐκπορευόμενον, διὰ τῆς σῆς γλώττης ὥρισε, Χριστοῦ τὴν μέλλουσαν, ἐν ἐσχάτοις χρόνοις, παρουσίαν ἔσεσθαι, ἐπὶ ἀνακαινίσει τῆς κτίσεως. καὶ νῦν τὴν ἔκβασιν, θεωροῦντες τῶν προρρήσεων, σοῦ Προφήτα, τὴν μνήμην γεραίρομεν.

 

Τῇ γνώμῃ πορνεύουσαν τὸ πρίν, ἀπὸ σοῦ Φιλάνθρωπε, φύσιν ἡμῶν μνηστευσάμενος, τῆς βεβηλώσεως, ἐλυτρώσω ταύτην, σεαυτῷ καθ' ἕνωσιν, συνάψας ὑπὲρ νοῦν ἀδιάρρηκτον, καὶ τούτου σύμβολον, ὁ Προφήτης σου γενόμενος, τὰς πρὶν πόρνας, σωφρόνως ἠγάγετο.

 

Προφῆτα θεσπέσιε τὰς σάς, ῥήσεις νῦν θεώμενος, πεπληρωμένας τῇ χάριτι, καὶ παριστάμενος, τῷ Θεῷ τῶν ὅλων, ὑπὲρ πάντων πρέσβευε, τῶν πίστει ἐκτελούντων τήν μνήμην σου, τούτοις αἰτούμενος, τῶν πταισμάτων τὴν συγχώρησιν, καὶ εἰρήνην, καὶ βίου διόρθωσιν.

Στιχηρὰ τοῦ Ὁσιομάρτυρος

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ

Οἱ τῶν πόνων ἱδρῶτές σου, τῆς ἀσκήσεως ἔνδοξε, πρὸς Μαρτύρων στάδιον ἐκκαλούμενοι, πλήρη Ἀνδρέα τὴν ἔφεσιν, ἐν σοὶ ἐναπέθεντο, οὓς εὐκαίρως εἰς Θεόν, ἐπεδείξω στερρότατα, ἀλλὰ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

 

Λίθος ἄλλος ὑπέρτιμος, γεγονὼς διὰ πίστεως, οὐχ ὑπέστης θραῦσιν δεινῶς τυπτόμενος, ἀλλ' ἐπὶ γῆς κυλιόμενος, τῆς πίστεως ἔνδοξε, ὁμαλίσας τὴν ὁδόν, εὐεπίβατον τέθεικας καὶ κατέστρεψας, τῆς δοκήσεως Μάκαρ Κοπρωνύμου, φαυλοτάτην δόξαν ὥσπερ, σεσαθρωμένον θεμέλιον.

 

Ἀποστόλων τοῖς δόγμασι, τεθραμμένος Μακάριε, καὶ Πατέρων ἐνθέων τοῖς διδάγμασι, τοῦ σαρκωθέντος ἐτίμησας, Θεοῦ τὸ ὁρώμενον, ἐν συμβόλοις ἱεροῖς,καὶ σεπτοῖς τοῖς μορφώμασιν· ὅθεν ἔνδοξε, ὑπὲρ τούτου ἀθλήσας ἀνεδείχθης, εὐσεβείας ὑποφήτης, καὶ τῶν Μαρτύρων καλλώπισμα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μυριάκις πανάχραντε, ὑπεσχόμην μετάνοιαν, τῶν ἐμῶν ποιήσασθαι παραπτώσεων, ἀλλ' οὐκ ἐᾷ με ἡ φαύλη μου, των κακῶν συνήθεια, διὰ τοῦτό σοι βοῶ, καὶ προσπίπτω καὶ δέομαι· Σὺ με Δέσποινα, ἐξελοῦ τῆς τοιαύτης τυραννίδος, ὁδηγοῦσα πρὸς τὰ κρείττω, καὶ σωτηρίας ἐχόμενα.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἀμνὰς ἡ κυήσασα, τὸ ἀρνίον τὸ ἄμωμον, τὸ τὴν ἁμαρτίαν ἐλθὸν ἰάσασθαι, παντὸς τοῦ κόσμου Πανάχραντε, οἰκείῳ ἐν αἵματι, τὸ σφαγὲν ὑπὲρ ἡμῶν, καὶ ζωῶσαν τὰ πέρατα, σὺ με ἔνδυσον, γυμνωθέντα τῆς θείας ἀφθαρσίας, ἐξ ἐρίου τοῦ σοῦ τόκου, περιβολὴν θείας χάριτος.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

 

Ἀπολυτίκιον τοῦ Προφήτου

Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ

Τοῦ Προφήτου σου Ὡσηὲ τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ τοῦ Ὁσιομάρτυρος

Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει· καὶ δι' ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, ὁσιομάρτυς Ἀνδρέα ἀοίδιμε.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, ἀναγινώσκονται οἱ Κανόνες τῆς Ὀκτωήχου εἷς, καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.

