Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

 

    Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου, ἑνὸς τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

    Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου τρία.

 Ἦχος δ'

  ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ

τὴν ἀκτῖνα τὴν θείαν δεδεγμένος, ὅτε νεύσει κρείττονι πεπληρωμένος σοι, πρώην ζόφῳ κρατούμενος, προσῆλθε Σαῦλος, τὴν θείαν κάθαρσιν ἐξαιτούμενος, τότε παμμακάριστε, ὡς Ἱεράρχης σοφός, υἱοθετεῖς τῷ βαπτίσματι, τὸν μετὰ ταῦτα, τὴν οἰκουμένην υἱοθετήσαντα· ὅθεν σὺν τούτῳ μακαρίζομεν, σὲ τοῦ Χριστοῦ τὸν Ἀπόστολον, Ἀνανία θεόφρον, ἱκετεύοντα σωθῆναι ἡμᾶς.

 

Μεμυημένος τὰ θεῖα παραδόξως, βροντῆς γεγωνότερον Μάκαρ ἐσάλπισας, λόγον Θεοῦ τὸν σωτήριον, καὶ τοὺς ὑπνοῦντας, ἐν τοῖς μνημείοις τῆς ματαιότητος, ἐξήγειρας νέκρωσιν ἐναπορρίψαντας, τὴν τοῖς νεκροῖς συνοικίζουσαν, καὶ ἐν τῷ ᾍδῃ, τοὺς κεκτημένους ἐναποστρέφουσαν· οὓς ἀπειργάσω τοῦ νεκρώσαντος, τὸν νεκρωτὴν σκεύη τίμια, Ἰησοῦ τοῦ Δεσπότου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

Ὡς φωτοφόρος, ὡς θεῖος ὑποφήτης, ὡς Μάρτυς θεόκριτος τῶν παθημάτων Χριστοῦ, καὶ τῆς μελλούσης φανήσεσθαι, ἀρρήτου δόξης, συγκληρονόμος τε καὶ συμμέτοχος, συνὼν τῷ δεσπόζοντι καὶ ἐνηδόμενος, ταῖς πηγαζούσαις ἑκάστοτε, φωτοχυσίαις, ἐκ τοῦ ἀδύτου φέγγους θεσπέσιε, τὴν φαιδροτάτην τοὺς τελοῦντας σου, νῦν Ἑορτὴν ἱκεσίαις σου, ζοφερῶν ἐκ κινδύνων, Ἀνανία ἐλευθέρωσον.

Καὶ τοῦ Ὁσίου τρία

 Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

μουσουργέτης, λύρα, τοῦ θείου Πνεύματος, ἀηδών, τέττιξ, τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας, πᾶσιν ἡμῖν, τάς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας, καὶ δι' αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.

 

φαεινότατος λύχνος, καὶ διειδέστατος, μελουργὸς κιθάρα, νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων, ᾄδει τρανῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν ἀσιγήτοις τοῖς ὕμνοις δοξολογεῖν, τῆς θεότητος τὴν μίαν αὐγήν.

 

Σὺ τῷ Δεσπότῃ τῶν ὅλων, ὡς παριστάμενος, καὶ παρρησίαν Πάτερ, πρὸς αὐτὸν κεκτημένος, ἡμῶν τῶν ἐκτελούντων, μνήμην ποιοῦ, τὴν φαιδρὰν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, Ῥωμανὲ θεομακάριστε.

ΔόξαἮχος α'

Βυζαντίου, οἱ δέ, Ἀνατολίου

Τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μέγα δοχεῖον τοῦ Πνεύματος, Παῦλον τὸν Ἀπόστολον ἐφώτισας Ἀπόστολε, θεόθεν κατ' ἀποκάλυψιν χρηματισθείς, ὡς αὐτόπτης τοῦ Λόγου, καὶ μύστης τῶν θαυμάτων αὐτοῦ, Ἀπόστολος δὲ πρὸ τῶν μαθητῶν, καὶ πιστὸς οἰκονόμος τῆς νέας Διαθήκης. Διὸ αὐτὸν μιμούμενος, τὸν διδάσκαλον Χριστόν, τὸ οἰκεῖον αἷμα ἐξέχεας, μαρτυρικῷ πάθει ὁμολογητὴς γενόμενος, Ἀνάνια Ἱεράρχα Χριστοῦ, καὶ τὸν δρόμον τελέσας, τὴν πίστιν τε ἄσυλον τηρήσας, σὺν τοῖς ἄνω λειτουργοῖς ἐν ὑψίστοις αὐλιζομενος, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Πανεύφημοι, Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ

Ἐλέους ἡ ἄβυσσος ἐμέ, τὸν βυθὸν γενόμενον, ἀκαθαρσίας ἐλέησον, καὶ λοῦσον πάντα μου, τῶν παθῶν τὸν ῥύπον, μετανοίας δάκρυσι, καὶ θείᾳ κατανύξει, λαμπρύνασα, δι' ἧς μοι δώρησαι, ταπεινὸν τῷ ὄντι φρόνημα, καὶ καρδίας, συντριβὴν σωτήριον.

