ΠΑΡΑΣΚΕΥΗ ΠΛ Δ΄ ΗΧΟΣ
Στιχηρὰ Προσόμοια Σταυρώσιμα
Ἦχος πλ. δ'
Ὁ Ἀγγελός σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Λαὸς ὁ ἀνομώτατος, μέσον κατέκρινεν ἀνόμων, Ἰησοῦ μου σταυρωθῆναί σε, τὸν Κύριον καὶ κτίστην τοῦ παντὸς κόσμου, καὶ ὁρῶσα τὸ τόλμημα, ἡ γῆ ἐσείετο ἅπασα, πάντων ποιητήν σε, δεικνύουσα Δέσποτα.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Νόμου κατάρας ἅπαντες, λυτρούμεθα καὶ ἐγκλημάτων· ὁ γὰρ νόμου πέλων Κύριος, ἀνυψώθη ἐν τῷ Σταυρῷ τῷ τιμίῳ, εὐλογίαν πηγάζων ἀνελλιπῆ, καὶ χάριν καὶ ἔλεος, ἡμῖν τοῖς ὑμνοῦσιν αὐτοῦ, τὰ θεῖα παθήματα.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἰάτρευσας φιλάνθρωπε, πληγὰς ἡμῶν, πληγεὶς τὰς χεῖρας, πρὸς ὁδοὺς δὲ βαίνειν Κύριε, σωτηρίους κατεύθυνας πάντας, πόδας σου ὀρυχθεὶς ἐπὶ Σταυροῦ, οὓς πάλαι ὁ πρωτόπλαστος, ἐν Παραδείσῳ, ἰδὼν κατεκρύπτετο.
Ἔτερα Στιχηρά, τῆς Θεοτόκου
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε τὸ σκῆπτρον Δαυΐδ· χαῖρε πύλη οὐράνιε· χαῖρε βάτε ἄφλεκτε· χαῖρε ὄρος κατάσκιον· χαῖρε λυχνία· χαῖρε Πανάχραντε· χαῖρε ἡ στάμνος· χαῖρε παλάτιον· χαῖρε πανάμωμε, Μήτηρ τοῦ Θεοῦ ἡμῶν· χαῖρε λαβίς· χαῖρε θεία τράπεζα· χαῖρε τοῦ κόσμου ἐλπίς.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἁμαρτιῶν μου τὰ κύματα, ὡς ἐν πελάγει δεινῷ, ὑπεράνω ὑψούμενα, κεφαλῆς ποντίζειν με, κατεπείγουσι Δέσποινα, ἀλλ' ἔκτεινόν μοι, χεῖρα ὡς Πέτρῳ πρίν, βυθιζομένῳ, καὶ εἰς λιμένα με, σῷον, ὁδήγησον, μετανοίας δέομαι, Μήτηρ Θεοῦ, ἄχραντε πανύμνητε, ἐλπὶς τοῦ κόσμου παντός.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἐσκοτισμένος τοῖς πάθεσι, τῆς ἁμαρτίας δεινῶς, εἰς κρημνὸν ἀπογνώσεως, σπεύδω ὁ ταλαίπωρος, ἐμπεσεῖν, σύ με οἴκτειρον, εὐλογημένη θεοχαρίτωτε, λάμψον μοι φέγγος, τῆς εὐσπλαγχνίας σου, καὶ ἐφοδήγησον, εἰς ὁδοὺς εὐθείας με, παρακαλῶ, Πάναγνε καὶ δέομαι· Μὴ ὑπερίδῃς με.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἡ Πάναγνος ὡς εἶδέ σε, Σταυρῷ κρεμάμενον ἐθελουσίως, κατανοοῦσά σου τὴν δυναστείαν, λύπῃ συνείχετο Χριστέ, καὶ ὀδυρομένη ἀνεβόα σοι· Τέκνον μή με λίπῃς τήν τεκοῦσάν σε, δός μοι λόγον Υἱέ μου, μή με σιγῶν παρέλθῃς, Λόγε Θεοῦ τὴν δούλην σου.