 

Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

 

Ὡσηὲ μέλπω τοὺς θεοπνεύστους λόγους.

Θεοφάνους

 

ᾨδὴ α' Ἦχος α'

Τῷ βοηθήσαντι Θεῷ ΤΟ ΑΚΟΥΤΕ

Ὡς θεηγόρος ἀληθῶς, ὦ Προφήτα Ὡσηέ, τῷ Ζωοδότῃ παρεστώς, ἐκτενῶς ἱκέτευε, λυτρωθῆναι κινδύνων, ἅπαντας τοὺς εὐφημοῦντάς σε.

 

Σοῦ τῆς ψυχῆς τὸ ὀπτικόν, ἐκκαθάρας μολυσμῶν, κατηξιώθης προορᾶν, τηλαυγῶς τὰ μέλλοντα, καὶ προλέγειν ἀψεύστως, ἄριστα τὰ ἐκβησόμενα.

 

Ἡ τῆς προγνώσεως πηγή, ἡ σοφία τοῦ Θεοῦ, τὸν θεηγόρον Ὡσηέ, προφητείας ποταμόν, ἀνέδειξε τοῖς πᾶσι, βρύοντα θεῖα διδάγματα.

Θεοτοκίον

Ἐπιφανέντα τὸν Χριστόν, ἐκ Παρθένου δι' ἡμᾶς, ἐκ τῆς Αἰγύπτου προφανῶς, ὁ Πατὴρ ἐκάλεσεν, Ὡσηὲ ὡς προεῖπε, πάλαι ὁ θεοπτικώτατος.

 

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος, ἔχων Ἀκροστιχίδα τὴν δέ.

 

Ἀνδρείας ὑμνῶ τὸν φερώνυμον πόθῳ. Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος β'

Ἐν βυθῷ κατέστρωσε ΤΟ ΑΚΟΥΤΕ

Ἀνδρικῶς τὰ πάθη τῆς σαρκός, Πάτερ δουλωσάμενος, τῷ λογισμῷ ἀνδρείας ὡς ἐπώνυμος, τυράννων ὠμότητα, κατεπάλαισας, καὶ νομίμως ἐνήθλησας· ὅθεν σε συμφώνως, πίστει συνελθόντες μακαρίζομεν.

 

Νοητῶς ὡς ἄνθραξ πυρωθείς, θέρμῃ θείου Πνεύματος, τὸν παγετὸν τῶν παθῶν διεσκέδασας, κρουνοῖς τῶν αἱμάτων δέ, πῦρ ἀπέσβεσας, δυσσεβείας ἀλλότριον, μέγιστε Ἀνδρέα, Ὁμολογητὰ θεομακάριστε.

 

Δεσμευθεὶς τῷ πόθῳ τοῦ Χριστοῦ, Πάτερ ἐκ νεότητος, τὸν σὸν σταυρὸν ἀναλαβών, γηθόμενος τούτῳ ἠκολούθησας, ἀρνησάμενος σεαυτὸν διὰ πίστεως, καὶ ὁμολογίας, καὶ τελειοτάτης ἐναθλήσεως.

Θεοτοκίον

Ῥαθυμίας ὕπνῳ τὴν ψυχήν, πάντοτε βαρούμενος, ἐπὶ τὴν σὴν Παρθενομῆτορ ἄχραντε, προστρέχω ἀντίληψιν· Πρὸς ἐγρήγορσιν μετανοίας διέγειρον, τῆς αἰωνιζούσης, τότε ῥυομένη με κολάσεως.

 

Τοῦ Προφήτου ᾨδὴ γ'

Στερέωσόν με Χριστὲ ΤΟ ΑΚΟΥΤΕ

Μυήσει θεοπρεπεῖ, δεδιδαγμένος τὰς θείας ἐκφαντορίας, ἐθνῶν τὴν κλῆσιν, σαφῶς προηγόρευσας Προφῆτα, Πνεύματι Ἁγίῳ τυπούμενος.