 Ἢ Σταυροθεοτοκίον

Τὸν ἴδιον ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος, Οἴμοι! θρηνῳδοῦσα ἔλεγε· Ποῦ σου τὸ κάλλος ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου προσφιλέστατε;

 

    Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ὀκτωήχου, λέγομεν δὲ καὶ τὸ παρὸν ἰδιόμελον τοῦ Ἀποστόλου μετὰ τοῦ Στίχου αὐτοῦ.

 Ἦχος δ'

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ.

 

Ἀθλοφορικὸν ἐνδιαίτημα ἀπεφάνθης, Ἀνανία Ἀπόστολε, καὶ λίθοις ὡς ἄνθεσι πυκαζόμενος, ὑπὲρ τοῦ παθόντος σαρκὶ δι' ἡμᾶς, ἑκουσίως τὸ αἷμά σου ἐξέχεας· ὅθεν ἡ Δαμασκὸς ἐναβρύνεται, τῇ ἱερᾷ, πανηγύρει σου σήμερον· οὐ μόνον δὲ ἐκείνη, ἀλλὰ καὶ πᾶσα ἡ ὑφήλιος, τῶν θαυμάτων σου τὰ τεράστια σαφῶς ἀνακηρύττουσα βοᾷ· Πρέσβευε πρὸς Θεόν, τοῦ δωρήσασθαι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.

Δόξα... Ἦχος πλ. β’

Πρώτη καλῶν ἀπαρχή, ὤφθης σωτηρίας ἀφορμή, Ῥωμανὲ Πατὴρ ἡμῶν· Ἀγγελικὴν γὰρ ὑμνῳδίαν συστησάμενος, θεοπρεπῶς ἐπεδείξω τὴν πολιτείαν σου. Χριστὸν τὸν Θεὸν ἱκέτευε, πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι τοὺς ἀνυμνοῦντας σε.

Καὶ νῦν… Θεοτοκίον

Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ

Ἀντίληψις καὶ σκέπη μου, ὑπάρχεις παναμώμητε, Θεοτόκε· σὲ γὰρ ἔχω βοηθόν, ἐν θλίψεσι καὶ νόσοις, καὶ ταῖς στενοχωρίαις, καὶ σὲ δοξάζω τὴν ἀμώμητον.

 Ἢ Σταυροθεοτοκίον

Ἡ Πὰναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς. Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

 

 Ἀπολυτίκιον τοῦ Ἀποστόλου Ἦχος γ´

Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ τοῦ Ὁσίου Ἦχος πλ. δ´

Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ῥωμανὲ τὸ πνεῦμά σου.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Ἡ συνήθης Στιχολογία καὶ οἱ Κανόνες, τῆς Ὀκτωήχου εἷς, καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.

 

    Ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχὶς (ἄνευ τῶν Θεοτοκίων).

 Ἀνανίου με τὸ κλέος δοξαζέτω.

Ἰωάννου Μοναχοῦ

 

ᾨδὴ α' Ἦχος πλ. α'

Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ

Ἀνοίξωμεν στόμα εὐφημικόν, τρανώσωμεν γλῶτταν, ἐν τῇ μνήμῃ πάντες πιστοί, τοῦ ἀρχιποίμενος Ἀνανίου, καὶ σὺν αὐτῷ τῷ Θεῷ ἡμῶν ᾄσωμεν.

 

Νυμφίῳ ἀχράντῳ νυμφαγωγεῖ, τὴν ἄσπιλον νύμφην, Ἀνανίας ὁ εὐκλεής, Χριστοῦ τὴν ἐνταῦθα Ἐκκλησίαν, μεθ' ἧς φαιδρῶς τῷ Θεῷ ἡμῶν ᾄσωμεν.

 

Ἀρχαῖος γενόμενος μαθητής, τῷ νέῳ βραβεύεις, τὴν ἀνάβλεψιν φοιτητῇ, τῷ πάλαι διώκτῃ Ἀνανία, καὶ μελῳδεῖς· Τῷ Θεῷ ἡμῶν ᾄσωμεν.

Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

 

Ὁ Κανὼν τοῦ Ὁσίου

 

 ᾨδὴ α' Ἦχος πλ. β´

 Ὡς ἐν ἠπείρῳ ΤΟ ΑΚΟΥΤΕ

Φωτολαμπεῖς λαμπηδόνας ἐξ οὐρανοῦ, ἡμῖν ἐξαπόστειλον, ταῖς πρεσβείαις σου σοφέ, Ῥωμανὲ θεσπέσιε, τὴν σήν, εὐφημῆσαι ἱερὰν μνήμην ἐν ᾄσμασιν.