Ἀπόστιχα Σταυρώσιμα
Ὑψώθης ἐν Σταυρῷ Χριστὲ ὁ Θεός, καὶ ἔσωσας τῶν ἀνθρώπων τὸ γένος, δοξάζομέν σου τὰ παθήματα.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίῳν αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἐπάγης ἐν Σταυρῷ Χριστὲ ὁ Θεός, καὶ ἤνοιξας Παραδείσου τὰς πύλας, δοξάζομέν σε Λυτρωτὰ ἡμῶν.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Οἱ Μάρτυρές σου Κύριε ΤΟ ΑΚΟΥΤΕ
Ὁρῶσά σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος· Οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας φέρεις, γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα μου τὸ πάθος σου, ὅμως ὑμνολογῶ σε· θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. δ'
Βλέπων ὁ Λῃστής, τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος, τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο, ἀλλ' ὁ πάντων ἀνεχόμενος· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
Ἐν μέσῳ δύο Λῃστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ Σταυρός σου, τῷ τοῦ μὲν καταγομένου εἰς ᾅδην, βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων, πρός γνῶσιν θεολογίας, Χριστὲ ὁ Θεός, δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐξ αἱμάτων σου ἁγνῶν, σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ, σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον, μέσον τῶν κακούργων, ὁρῶσα, τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς θρηνοῦσα, ἐβόας· Οἴμοι! Τέκνον ἐμόν, τίς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου δι' ἧς, ἐζώωσας τὸ πλάσμα σου! Ἀνυμνῶ σου τὸ εὔσπλαγχνον.
Μετα τὴν β' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὁ Σταυρὸν ὑπομείνας, ὡς ἀγαθός, τοῦ Ἀδὰμ τὴν πτωχείαν, ἀναλαβών, μόνε Ὑπεράγαθε, ἀναμάρτητε Κύριε, τοῦ θανάτου εὔσπλαγχνε, τὸ κράτος κατέλυσας, καὶ τῷ πάθει σου Δέσποτα, τὸν κόσμον διέσωσας· ὅθεν Ζωοδότα, τὴν πεσοῦσαν ψυχήν μου, οἰκτείρησον δέομαι, ὅταν κρίνῃς τὰ ἔργα μου, Δικαιοκρῖτα φιλάνθρωπε, καὶ δός μοι πανοικτίρμον ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν ὡς εὔσπλαγχνος, ὅτι μόνος ὑπάρχεις ἀναμάρτητος.
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐν μέσῳ τῆς Ἐδέμ, ξύλον θάνατον ἤνθησεν, ἐν μέσῳ δὲ τῆς γῆς, ξύλον ζωὴν ἐβλάστησε· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, σχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· ἐν τῷ Σταυρῷ γὰρ ἔσωσε Χριστός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῶν αἱμάτων τῶν ἐμῶν, βροτὸς γεγέννησαι, ἐκ τῶν αἱμάτων δὲ τῶν σῶν, βροτοὺς ἐθέωσας, τοὺς βρώσει δὲ φθαρέντας, ζητῶν κατῆλθες, ὡς ὑπεράγαθος, ἐβόα πάλαι ἡ ἄμεμπτος, ἐν κλαυθμῷ, Χριστὸν θρηνοῦσα κρεμάμενον, ἐν Σταυρῷ, ὃν ὁρῶσα νεκρούμενον, δακρύων ἔρρει κρουνούς, τὰς ὄψεις καταξαίνουσα, καὶ αὐτὸν μεγαλύνουσα.
Μετὰ τὴν γ' Στιχολογίαν, ἕτερα
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Θεώσεως ψευσθείς, ὁ Γενάρχης ἐλπίδος, φθορᾶς τοῖς ἐξ αὐτοῦ, πᾶσιν αἴτιος ὤφθη. Σὺ δέ διὰ Σταυροῦ σου, ζωὴν πηγάζεις ὡς Ὑπεράγαθος· θέλων καὶ γὰρ ἐπάγης, ἵνα τὸ πρῶτον λύσῃς κατάκριμα· διὸ ὑμνοῦμέν σου Χριστέ, τὸ πάθος τὸ ἑκούσιον.