 

Ἐσόμενα προορᾶν, ὡς ἐνεστῶτα Θεόφρον ἠξιωμένος, τῶν Ἰουδαίων, σαφῶς τὴν ἀπόπτωσιν προεῖπας, καὶ τῶν νομικῶν τὴν διάβασιν.

 

Λυτροῦσθαι τὸν Ἰσραήλ, οὐκ ἐν πολέμῳ καὶ τόξῳ καὶ πανοπλίᾳ, ἀλλ' ἐν Κυρίῳ Θεῷ Παντοκράτορι προέφης, σάρκωσιν τοῦ Λόγου σημαίνων ἡμῖν.

Θεοτοκίον

Παρθένε χαῖρε σεμνή, ἡ συλλαβοῦσα τὸν Λόγον σωματωθέντα, τὸν τῷ ἰδίῳ, ἡμᾶς λυτρωσάμενον ἐκ πλάνης, αἵματι ἁγίῳ, καὶ σώματι.

 

Τοῦ Ὁσιομάρτυρος

Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ

Ἐρείσας τοῦ νοός σου τὰς βάσεις Πάτερ, ἐν πέτρᾳ τῆς ἀγάπης Χριστοῦ οὐδόλως, προσπνεύσεσι σεσάλευσαι ἐναντίαις, βοῶν τῷ Κτίστῃ σου· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

 

Ἰάσεις καὶ πρὸ τέλους καὶ μετὰ τέλος, πηγάζεις θεορρῆμον τοῖς ἀσθενοῦσι, καὶ πνεύματα ἀκάθαρτα ἀπελαύνεις, Ἀνδρέα Ὅσιε, βοῶν τῷ Κτίστη σου· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

 

Ἀσκήσεως τοῖς δάκρυσι λελουμένος, ἐν αἵμασι Μαρτύρων ἐκαλλωπίσθης καὶ ὅλος ὡραιότατος δεδειγμένος, βοῶν ἀνέδραμες, πρὸς τὸν ποθούμενον· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

Θεοτοκίον

Σαρκὸς ἐν ὁμοιώματι γεγονότα, Πατρὸς τὸν ὁμοούσιον Θεὸν Λόγον, ἐκύησας Πανάμωμε ὑπὲρ λόγον, Παρθένος μείνασα, μετὰ τὴν κύησιν· διὰ τοῦτο πίστει σε μακαρίζομεν.

Ὁ Εἱρμὸς

«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ Πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».

 

Κάθισμα τοῦ Προφήτου

Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Ὑπέκλινας τὸ οὖς, τῷ λαλοῦντι Προφήτα, καὶ πάντων μυηθείς, τῶν μελλόντων τὴν γνῶσιν, Χριστοῦ προεσήμανας, παρουσίαν τὴν ἔνθεον· ὅθεν σήμερον, τὴν Παναγίαν σου μνήμην, ἑορτάζοντες, τὸν Λυτρωτὴν ἀνυμνοῦμεν, τὸν σὲ μεγαλύναντα.

Δόξα... Τοῦ Ὁσιομάρτυρος

Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Φερωνύμως Ἀνδρέα ὡς ἀληθῶς, κραταιούμενος πίστει τῇ εὐσεβεῖ, Μάρτυς ἀξιάγαστε, ὡς Xριστῷ συνεπόμενος, Μοναστῶν τὰς χορείας, ἐφαίδρυνας πράξεσι, καὶ Ὁσίων τῆς δόξης ἐδείχθης ἐφάμιλλος· ὅθεν καὶ Μαρτύρων, ὑπελθὼν τοὺς ἀγῶνας, γενναίως ἐνήθλησας, καὶ νομίμως ἠρίστευσας. Πρωτοκλήτου ὁμώνυμε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον

Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δὸς μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον

Καθελκόμενον Λόγε ἐν τῷ Σταυρῷ, ὑπ' ἀνδρῶν παρανόμων γνώμῃ σκαιᾷ, ὁρῶσα ἡ Μήτηρ σου, τὴν ψυχὴν ἐτιτρώσκετο, καὶ κοπτομένη σπλάγχνα, ἐθρήνει κραυγάζουσα· καὶ συνοχῇ καρδίας, ἐβόα στενάζουσα· Οἴμοι τῇ τεκούσῃ, σὲ Υἱὲ καὶ Θεέ μου! πῶς θέλων ὑπέμεινας, τοῦ προσώπου ῥαπίσματα, καὶ ἐμπτύσματα βέβηλα, ἄδικὸν τε θάνατον νῦν, ἐπὶ ξύλου ἥλοις προσπηγνύμενος; Ὄντως ταῦτα πάσχεις, τοῦ σῶσαι τὸν ἄνθρωπον.