 

Ἀπὸ νεότητος ὅλον σὺ τῷ Χριστῷ, σαυτὸν παραθέμενος, ἠκολούθησας αὐτῷ, φεγγοβόλοις λάμψεσι τὸν νοῦν, οὐρανόθεν, Ῥωμανὲ καταστραπτόμενος.

 

Ὡραϊσμένος τῷ κάλλει τοῦ παντουργοῦ, καὶ Ἁγίου Πνεύματος, ὡς ἀστὴρ φωτολαμπής, ἀρετῶν φαιδρότητι σοφέ, ἀνεδείχθης Ῥωμανέ, κόσμου τοῖς πέρασιν.

Θεοτοκίον

Ἐκ σου προῆλθεν ἀφράστως ὁ τοῦ Θεοῦ, Λόγος ὁ συνάναρχος, ἐπ' ἐσχάτων τῶν καιρῶν, καὶ τὸν πρῶτον ἄνθρωπον φθορᾷ, πεπτωκότα, Θεοτόκε ἀνεσώσατο.

 

Τοῦ Ἀποστόλου

 

ᾨδὴ γ´

Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ

Νεύμασιν ἑπόμενος, τοῦ Διδασκάλου σου γέγονας, Ἀρχιερεύς, ἀθλοφορικόν τε, ἱερεῖον Ἀπόστολε.

 

Ἵλεων ἐντεύξεσι, θεοπειθέσι σου ἔργασαι, τὸν Λυτρωτήν, τοῖς σὲ ἀνυμνοῦσιν, Ἀνανία Ἀπόστολε.

 

Ὅλην σοι ἐπέδησε, τὴν τοῦ θηρὸς ὁρμὴν Κύριος, ἐπιφανείς, ἐν φωτὶ ἀρρήτῳ, ἀμαυρώσας τὸ πρόσωπον.

Θεοτοκίον

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοὶ· σὲ δοξολογοῦμεν, ἀσιγήτως ἀνύμφευτε.

 

Τοῦ Ὁσίου

 

Οὐκ ἔστιν Ἅγιος ΤΟ ΑΚΟΥΤΕ

Ὁ νοῦς σου γέγονε σοφέ, σκήνωμα τῆς Τριάδος, Ῥωμανὲ τῆς Ἁγίας, δεδεγμένος εὐσεβῶς, τὴν γνῶσιν τὴν ἀληθῆ, καὶ προχέων, ἔνθεα διδάγματα.

 

Ῥευμάτων ἔβλυσε πηγάς, ἡ τιμία σου γλῶσσα, κελαδοῦσα τὰ θεῖα, καὶ τρανοῦσα ἐμφανῶς, τὴν τοῦ Χριστοῦ πρὸς ἡμᾶς, ἐκ Παρθένου, γέννησιν τὴν ἄφραστον.

 

Ἰδοὺ ἐκτρέφεις δαψιλῶς, ταῖς σοφαῖς ὁμιλίαις, καὶ τερπναῖς μελῳδίαις, τάς διανοίας ἡμῶν, καὶ ἐμπιπλᾶς γλυκασμοῦ, θειοτάτου, Ῥωμανὲ θεσπέσιε.

Θεοτοκίον

Πασῶν ὑπάρχεις στρατιῶν, ἀνωτέρα Παρθένε· τὸν ἐκείνων γὰρ Κτίστην, τὸν Υἱὸν τὸν τοῦ Θεοῦ, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

Ὁ Εἱρμὸς

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

 

Κάθισμα τοῦ Ἀποστόλου

 Ἦχος α´

Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Τοῖς πάθεσι Χριστοῦ, κοινωνὸς ἀνεδείχθης, Ἀπόστολε σοφέ, καὶ αὐτόπτα τοῦ Λόγου· πιὼν γὰρ τὸ ποτήριον, ἐτελέσθης δι' αἵματος. Ἀλλ' ὡς σύνθρονος, καὶ κληρονόμος ὑπάρχων, ἐκδυσώπησον, ὑπὲρ εἰρήνης τοῦ κόσμου, αὐτὸν ὡς φιλάνθρωπον.

Δόξα… Τοῦ Ὁσίου

 Ἦχος πλ. α´

Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, δογματίσας τῷ κόσμῳ ὡς ὁμοούσιον, τοὺς πιστοὺς ὡς ἀληθῶς κατεφώτισας·´ καὶ αἱρέσεων δεινάς, ἐρεσχελίας καθελών, παρίστασαι τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν σὲ ὑμνούντων Ῥωμανὲ θαυμάσιε.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἐκ σου σαρκωθέντα Θεὸν καὶ Κύριον, δι' ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι, τοῦτον ἱκέτευε θερμῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ Σεμνή, ἀπὸ τῶν πίστει τιμώντων, καὶ εὐφημούντων ἀπαύστως, τὴν δυναστείαν καὶ τὸ κράτος σου.

 Ἢ Σταυροθεοτοκίον

Ἐν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα, ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ ὥς περ κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεραγαθός.