Μαρτυρικὸν
Φωτὶ οὐρανίῳ καταλάμπεται, σήμερον αὕτη ἡ σκηνή· ἐν αὐτῇ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν αὐταῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων. Αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ κόσμῳ σου, τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ Μυστηρίου! ἐβόα ἡ Ἀμνάς, τὸν Υἱὸν καθορῶσα, ξύλῳ Σταυροῦ παγέντα. Τί τοῦτο Λόγε Θεοῦ ἀθάνατε; πῶς νεκρὸς ὁρᾶσαι, καὶ γῆν σαλεύεις ὡς παντοδύναμος; ἀλλὰ ὑμνῶ σου τὴν φρικτήν, καὶ θείαν συγκατάβασιν.
Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκριστιχὶς
Πλήρωμα πάντων τῶν καλῶν Σταυρὸς πέλει. Ἀμήν. Ἰωσὴφ
ᾨδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ' εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Παλάμας θείας Σταυρῷ, Ἰησοῦ ἁπλώσας, πρὸς σεαυτὸν συνήγαγες, χειρῶν σου τὸ πλαστούργημα, καὶ ἐκ χειρὸς πονηροῦ, πάντας ἠλευθέρωσας, καὶ καθυπέταξας, χειρὶ κραταιοτάτῃ, Βασιλεῦ τῶν ἁπάντων· διὸ πιστοὶ ᾄσωμεν, τῷ μεγέθει σου ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Λυμαντικὴ ἐν Ἐδέμ, γέγονε τοῦ ξύλου, ἡ ἀπευκτὴ ἀπόγευσις, τὸν θάνατον εἰσάξασα, Χριστὸς δὲ θανατωθείς, ἐπὶ ξύλου ἅπασι, ζωὴν ἐπήγασε, καὶ ἔκτεινε τὸν ὄφιν, θεϊκῇ δυναστείᾳ· διὸ αὐτῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἠνδρίσαντο Ἰησοῦ, τῶν Μαρτύρων πλήθη, Σταυρῷ τε καὶ τῷ πάθει σου, παθῶν κατεξανίστασθαι, καὶ ἔναντι τῶν ἐχθρῶν, σὲ τὸν Βασιλεύοντα, ὁμολογεῖν τῆς κτίσεως, προσφέρειν τε βασάνους, καὶ κινδύνους ἀπείρους· διὸ τῆς σῆς δόξης, ἔτυχον ἅπαντες, τῆς ἀϊδίου ζωῆς.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥαντίσματι θεουργῷ, τοῦ σεπτοῦ σου αἵματος, οἱ Μάρτυρές σου Κύριε, τὴν λύτρωσιν εὑράμενοι, τὰ αἵματα ἑαυτῶν, ἀληθῶς ἐκένωσαν, ἀδίκως τυραννούμενοι, σπονδάς προσφέρειν πᾶσι, δαίμοσι ψυχοφθόροις· ὅθεν σεπτὰ θύματα, σοὶ προσηνέχθησαν, τῷ τοῦ παντὸς Βασιλεῖ.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ἔβλεψέ σε Σταυρῷ, τὸν τὰ πάντα βλέποντα, ἡλούμενον ἡ ἄμεμπτος, ὀδυρομένη ἔλεγε· Τί τοῦτο τέκνον ἐμόν, τί σοι ἀνταπέδωκαν οἱ ἀπολαύσαντες, πολλῶν σου δωρημάτων, πῶς ὑποίσω τὸν πόνον; Δόξα τῇ σῇ εὔσπλαγχνε, καὶ μακρόθυμε, οἰκονομίᾳ φρικτῇ.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸ Θεοτόκον σε κηρύττειν ἄχραντον, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, Θεογεννῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς Θεοῦ Μήτηρ παρρησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ σοῦ, μονογενῆ Λόγον, καὶ Πατρὶ συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ Θεομῆτορ προστασίαν ἔχοντες, οὐ δειλιάσομεν, τὸ τῶν ἐχθρῶν στῖφος, τὸ ἀντιμαχόμενον, τοῖς εὐσεβῶς δοξάζουσι, τὸν ἐκ σοῦ σαρκωθέντα, Θεὸν τῶν ὅλων καὶ Κύριον, ὃν ὑπὲρ ἡμῶν ἐκδυσώπησον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοῦς καὶ οὐράνιος τὸ σὸν Μυστήριον, τὸ ἀκατάληπτον, κατανοεῖν ὄντως, ἀτονεῖ Πανύμνητε· τοῦ γὰρ Πατρὸς ὁ σύνθρονος, ἐν γαστρί σου σκηνώσας, ἐκ σοῦ τεχθῆναι εὐδόκησε, φύσεσι διτταῖς γνωριζόμενος.