 

Τοῦ Προφήτου ᾨδὴ δ'

Κατενόησα Παντοδύναμε ΤΟ ΑΚΟΥΤΕ

Ὡσηὲ τὸ θεοπτικώτατον ὄμμα τῆς Ἐκκλησίας, κινδύνων σῷζε τοὺς ἀνυμνοῦντάς σε.

 

Τὸ λαμπρότατον καὶ στερρότατον, τοῦ Πνεύματος δοχεῖον, πρεσβεύων σῷζε τοὺς ἀνυμνοῦντάς σε.

 

Ὁ Κριτῇ πάντων παριστάμενος, ὡς ἔνθεος Προφήτης, παθῶν με ῥῦσαι ταῖς ἱκεσίαις σου.

Θεοτοκίον

Ὑπερβέβηκας ἀειπάρθενε, τῶν Ἀγγέλων τὰς τάξεις, τὸν Κτίστην τούτων κυοφορήσασα.

 

Τοῦ Ὁσιομάρτυρος

Ἐλήλυθας, ἐκ Παρθένου ΤΟ ΑΚΟΥΤΕ

Ὑπήκοος, γεγονὼς τῶν Χριστοῦ διατάξεων, τὸ τούτου ὁμοίωμα, Πάτερ σεπτῶς προσεκύνησας· ὅθεν ὁ παράνομος, σὲ πολυτρόποις αἰκίαις ἐθανάτωσε.

 

Μυρίπνοος, ἀρετῶν εὐωδίᾳ γενόμενος, ἐν τάφῳ νῦν κείμενος, εὐωδιάζεις τὰ πρόσωπα, τῶν προσπελαζόντων σοι, ἐν ἀδιστάκτῳ καρδίᾳ Πάτερ Ὁσιε.

 

Νοσήσαντα, Μαμωνᾶν τὸν παγκάκιστον Ὅσιε, ἀθλίως τὴν αἵρεσιν, ἐν παρρησίᾳ διήλεγξας, πρόμαχος γενόμενος, τῶν Ὀρθοδόξων Ἀνδρέα ἀξιάγαστε.

Θεοτοκίον

Ὡς εὔφορον, ἐγεώργησας χάριτος ἄσταχυν, τὸν τρέφοντα ἅπαντας, τοὺς ὀρθοδόξως τιμῶντάς σε, Δέσποινα πανύμνητε, τὸν ἐκ τῆς σῆς σαρκωθέντα μήτρας Κύριον.

 

Τοῦ Προφήτου ᾨδὴ ε'

Ἐκ νυκτὸς ὀρθρίζοντες ΤΟ ΑΚΟΥΤΕ

Συμπαθῶς κινούμενος, ἐδίδαξας ἡμᾶς, τὴν τοῦ Θεοῦ μακρόθυμον, εὐσπλαγχνίαν καὶ χρηστότητα, δι' ἧς φείδεται πάντων, Προφῆτα θεσπέσιε.

 

Θανατώσας θάνατον, ἀνέστη ὁ Χριστός, ὡς ἡ σοφή σου πρόρρησις, Θεοφάντορ προεμήνυσε, καὶ ζωὴν ταῖς ἐν ᾍδου, ψυχαῖς ἐδωρήσατο.

 

Ἐκ βυθοῦ πταισμάτων με, Προφῆτα Ὡσηέ, προσευχαῖς ἐξάρπασον, παρρησίαν ἀκατάγνωστον, πρὸς Χριστὸν κεκτημένος, θεόφρον πανόλβιε.

Θεοτοκίον

Ὁ τῶν ὅλων Κύριος, καὶ πάντων βασιλεύς, ὁ τῷ Πατρὶ συνάναρχος, ὑπὸ χρόνον γέγονε Θεοτόκε Παρθένε, καὶ σάρξ ἐχρημάτισεν.

 

Τοῦ Ὁσιομάρτυρος

Ὁ φωτισμὸς ΤΟ ΑΚΟΥΤΕ

Τὸν σκοτασμόν, βδελυξάμενος Πάτερ τῆς ἁμαρτίας, ὅλος ἀναλάμψει τῆς ἀπαθείας, φῶς καθωράθης καὶ φωτίζεις τοὺς πίστει, προσιόντας τῷ θείῳ τάφῳ σου, ταῖς τῶν ἰαμάτων αὐγαῖς θείᾳ χάριτι.