 

Τοῦ Ἀποστόλου

 

 ᾨδὴ δ’

Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ

Ὑπὸ σου παιδευόμενος, ἀθλοφορικῶς τροποῦται τὸν θάνατον, Ἀνανίας ὁ ἀοίδιμος, παρὰ σοῦ βραβεῖα κομιζόμενος.

 

Μαθητὴς ἐχρημάτισας, τοῦ διωκομένου Λόγου ἀοίδιμε, Ἀνανία καὶ Διδάσκαλος, τῆς θεοσεβείας τῷ διώκοντι.

 

Ἐνεφάνισε Κύριος, Σαύλῳ ἀομμάτῳ, σὲ τὸν κρυπτόμενον, καὶ ὑπέδειξε μεσίτην σε, Ἀνανία τούτῳ τῆς ἰάσεως.

Θεοτοκίον

Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Παρθένε, τοῦτον ἱκέτευε, ἀπὸ πάσης περιστάσεως, λυτρωθῆναι πάντας τοὺς ὑμνοῦντας σε.

 

Τοῦ Ὁσίου

 

Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ

Δοχεῖον γέγονας, τοῦ θείου Πνεύματος καὶ πυρίπνοον στόμα ἀναφωνοῦν, θεῖα μελῳδήματα, καὶ καταθέλγον τάς ψυχάς, Ῥωμανὲ τῶν ἀνυμνούντων σε.

 

Ὡς λύρα πέφηνας, σὺ ἐπουράνιος, καὶ κιθάρα ἡ πᾶσαν πρὸς ἑαυτήν, ἕλκουσα διάνοιαν, τοῖς διηγήμασι τοῖς σοῖς, καὶ τερπνοῖς σου μελῳδήμασιν.

 

Ἡ χάρις ἔπνευσε, καὶ κατεσκήνωσε, τῇ ἁγίᾳ ψυχῇ σου, τοῦ παντουργοῦ, Πνεύματος Πανεύφημε· καὶ σὲ δοχεῖον καὶ σοφόν, θεηγόρον ἀπειργάσατο.

Θεοτοκίον

Ἰὸν ἐξέχεε, ταῖς τῆς προμήτορος, ἀκοαῖς μὲν ὁ ὄφις, ἀλλ' ἡ Ἁγνή, τοῦτον ἐξετίναξε, τοῦ Ἀρχαγγέλου τῇ φωνῇ, συλλαβοῦσα καὶ τεκοῦσα Χριστόν.

 

Τοῦ Ἀποστόλου

 

 ᾨδή ε´

Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ

Τοῖς ἐν σάλῳ λιμένα, θεῖον ἡ ἀέναος πηγὴ σε ἔδειξε· τοῖς ἐν ζόφῳ, φέγγος, τὸ ἀπρόσιτον φῶς ἀπειργάσατο, Ἀνανία μάκαρ, ὡς φοιτητῇ ἀξιοχρέῳ, εὐμενῶς ἐν σοὶ ἀναπαυσάμενον.

 

Ὁ ὁρῶν κεκρυμμένα, καὶ πρὸ τῆς γενέσεως εἰδὼς τὰ σύμπαντα, σοὶ τῷ κεκρυμμένῳ, τὸν λανθάνοντα ἥλιον ἔδειξε, τόν ποτέ διώκτην, μετ' οὐ πολὺ τῆς πορθουμένης, ὑπ' αὐτοῦ ἀληθείας ὑπέρμαχον.

 

Καταλήψεως πέραν, ἡ ἀνεξιχνίαστος οἰκονομία σου· δι' αὐτῆς γὰρ Σῶτερ, ὁ φρικτὸς ἐξουδένωται θάνατος· Ἀνανίας ὅθεν, ὡς νικητὴς καὶ ἱεράρχης, ὑπὲρ σοῦ γεγηθὼς σφαγιάζεται.

Θεοτοκίον

Ὡς Θεὸν συλλαβοῦσαν, τὸν Δημιουργὸν τῶν ἁπάντων καὶ Κύριον, γενεαὶ σε πᾶσαι, τῶν ἀνθρώπων Ἁγνὴ μακαρίζουσι· καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ ταξιαρχίαι, ὡς Μητέρα Θεοῦ σε δοξάζουσι.

 

Τοῦ Ὁσίου

 

Τῷ θείῳ φέγγει σου ΤΟ ΑΚΟΥΤΕ

Ὡς εὐπρεπέστατον ἱερόν, σκεῦος ὡς ἁγνότατον σοφέ, τοῦ Παρακλήτου ἡ χάρις σε, Ῥωμανὲ εὑροῦσα, ναὸν εἰργάσατο, φωτὶ λελαμπρυσμένον, καὶ κατεσκήνωσε.

 

Σεσαρκωμένον ἡ τὸν Υἱόν, τοῦ Θεοῦ τεκοῦσα ἀληθῶς, σοῦ τὴν ψυχὴν κατεφώτισε, καὶ τὸν νοῦν ἐνθέου, γνώσεως ἔπλησε, νυκτός σοι ἐπιστᾶσα, ἡ Ἀειπάρθενος.