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδος εἰς τύπον, τοῦ Μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν Ἱερέα, τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Μέλανα κόσμον, μετημφιάσθη ὁρῶν ὁ ἥλιος, ἐπὶ ξύλου σε ἀδίκως ἀρθέντα, καὶ διερράγησαν πέτραι, καὶ γῆ φόβῳ πᾶσα ἔφριξε, μόνε Σωτήρ, εἰς πάντων ἀπολύτρωσιν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἁπλώσας χεῖρας, Μωσῆς ἐτύπου Σταυρὸν τὸν τίμιον, ὃν ἠμεις νῦν ἐκτυποῦντες ἐμφρόνως, ἔθνη ἀλλόφυλα πάντα, των δαιμόνων ἐκτρεπόμεθα, βλάβης ἐκτός, ἀπάσης διαμένοντες.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Παθῶν κρατοῦντες, οἱ Ἀθλοφόροι πάθη εἰκόνιζον, πολυτρόποις πάθεσιν ὁμιλοῦντες, τοῦ ἑκουσίως παθόντος, καὶ τὰ πάθη θανατώσαντος, καὶ τὴν ζωήν, τῷ κόσμῳ ἀνατείλαντος.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀνεπιστρόφως, τοῦ μαρτυρίου ὁδὸν βαδίζοντες, τὰ προσκόμματα τῆς πλάνης ἐκ μέσου, οἱ εὐκλεεῖς Ἀθλοφόροι ἐποίησαν, καὶ κατήντησαν πρὸς καταπαύσεις, τὰς θείας εὐφραινόμενοι.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νομίμων δίχα, τῶν ἀνθρωπίνων σε Τέκνον ἔτεκον, καὶ πῶς ἄνομοι ὑψοῦσί σε ξύλῳ, μέσον ἀνόμων τὸν μόνον, νόμους ζωῆς ἐκτιθέμενον; ἡ Θεοτόκος, θρηνῳδοῦσα ἀπεφθέγγετο.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον, οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ πανάμωμε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥήσεις τῶν θείων Προφητῶν, καὶ τὰς αὐτῶν προφητείας, ἐπεσφράγισας, τεκοῦσα τὸν Λόγον, τὸν λαλοῦντα δι' αὐτῶν, καὶ τὰς αὐτῶν πληρώσαντα, θεηγορίας μόνη, εὐλογημένη Πανάμωμε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπειρογάμως ἐκ Πατρός, τὸν πρὸ αἰώνων ἀφράστως, ἐν γαστρί σου συλλαβοῦσα Παρθένε, ἀπεγέννησας ἡμῖν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἑκατέρᾳ φύσει, τέλειον οὐ διαιρούμενον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοῦ τὴν ἁγίαν ὁ Θεός, γαστέρα κατασκηνώσας, ἐσαρκώθη Θεομῆτορ ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοῖς ζωηφόροις πάθεσιν· ὅθεν σε σωτηρίας, πύλην Παρθένε γινώσκομεν.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ Μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου, τὴν Θεότητα.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Τῷ Σταυρῷ σου Παράδεισος, Σῶτερ ἀνεῴχθη, καὶ ὁ κατάκριτος, εἰσῳκίσθη πάλιν ἄνθρωπος, τὴν σὴν μεγαλύνων, ἀγαθότητα.