 

Ὅλος Θεοῦ, καταγώγιον ὤφθης καλῶς βιώσας, καὶ γενναιοφρόνως ἀθλήσας Πάτερ· καὶ νῦν ἐν τάφῳ κατακείμενος μένεις, σῶος μάκαρ καὶ ἀδιάλυτος, πάντων διαλύων πιστῶν τὰ νοσήματα.

 

Νεανικῶς, ἀριστεύσας παμμάκαρ κατὰ δαιμόνων, καὶ κατὰ ἀνθρώπων αἱρετιζόντων, αἰωνιζούσης ἠξιώθης εὐκλείας, καὶ στεφάνων Ἀνδρέα· ὅθεν σε, μετὰ πόθου πάντες πιστοὶ μακαρίζομεν.

Θεοτοκίον

Φέρεις Χριστόν, ἐν ἀγκάλαις ἀρρήτῳ κυοφορίᾳ, ἐναγκαλιζόμενον τοὺς κακίᾳ, καθυπαχθέντας καὶ τῷ πλάνῳ ἀθλίως, δουλωθέντας Κόρη πανύμνητε· ὅθεν ὡς Θεοῦ σε Μητέρα δοξάζομεν.

 

Τοῦ Προφήτου ᾨδὴ ς'

Τὸν Προφήτην διέσωσας ΤΟ ΑΚΟΥΤΕ

Προθεσπίζων τὰ μέλλοντα, Ὡσηὲ παμμακάριστε, τὴν πρὸς τοὺς ἀνθρώπους τοῦ Λόγου, ἐδήλωσας κάθοδον.

 

Νεκρωθέντα τοῖς πταίσμασιν, ἡ ζωὴ ἡ ἀθάνατος, ἐκ τῶν κενεώνων τοῦ ᾍδου, ὡς ἔφης ἀνήγαγε.

 

Νομικῶν τὴν ἀναίρεσιν, Ἰουδαίων τὴν ἔκπτωσιν, καὶ τῶν ἐθνῶν τὴν στάσιν, Προφῆτα ἐδήλωσας.

Θεοτοκίον

Ἐκ γαστρός σου ἀνέτειλε, Θεὸς Λόγος Πανάμωμε, σάρκα δι' ἡμᾶς ἀπορρήτως, φορέσας ὡς εὔσπλαγχνος.

 

Τοῦ Ὁσιομάρτυρος

Ἐν ἀβύσσῳ πταισμάτων ΤΟ ΑΚΟΥΤΕ

Ἐν φρουρᾷ σε ὁ ἄνομος ἔθετο, ὑπὲρ τοῦ Δεσπότου Ἀνδρέα φρουρούμενον, καὶ τὸ αὐτοῦ φυλάττοντα, ἀπαράτρωτον ἔνθεον θέλημα.

 

Ῥηγνυμένης σαρκὸς οὐκ ἐφρόντισας, ταῖς κατατομαῖς τῶν μαστίγων Μακάριε, ἀλλ' ὥσπερ ἄλλου πάσχοντος, ἐκαρτέρεις ἐνθέως ῥωννύμενος.

 

Ὡς πολύτιμος ὄλβος κρυπτόμενος, Πάτερ φανεροῦσαι ὑπ' ὄψεσι κείμενος, ὡς εὐσεβῶν καὶ θαύμασι, πάντας καταπλουτίζεις τοὺς τιμῶντάς σε.

Θεοτοκίον

Νοερὰν σε λυχνίαν προέβλεπε, πάλαι ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Xριστὸν Ἁγνὴ βαστάζουσαν, δι' οὗ πάντες ἡμεῖς ἐφωτίσθημεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Κοντάκιον Ἦχος γ'

Ἡ Παρθένος ΤΟ ΑΚΟΥΤΕ

Ἑορτάζει σήμερον, ἡ Βασιλεύουσα πόλις, ἑορτὴν ὑπέρλαμπρον, τῆς φωτοφόρου σου Μνήμης, ἅπασαν προσκαλουμένη πόλιν καὶ χώραν· χαίρει γάρ, ὡς κτησαμένη θησαυρόν μέγαν, τὸ πολύαθλόν σου σῶμα, Ἀνδρέα Μάρτυς, ὀρθοδοξίας φωστήρ.