 

Ταῖς συγγραφαῖς σου τῶν ἱερῶν, λόγων Παναοίδιμε ὀφθείς, ἄρτος τοῖς πᾶσιν ἡδύτατος, πάντας κατευφραίνεις, πάντων φωτίζων τὸν νοῦν, καὶ πάντας ἐκδιδάσκων, γνῶσιν σωτήριον.

Θεοτοκίον

Φῶς ἡ τεκοῦσα τὸν τοῦ Πατρός, Λόγον τὸν ἀΐδιον Ἁγνή, φωτιστικαῖς ταῖς πρεσβείαις σου, φώτισον τὸν νοῦν μου, καὶ ἀποδίωξον, τὸ σκότος τῆς ψυχῆς μου, πάναγνε Δέσποινα.

 

Τοῦ Ἀποστόλου

 

 ᾨδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ

Λατρεύειν ζῶντι Θεῷ, μεμαθηκὼς ἱερώτατε, καὶ λύσας πολυσχιδῆ, ἀφρόνων κακόνοιαν, τὴν μίαν ἐδίδαξας, Ἀνανία σέβειν, τρισυπόστατον θεότητα.

 

Ἐδέξω ἐν ταῖς χερσί, τῆς Ἐκκλησίας τοὺς οἴακας, τῷ κυβερνήτῃ Χριστῷ, φοιτήσας Ἀπόστολε, καὶ ταύτην τῷ Πνεύματι, ὡς ὁλκάδα θείαν, Ἀνανία ἐκυβέρνησας.

 

Ὁ πλαστουργήσας εὐθῆ, ὁδὸν εὐθύπορον στέλλεσθαι, σοῦ τῷ κλεινῷ μαθητῇ, προσέταξας Δέσποτα, τῆς δικαιοτάτης σου, ἐκλογῆς τὸ σκεῦος, ἐκκαλύπτων προσευχόμενον.

Θεοτοκίον

Ὡς ἔμψυχος κιβωτός, τὸν νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, ἄνθρωπον γενόμενον, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων Μητροπάρθενε.

 

Τοῦ Ὁσίου

 

Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ

Φωτισμοῦ πληρούμενος, καὶ πρὸς ὕψος ἀρετῶν, ἐνθέων ἀναγόμενος, κατεφρόνησας πάντων τῶν ἐπὶ γῆς, καὶ στῦλος οὐράνιος, καὶ φωστὴρ εὐσεβείας ἐχρημάτισας.

 

Σαρκὸς κατεμάρανας, τάς ὀρέξεις καὶ ψυχήν, τὴν σεαυτοῦ ἐκόσμησας, λαμπροτάταις ἁγνείαις μαρμαρυγαῖς, καὶ κάλλος ἐράσμιον, ἀρετῶν εὐμορφίᾳ περιέθηκας.

 

Μισήσας τὴν πρόσκαιρον, καὶ ματαίαν καὶ σαθράν, καὶ ῥέουσαν ἀπόλαυσιν, τῷ ναῷ τῆς Πανάγνου προσκαρτερῶν, τὸν νοῦν καθηγίασας, καὶ ψυχὴν καὶ τὸ σῶμα ἀξιάγαστε.

Θεοτοκίον

Ἅπαντες προβλέποντες, οἱ Προφῆται τηλαυγῶς, τὴν ἐσομένην ὕστερον, ἐκ Παρθένου Χριστέ σου ἐπὶ τῆς γῆς, πανάχραντον γέννησιν, ἐμφανῶς οἱ θεόπται προηγόρευσαν.

Ὁ Εἱρμὸς

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

 

Κοντάκιον Ἦχος πλ. β´

Τὴν ἐν πρεσβείαις ΤΟ ΑΚΟΥΤΕ

Ὁ ἐν πρεσβείαις θερμότατος ἀντιλήπτωρ, καὶ τοῖς αἰτοῦσι ταχύτατα ὑπακούων, δέξαι τὴν δέησιν Ἀνανία ἡμῶν, καὶ τὸν Χριστὸν δυσώπει τοῦ ἐλεῆσαι ἡμᾶς, τὸν μόνον Ἁγίοις δοξαζόμενον.

 Ὁ Οἶκος

Τῷ φωτισμῷ τῆς ἐλλάμψεώς σου ἐκκαθάρας, Σωτήρ μου, τὴν ἀχλὺν τῆς ἐμῆς καρδίας καὶ τὴν πώρωσιν, δίδου μοι λόγον ἀνευφημῆσαι, καθαρῷ συνειδότι, τοῦ Ἀποστόλου τάς θεαυγεῖς ἀρετάς, καὶ τοὺς ἄθλους τοῦ μάκαρος· πηγὴ γὰρ σὺ εἶ σοφίας, καὶ δοτὴρ ἀγαθὸς πολυεύσπλαγχνε· διὸ τρανώσας τὴν γλῶττάν μου, τὸν ἐφύμνιον ὕμνον μου πρόσδεξαι, ὁ μόνος Ἁγίοις δοξαζόμενος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου.