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὡσεὶ κέδρον εὐσέβειαν, πίστιν ὡς κυπάρισσον, τὴν ἀγάπην τε, ὡσεὶ πεύκην περιφέροντες, τὸν Σταυρὸν τὸν θεῖον, προσκυνήσωμεν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Νεκρωθέντας ἐζώωσας, Σῶτερ τοὺς ἀνθρώπους, νεκρὸς γενόμενος, καὶ τὸν ὄφιν ἀπενέκρωσας, τὸν τὴν ἁμαρτίαν ἐπεισάξαντα.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν παθῶν χρηματίσαντες, σύμμορφοι οἱ θεῖοι, τοῦ Χριστοῦ Μάρτυρες, κοινωνοὶ καὶ τῆς λαμπρότητος, τῆς ἐπουρανίου, ἐχρημάτισαν.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡραιώθητε Μάρτυρες, Λόγῳ τῷ ὡραίῳ, εὐαρεστήσαντες, ἐλαμπρύνθητε τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἀγαπήσαντες.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νέον βρέφος ἐκύησας, τὸν πρὸ τῶν αἰώνων, ὄντα παντέλειον, καὶ Σταυρῷ Κόρη πανάμωμε, τελειοῦντα, πάντα ἀγαθότητι.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα· σὺ γὰρ Μήτηρ, Θεοῦ ἐχρημάτισας, τοῦ ποιητοῦ καὶ δημιουργοῦ, καὶ τὴν ἡμετέραν, μορφὴν λαβόντος Πανάμωμε, καὶ ταύτην σεσωκότος, ἐκ φθορᾶς καὶ θανάτου, καὶ τῇ ἑαυτοῦ δόξῃ δοξάσαντος.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ἐκ φυλῆς, τοῦ Βασιλέως ὑπάρχουσα, τὸν τῶν ὅλων, κατεξουσιάζοντα, Λόγον Θεὸν τέτοκας ἡμῖν, σάρκα γεγονότα, καὶ μείναντα ἀναλλοίωτον· διό σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, Παναγία Παρθένε δοξάζομεν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεὸν ἐκ σοῦ, τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως, ὃ ἦν διαμείναντα, καὶ φυσικῶς ἴσον τῷ Πατρί, καὶ σοὶ τῇ Τεκούσῃ, γενόμενον ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὑμνοῦσί σε πίστει δωρήσασθαι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νῦν τὴν μορφήν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ὁ ξύλω ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Καταστολὴν ἀφθαρσίας, τοὺς γυμνωθέντας ἡμᾶς, ἐνδῦσαι ἐφιέμενος, ἀπεξεδύθης καὶ Σταυρῷ ἐξετάθης, καὶ ἐγύμνωσας ἐχθροῦ, Χριστὲ τὰ πανουργεύματα· διὰ τοῦτό σου, τὰ παθήματα δοξάζομεν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Αἷμα πλευρᾶς ἀποστάξαν, σωτηριώδους σαφῶς, τὸν κόσμον ἀπεκάθηρεν, ἐπιβώμιά τε αἵματα καταπαῦσαν, τοὺς φθαρέντας τῷ καρπῷ, τῆς βρώσεως ἀνέπλασε, καὶ ἐπήγασεν, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λελαμπρυσμένοι τῷ κάλλει, πολυειδῶν αἰκισμῶν, οἱ Μάρτυρες οἱ ἔνδοξοι, θείῳ αἵματί σου σημειωθέντες, τὴν κωλύουσαν τὸ πρίν, διήλθοσαν ῥομφαίαν σαφῶς, καὶ ἐσκήνωσαν, γεγηθότες εἰς Παράδεισον.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς θαυμαστὸς σὺ ὑπάρχεις, ἐν τοῖς Ἁγίοις Χριστέ, τοῖς πίστει σε ποθήσασι! διὰ σοῦ γὰρ πλουτισθέντες τὰ θεῖα, ἰαμάτων ποταμούς, ἐν τῷ κόσμῳ ἀναβλύζουσι, καὶ ξηραίνουσι, διεκχύσεις τῶν παθῶν ἡμῶν.