Ὁ Οἶκος

Ἀντὶ ὅπλων, σταυρὸν ἀράμενος πανένδοξε, ἀντὶ θώρακος δέ, τὴν πίστιν ἐνδυσάμενος, πρὸς πάλην ἐξῆλθες ἐχθρῶν ἀοράτων καὶ ὁρωμένων, Μάρτυς, αὐτόκλητος, καὶ τούτων κατέβαλες τὰς παρατάξεις σθένει τοῦ Πνεύματος· οὗ ἐμφορηθεὶς πλουσίως Ὅσιε, κἀμοὶ παράσχου βραχεῖαν χάριν, φωταγωγοῦσάν μου τὸν νοῦν, ἀξίως τοῦ ὑμνῆσαί σου τοὺς γενναίους ἀγῶνας, ὀρθοδοξίας φωστήρ.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηέ.

Στίχοι

Θεὸν τυποῖς μνηστῆρα γῆς πορνευτρίας,

Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις.

Ἑβδομάτῃ δεκάτῃ Ὡσηὲ νέκυν κτερέϊξαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος, Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει.

Στίχοι

Ἀμφοῖν ποδῶν σῶν Ἀνδρέα τμηθεὶς ἕνα,

Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου καὶ Δικαίου Λαζάρου.

Στίχοι

Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας,

"Λάζαρε δεῦρο" χριστομιμήτως λέγει.

 

Εἰς τὴν κατάθεσιν τοῦ Λειψάνου τοῦ αὐτοῦ Ἁγίου Λαζάρου.

Στίχοι

Κρύπτουσα νεκρὸν Λαζάρου Ῥώμη Νέα,

Ἄλλη παρ' ἡμῖν δείκνυται Βηθανία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων καὶ Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Λεοντίου, Ἀνθίμου, καὶ Εὐτροπίου.

Στίχοι

Ἐκ τοῦ γένους Ἄραβας, ἐκ δὲ τοῦ ξίφους,

Θείους ἀριστεῖς οἶδα τούς, Ἀναργύρους.

Λεοντίου τμηθέντος, ὤλετο πλάνος,

Λεοντομήρμυξ, ὡς Ἰὼβ βίβλος λέγει.

Ἄνθιμος, Εὐτρόπιος ἐκτετμημένοι,

Ἀνθοῦσι λαμπρὸν καὶ πανευπρεπὲς μάλα.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Τοῦ Προφήτου ᾨδὴ ζ'

Ἀβραμιαῖοι Παῖδες ΤΟ ΑΚΟΥΤΕ

Ὑπερφυεῖ φωτισμῷ, Ὡσηὲ τὸν νοῦν φωτιζόμενος, τῶν μελλόντων μάκαρ τὴν γνῶσιν ἐπλούτησας, τῷ Δεσπότῃ κραυγάζων· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Σὺ ἐν χερσὶ προφητῶν, ὡμοιώθης πληθύνας ἀθάνατε, τὰς ὁράσεις Σῶτερ ποικίλως μορφούμενος, τοῖς σοὶ πίστει βοῶσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Τοῦ Ἰσραὴλ σὺ πηγή, σωτηρίας προχέουσα νάματα, ποταμὸν εἰρήνης Χριστὸν προκηρύττουσα, Ὡσηέ, ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ὁ ἐξ ἀνάρχου Πατρός, ἀναλάμψας ἐκ σοῦ σεσωμάτωται, Θεομῆτορ Κόρη, δι' ἄφατον ἔλεος, ὃν ὑμνοῦντες βοῶμεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Τοῦ Ὁσίου

Ἀντίθεον πρόσταγμα ΤΟ ΑΚΟΥΤΕ

Ὑψούμενα κύματα τῆς πονηρίας, τὸν νοῦν οὐκ ἐσάλευσαν, τὸν σὸν Ἀνδρέα Ὅσιε, ἐν πέτρᾳ τῆς γνώσεως, Χριστοῦ ἱστάμενον· ὅθεν πᾶσιν ἄκλυστος λιμήν, χειμαζομένοις σαφῶς γεγένησαι.

 

Μωραῖς συζητήσεσιν ὁ δολιόφρων, τὸν νοῦν σκοτιζόμενος, συλῆσαι ἐπειρᾶτό σε, δογμάτων λαμπρότησι καλλωπιζόμενον, ὤφλησε δὲ γέλωτα Σοφέ, πλησθεὶς αἰσχύνης τῇ παρρησίᾳ σου.