Στίχοι

Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,

Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.

Λεύσθη Ἀνανίας Ὀκτωβρίου ἥματι πρώτῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανού, τοῦ Ποιητοῦ τῶν Κοντακίων.

Στίχοι

Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,

Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.

Στίχοι

Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,

Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἓξ Ὀσιομαρτύρων ξίφει τελειωθέντων.

Στίχοι

Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας,

Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου.

Στίχοι

Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων,

Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.

 

Ὁ Ὅσιος Ἰωάννης ὁ Κουκουζέλης ὁ ἡδύμολπος, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν τῷ Ἄθῳ μεγίστης Λαύρας ἀσκήσας, ἐν εἰρήνῃ τελειούται.

 

Ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθου ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Τοῦ Ἀποστόλου

 

ᾨδὴ ζ'

Οἱ ἐκ τῆς Ἰουδαίας ΤΟ ΑΚΟΥΤΕ

Σαλπιζέτω ἐμφρόνως, ἡ θεόλεκτος ποίμνη, εὐήχῳ σάλπιγγι, τοὺς ἄθλους τοῦ Ποιμένος, Ἀνανίου βοῶσα, τῷ αὐτῆς ποιμενάρχῃ Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Δοξαζέτω Θεοῦ σε, μαθητὴν Ἀνανία, καὶ ἱεράρχην σεπτόν, καὶ Μάρτυρα τῶν θείων, παθημάτων φωνοῦσα, ἡ σεπτὴ Ἐκκλησία Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Οὐ θανάτου τῷ δέει, ἀλλὰ πόθῳ τῆς ποίμνης ἀποκρυπτόμενος, τὸν λύκον ὥσπερ ἄρνα, ὁρῶν τιθασευθέντα, Ἀνανίας ἐκραύγαζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης εἰς σωτηρίαν ἡμῶν· διό σοῦ τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Τοῦ Ὁσίου

 

Οἱ παῖδες ἐν Βαβυλῶνι ΤΟ ΑΚΟΥΤΕ

Τὴν Θεοτόκον Μαρίαν, θέοφρον ἔσχες διδάσκαλον, συνετίζουσάν σε καὶ μυοῦσαν, καὶ ψάλλειν προτρέπουσαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Τῶν σῶν ῥημάτων ὁ φθόγγος, τὴν οἰκουμένην ἐπλήρωσε, καὶ τερπνῶς μελῳδεῖν τοὺς ἀνθρώπους, Χριστῷ παρεσκεύασεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἐξέλαμψας ἐν τῷ κόσμῳ, ὡς φαεινότατος ἥλιος, Ῥωμανὲ καὶ πυρσὸς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Νῦν μακαρίζουσι πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων σε, Θεοτόκε ἁγνὴ ὡς προέφης, καὶ πίστει δοξάζουσιν· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

 

Τοῦ Ἀποστόλου

 

ᾨδὴ η'

Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ

Ξενακουστεῖν ἐνόμιζεν, Ἀνανίας ὁ ἔνδοξος, ἐξ ἁρπακτικῆς, τοῦ πορθητοῦ τῆς ποίμνης σου, δυνάμεως Δέσποτα, τὴν ὑπὲρ λόγον ἄμειψιν, πρὸς ποιμαντικήν, ὅθεν σκιρτῶν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ἀγαλλιάσθω σήμερον, καὶ σκιρτάτω τῷ πνεύματι, ἡ πανευκλεής, καὶ μακαρία πόλις σου, τὴν σὴν εὐμοιρήσασα, ἐπιστασίαν Ἔνδοξε, καὶ εὐχαριστοῦσα τῷ Σωτῆρι βοάτω· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ζωοποιῷ προστάγματι, Ἀνανία ὑπερτιμε, τὴν φωτοποιὸν τοῦ ὁραθέντος δύναμιν, τῷ Σαύλῳ ἐκήρυξας, καὶ ἀπεκρούσω πήρωσιν, τάς ἀλεξικάκους, ἐπιθεὶς σου παλάμας, φολίδας δρακοντείους, ἐκβαλὼν ὡς λεπίδας, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἡ ἐν ἀνάγκαις σῴζουσα, καὶ θερμῶς προστατεύουσα, πάντας ἐν θλίψει, Παναγία Δέσποινα, σπλαγχνίσθητι σῶσον με, καὶ πεπτωκότα ἔγειρον, χεῖρα βοηθείας, πρὸ τοῦ τέλους διδοῦσα, μὴ νὺξ με τοῦ θανάτου, καταλάβῃ ὑπνοῦντα, ἵνα σε κατὰ χρέος, δοξάζω εἰς αἰῶνας.