 

Ὁ νοῦς σου ταῖς νεύσεσι ταῖς θειοτάταις, καθωραϊζόμενος, Ἀνδρέα ἀξιάγαστε, ἀστέρα ὁλόφωτον, πᾶσί σε ἔδειξε, θαύμασιν ἑκάστοτε πιστούς, φωταγωγοῦντα ἀνευφημοῦντάς σε.

Θεοτοκίον

Ναὸς ἐχρημάτισας Θεοῦ τοῦ ζῶντος, ἐν ᾧ τὴν κατοίκησιν ἀρρήτως ἐποιήσατο, Παρθένε πανύμνητε, ὁ οὐρανοὺς κατοικῶν, καὶ δι' ἀγαθότητα πολλήν, βροτὸς γενέσθαι καταδεξάμενος.

 

Τοῦ Προφήτου ᾨδὴ η'

Τὸν ἐν φλογὶ πυρὸς ΤΟ ΑΚΟΥΤΕ

Ὑπὲρ κατάληψιν, ἡ Προφήταις δοθεῖσα παρὰ τῆς θείας δωρεᾶς, προγνωστικὴ ἐνέργεια, καὶ μελλόντων γνῶσις! Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Στόμα θεόπνευστον, κεκτημένος καὶ γλῶσσαν, θεηγοροῦσαν Ὡσηὲ θεοσεβείας αἴγλην τε, φωταγωγοῦσαν μέλπεις· Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Λόγοις καὶ πράγμασι προφητεύων ἐλέγχεις, τὸν ἐκπορνεύσαντα λαόν, συμβολικῶς Πανόλβιε, ἐκδιδάσκων μέλπεις· Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον

Ὁ συναΐδιος, τοῦ Θεοῦ Θεὸς Λόγος, ἐκ τῆς ἁγίας σου γαστρός, σωματωθεὶς ἐπέφανεν, Ἁγνὴ τοῖς βοῶσιν· Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Ὁσίου

Κάμινος ποτὲ ΤΟ ΑΚΟΥΤΕ

Πάθη τῆς σαρκός, Σοφὲ προθανατώσας, ἀσκητικοῖς ἐπ' ἀγωνίσμασιν, ἤθλησας στερρότατα, τοῦ Σωτῆρος τὸ ὁμοίωμα, καὶ τῆς Παρθένου πάντων τε, Ὅσιε τῶν Ἁγίων, τιμητικῶς ἀσπαζόμενος.

 

Οἱ μανιωδῶς, κατὰ Χριστοῦ λυττῶντες, θῆρες ὡς ἄγριοι ἐπέθεντο, Πάτερ θανατῶσαί σε· ὅθεν σύροντες καὶ παίοντες, ἀπέρριψαν εἰς βάραθρα, Μάρτυρα ἀληθείας, σὲ προφανῶς ἐργαζόμενοι.

 

Θαύμασι πιστούς, ὡς νάμασιν ἀρδεύεις, καὶ φυγαδεύεις Παμμακάριστε, πονηρίας πνεύματα, καὶ καθαίρεις ἀρρωστήματα, τὴν χάριν τῶν ἰάσεων, ἄνωθεν δεδεγμένος, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

 

Ὤφθης Οὐρανῶν, Παρθένε πλατυτέρα, Θεὸν ἐν μήτρᾳ σου χωρήσασα, τὸν πᾶσιν ἀχώρητον· ὃν ἱκέτευε λυτρώσασθαι, στενοχωρίας ἄχραντε, Δέσποινα ψυχοφθόρου, τούς εὐσεβῶς ἀνυμνοῦντάς σε.

Ὁ Εἱρμὸς

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

Τοῦ Προφήτου ᾨδὴ θ'

Χαῖρε Παρθενίας ΤΟ ΑΚΟΥΤΕ

Γέρας ὡς Προφήτης εἴληφας, Ὡσηὲ δεξάμενος, στέφανον εὐπρεπείας, παρὰ τοῦ Θεοῦ παμμακάριστε.

 

Ὅλῳ τῷ φωτὶ λαμπόμενος, τοῦ Χριστοῦ Πανάριστε, δίδου ταῖς σαῖς πρεσβείαις, τοῦτον εὐμενῆ τοῖς ὑμνοῦσί σε.

 

Ὕμνοις σὺν Ἀγγέλων τάγμασιν, Ὡσηὲ παρέστηκας, τὸν Δεσπότην γεραίρων, ζήσας πολιτείαν ἰσάγγελον.

Θεοτοκίον

Σῶσαι βουληθεὶς τὸν ἄνθρωπον, ὁ Σωτὴρ καὶ Δεσπότης, ἐξ ἀχράντου Παρθένου, σάρκα τὴν ἡμῶν ἐνεδύσατο.