 

Τοῦ Ὁσίου

 

Νόμων πατρῴων ΤΟ ΑΚΟΥΤΕ

Πᾶσαν τοῦ κόσμου τὴν τερπνότητα, καὶ τὴν τρυφὴν καὶ δόξαν ἀποσεισάμενος, τὴν ψυχήν σου ἀνεπτέρωσας, πρὸς τάς ἄνω χορείας, πρὸς τάς ἐκείνων, δόξας καὶ λαμπρότητας Σοφέ, πρὸς τὰ κάλλη τὰ ἄρρητα, πρὸς μονὰς τάς ἐκεῖσε, πρὸς φῶς τῆς θεαρχίας κραυγάζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

 

Τῷ θείῳ πόθῳ πυρπολούμενος, τάς ἀναβάσεις ἔθου ἐν τῇ καρδίᾳ σου, καὶ ἀσώματον ἐν σώματι, πολιτείαν ἐκτήσω, τάς τῶν Ἀγγέλων τάξεις, ἐκμιμούμενος Σοφέ, τάς ἐκείνων ἐπόθησας, ἐν κόσμῳ μελῳδίας, ἐν πίστει Ῥωμανὲ ἀνακράζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

 

Ὑψηγορίᾳ, τῶν ἐνθέων σου, καὶ γλυκυτάτων λόγων μακαριώτατε, Ῥωμανέ, πᾶσαν διάνοιαν, καταθέλγεις ἀνθρώπων καὶ κατευφραίνεις, οἷά τις τροφεὺς πλουτοποιός, καὶ φωτίζεις φαιδρότατα, καὶ βοᾷν ἐκδιδάσκεις· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἰσοθεΐᾳ δελεάσας με, ὁ βροτοκτόνος ὄφις ὁ σκολιώτατος, ὡς αἰχμάλωτον ἀφήρπασε, τρυφῆς τοῦ Παραδείσου· ἀλλ’ ὁ Δεσπότης, φύσει ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, σαρκωθεὶς ἐπεδήμησεν, ἐκ Παρθένου Μαρίας, καὶ ἦρέ με πρὸς ὕψος θεώσας, ὂν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε,εἰς πάντας τοὺς αἰῶνας».

 

Τοῦ Ἀποστόλου

 

ᾨδὴ θ´

Σὲ τὴν ἀπειρόγαμον ΤΟ ΑΚΟΥΤΕ

Ἔλυσας Πανεύφημε, τὸ σκότος τὸ τῆς ἀγνωσίας, φῶς δὲ ἀληθῶς ἐξήστραψας, Δαμασκῷ τρισυπόστατον, ἀλλὰ ὡς φιλότεκνος πατήρ, καὶ φιλόστοργος ποιμενάρχης, ὀρθοδοξοῦσαν ταύτην φύλαττε.

 

Ταύτην τὴν ἐτήσιον, πανήγυριν ἐπιτελοῦντες, δεῦτε φωταυγεῖ ἐκλάμποντες, τῆς ψυχῆς ἀξιώματι, τοῦ τῆς Τριάδος, λατρευτοῦ τε καὶ κήρυκος Ἀνανίου, τὴν τριφεγγῆ ἀρετὴν μέλψωμεν.

 

Ὢ τῆς ὑπὲρ ἄνθρωπον, ἀξίας σου μάκαρ Ἀνανία! ὡς γὰρ μαθητῆς ἠγάπησας, ὡς ποιμὴν ἀναπέπαυσαι, καὶ ὡς ἀθλοφόρος, τῷ Χριστῷ συνδεδόξασαι, τοῖς στεφάνοις μαρτυρικῶς ἀγλαϊζόμενος.

Θεοτοκίον

Ἄχραντε πανάμωμε, τὸ σκεῦος τὸ τῆς εὐωδίας, αἴτησαι Χριστὸν ὂν ἔτεκες, Βασιλεῖ μὲν τὰ τρόπαια, τοῦ τῆς δουλείας δὲ ζυγοῦ, δοῦναι τὴν ἄνεσιν τῷ λαῷ σου· σὲ γὰρ ἀπαύστως μεγαλύνομεν.

 

Τοῦ Ὁσίου

 

Ἀπορεῖ πᾶσα γλῶσσα ΤΟ ΑΚΟΥΤΕ

Ταῖς ἀνωτάταις Ἔνδοξε, χορείαις συνήφθης τῶν ἀσωμάτων, ἔνθα ἡ ἀνέκφραστος ὑπάρχει εὐφροσύνη, καὶ διηνεκὴς ἀπόλαυσις, ἔνθα ἐκεῖνο, τῆς θεαρχίας φάος ὑπάρχει καὶ χαρά, ἔνθα ἡ ἀνεκλάλητος, δόξα Μακαριώτατε.

 

Μετὰ δικαίων ἔνδον, εἰς Θεοῦ θείαν δόξαν κατασκηνώσας, βλέπεις τὴν τερπνότητα, τὴν ἄφραστον ἐκείνην, βλέπεις τὴν τρυφὴν τὴν ἄληκτον, βλέπεις τὰ κάλλη τῶν οὐρανῶν, τὰ ὄντως ἐράσμια σοφέ, βλέπεις Πατριαρχῶν τάς χορείας, Ῥωμανὲ ἔνδοξε.

 

Σοῦ τὴν φωσφόρον μνήμην, τοὺς πιστῶς ἐκτελοῦντας, ἐκ τῶν κινδύνων λύτρωσαι, πρεσβείαις σου θέοφρον, καὶ ἐκ πάσης βλάβης, Ῥωμανὲ καὶ θλίψεως τοῦ ἀλλοτρίου, καὶ τῆς ἐπουρανίου ἀξίωσον τυχεῖν, δόξης καὶ βασιλείας τῆς ἄνω, μακαριώτατε.

 

Ὡραϊσμένος κάλλει, ἀσυγκρίτῳ θέοφρον τῷ τῆς τριάδος, καὶ πεποικιλμένος λαμπηδόνας ἑξαστράπτεις, καὶ περιχαρῶς πανόλβιε περιπολεύεις, περὶ τὸν θρόνον ὄντως τοῦ Κτίστου καὶ Θεοῦ. ἔνθα ἐορταζοντων ὁ ἦχος, Ῥωμανὲ ἔνδοξε.

Θεοτοκίον

Ὑπὸ τῆς πάλαι πτώσεως, ἀνθρώπων τὸ γένος, τοῦ πρωτοπλάστου γέγονεν αἰχμάλωτον, Παρθένε Θεοτόκε, καὶ δεδουλωμένον πάθεσι τῆς ἁμαρτίας, ἀλλ' ὁ ἐκ σοῦ τεχθείς, ὑπεραγαθὸς Θεός, τοῦτο τῇ ἑαυτοῦ εὐσπλαγχνίᾳ ἀνεκαλέσατο.

Ὁ Εἱρμὸς

«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».

 

Ἑξαποστειλάριον τοῦ Ἀποστόλου

Τοῖς Μαθηταῖς ΤΟ ΑΚΟΥΤΕ

Ἀρχαῖος μαθητὴς Χριστοῦ, γεγονὼς Ἀνανία, τῷ νέῳ τὴν ἀνάβλεψιν, μαθητῇ σὺ βραβεύεις, Παύλῳ τῷ θείῳ· διὸ σε, σὺν αὐτῷ εὐφημοῦμεν, ὡς ἱεράρχην ἔνθεον, ὡς Ἀπόστολον θεῖον, ὡς ἀληθῆ, Μάρτυρα καὶ κήρυκα θεηγόρον, καὶ πρεσβευτὴν θερμότατον, πάσης τῆς οἰκουμένης.

Τοῦ Ὁσίου καὶ Θεοτοκίον, ὁμοῦ

Ἐν θεοπνεύστοις ᾄσμασι, κατετράνωσας, Μάκαρ, τὴν τοῦ Χριστοῦ ἀπόρρητον, θείαν οἰκονομίαν, καὶ ὕμνοις ἔστεψας πάντας, Ῥωμανὲ τοὺς Ἁγίους· μεθ' ὧν φαιδρῶς ἀνύμνησας, τὴν ἁγνὴν καὶ Παρθένον, καὶ ἀληθῆ, τοῦ Θεοῦ Μητέρα πάνσοφε Πάτερ, μεθ' ἧς ἡμῶν μνημόνευε, παρεστὼς τῇ Τριάδι.

 

    Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

 Δόξα… Ἦχος πλ. δ'

Ἀνατολίου

Μαθητὰ τοῦ Σωτῆρος, ἀρχιεράρχα ἔνδοξε, κλέος Μαρτύρων, Ἀνανία φωστὴρ φαεινότατε, ἡμῶν δὲ πολιοῦχε, ἐκτενῶς ἱκέτευε, ῥυσθῆναι τὴν ποίμνην σου ἐκ κινδύνων, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν… Θεοτοκίον

 Ὢ τοῦ παραδόξου ΤΟ ΑΚΟΥΤΕ

Ἤθη τὰ μακρὰν ποιοῦντα με, τοῦ ἀγαθοῦ σου Υἱοῦ, ἀγαθὴ καὶ πανάμωμε, πόρρωθι ἀπέλασον, τῆς ἀθλίας καρδίας μου, καὶ τὸν ζητοῦντα καὶ ὠρυόμενον, καταπιεῖν με κάκιστον λέοντα, ὄφιν τὸν δόλιον, σκολιὸν καὶ δράκοντα, τὸν πονηρόν, σύντριψον τῷ κράτει σου, ὑπὸ τοὺς πόδας μου.

 Ἢ Σταυροθεοτοκίον

Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σὲ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν;

 

    Καὶ τὰ λοιπὰ ὡς συνήθως, καὶ Ἀπόλυσις.