 

Τοῦ Ὁσίου

Ἀνάρχου Γεννήτορος ΤΟ ΑΚΟΥΤΕ

Ἰδοὺ Πάτερ Ὅσιε, τὸν δρόμον σου ἐτέλεσας, τὴν ὀρθόδοξον πίστιν τηρήσας ἄμωμον, δι' ἣν ἐναθλήσας νομίμως, στέφος διπλοῦν ἄνωθεν ἐδέξω, ὡς Μάρτυς ἀήττητος, ἀσκητὴς ἀκαταγώνιστος.

 

Ὡς κρίνον ἡδύπνοον, ὡς ῥόδον Πάτερ ἤνθησας, ἐν λειμῶνι, τῆς θείας σαφῶς ἀσκήσεως, καὶ εὐωδιάζεις ὡς κέδρος, μαρτυρικῶς κατηγλαϊσμένος, Ἀνδρέα πανόλβιε, μοναζόντων ἐγκαλλώπισμα.

 

Σημείοις καὶ τέρασι, σαφῶς ὡραϊζόμενος, ἀδιάλυτος μένεις πάντων ἐπ' ὄψεσι, κείμενος παμμάκαρ Ἀνδρέα, καὶ τὰς ψυχὰς φωτίζων τῶν πίστει, θερμῇ προσιόντων σοι, καὶ ἀεὶ μακαριζόντων σε.

 

Ἡμέραν ἑόρτιον, καὶ θυμηδίας ἔμπλεων, τὴν ἁγίαν σου μνήμην ἄγοντες σήμερον, πίστει ἐκβοῶμέν σοι Πάτερ. Ταῖς πρὸς Θεὸν ἁγίαις λιταῖς σου, πασῶν ἡμᾶς λύτρωσαι, τῶν τοῦ βίου περιστάσεων.

Θεοτοκίον

Φωτὸς οἰκητήριον, ἡ μήτρα σου γεγένηται, τοῦ φωτίσαντος κόσμον αὐγαῖς Θεότητος, καὶ τῆς ἀγνωσίας τὸ σκότος, ἀπὸ τῆς γῆς πανάμωμε Κόρη, τελείως διώξαντος· διὰ τοῦτό σε δοξάζομεν.

Ὁ Εἱρμὸς

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

 

Ἐξαποστειλάριον τοῦ Προφήτου

Τοὶς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ

Ὡς λίαν ὑπερθαύμαστος, Ὡσηὲ θεηγόρε, ἡ ἐκ Θεοῦ δοθεῖσά σοι, πνευματέμφορος χάρις, δι' ἧς προεῖπας Προφήτα, ἐμφανῶς τοῦ Σωτῆρος, τὴν ἐκ Παρθένου σάρκωσιν, τὸν σταυρὸν καὶ τὰ πάθη, καὶ τὴν σεπτήν, θείαν ἐξανάστασιν, Ἰσραὴλ δέ, τοῦ ὄντως ματαιόφρονος, ἐξολόθρευσιν ἄρδην.

Τοῦ Ὁσίου, ὅμοιον

Ἀνδρέαν τὸν καλλίνικον, εὐφημήσωμεν πάντες, ἐνθέως ἑορτάζοντες, τὴν σεπτὴν αὐτοῦ μνήμην, οἱ εὐσεβεῖς μετὰ πόθου· οὗτος γὰρ τοῦ Σωτῆρος, τὰ σεπτὰ ἐκτυπώματα, τῶν Ἁγίων τε πάντων, πανευσεβῶς, τιμῶν ἀνεκήρυξεν· ὅθεν στέφος, ἐν οὐρανοῖς ἐδέξατο, σὺν Ἀγγέλοις χορεύων.

Θεοτοκίον

Σὲ προεδήλου Πάναγνε, προελθεῖν ἐκ λαγόνων, στειρωτικῶν ἡ ἄνικμος, ῥάβδος του Ἱερέως, βλαστήσασα παραδόξως· σὲ Προφῆται καὶ νόμος, Μητέρα προεκήρυττον, τοῦ Δεσπότου τῶν ὅλων, καὶ Ποιητοῦ· ὃν δυσώπει πάναγνε Παναγία, σωθῆναι τοὺς ὑμνοῦντας σε, ἄχραντε Θεοτόκε.

 

Εἰς τὸν Στίχον, Στιχηρά τῆς Ὀκτωήχου. Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.