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νενοσηκότας Παρθένε, τῇ ἁμαρτίᾳ ἡμᾶς, ἰατρευσας κυήσασα, τὸν Σωτῆρα ἰατρόν τε τῶν ὅλων, καὶ ἐν ξύλῳ τοῦ Σταυροῦ, τραυματισθέντα Ἄχραντε, τὸν παρέχοντα, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπειράνδρως Παρθένε, τὸν ἀπεριόριστον, φύσει Θεότητος, ἀνδρωθέντα Λόγον, δι' ἡμᾶς τοὺς ἀνθρώπους συνέλαβες, ἐξ αἱμάτων Κόρη, παρθενικῶν διαπλασθέντα, ὑπέρ λόγον καὶ νόμον τῆς φύσεως.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡραιώθης Παρθένε, τοῖς τῆς παρθενίας σου, ἀχράντοις κάλλεσι, καὶ τῆς πρώτης Εὔας, περιέστειλας αἶσχος τὸ δύσμορφον, τὸν Χριστὸν τεκοῦσα, περιβολὴν ἀθανασίας, χαριζόμενον τοῖς σὲ γεραίρουσι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς, αὐτεξουσίαις, ὑπὲρ λόγον καὶ νόμον τῆς φύσεως.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ σὲ τεῖχος πλουτοῦντες, καὶ τῇ προστασίᾳ σου, περιφρουρούμενοι, τῇ σῇ θείᾳ δόξῃ, ἐγκαυχώμενοι σὲ μακαρίζομεν· σὺ γὰρ Παναγία, τὴν τῶν ψυχῶν ἡμῶν πηγάζεις, εὐφροσύνην καὶ τὴν ἀγαλλίασιν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ Ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Σταυρὸς ἐπάγη ἐν τόπῳ, Κρανίου, μέσον γῆς, καὶ τὴν ἐν μέσῳ Παραδείσου, ἐκβλαστήσασαν ξύλῳ, πληγὴν ἰάσατο· ὁ γὰρ Μεσσίας Ἰησοῦς, μέσον ἀνόμων, μόνος δίκαιος λῃστῶν κρεμάμενος, ἑαυτῷ συνανύψωσεν ἅπαντας, καὶ τὸν ἐξ ὕψους πεσόντα, εἰς χάος ἀπέρριψε.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Τὸ τόξον Χριστὲ ἐκτείνας τοῦ θείου, καὶ πανσέπτου Σταυροῦ ἔρριψας βέλη, κατὰ τοῦ παλαμναίου, τοὺς ἥλους σου τῶν χειρῶν, καὶ ἐγκατέπηξας αὐτοῦ, εἰς τήν ὀργίλον, καὶ παμβέβηλον καρδίαν Δέσποτα, καὶ τελείως αὐτὸν ἐθανάτωσας, καὶ ὑπ' αὐτοῦ τοὺς θανέντας, Οἰκτίρμον ἐζώωσας.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Αἱμάτων ῥεύσαντα ῥεῖθρα, σωμάτων, ἐξ ἁγίων Ἀθλητῶν ἔσβεσαν πᾶσαν, τῆς εἰδωλομανίας πυρὰν ἐν Πνεύματι, καὶ Ἐκκλησίας τὰς σεπτάς, αὔλακας ἢρδευσαν, καὶ ἄσταχυν βλαστάνειν ἔπεισαν, σωτηρίου ἐλπίδος καὶ πίστεως, δι' ὧν ἐκτρέφεται πᾶσα, ψυχὴ θείᾳ χάριτι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑφῆπτον τὸ πῦρ πλειόνως, τῆς γνώμης, τῆς ἐνθέου εὐσεβῶς οἱ Ἀθλοφόροι, ὀπηνίκα ἐνύλῳ πυρὶ φλογίζεσθαι, πονηροτάτων δικαστῶν, ψήφῳ ἐδίδοντο, καὶ ἄφλεκτοι διεφυλάττοντο, ἐνεργείᾳ καὶ χάριτι Πνεύματος, τοῦ στεφανώσαντος τούτους, νομίμως ἀθλήσαντας.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥομφαία τὴν σὴν διῆλθε, καρδίαν, καθορώσης σὸν Υἱὸν Ἄχραντε Κόρη, ἡπλωμένον ἐν ξύλῳ, καὶ πάθη φέροντα, καὶ λόγχῃ θείαν πλευράν, ἐξορυττόμενον, θελήματι, καὶ κατασφάττοντα, ἐν αὐτῇ τὸν πολέμιον δράκοντα· ὅθεν θρηνοῦσα μητρικῶς τοῦτον ἐμεγάλυνες.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπῆλθε τὸ παντουργόν, ἐπὶ σὲ Πνεῦμα Πανάμωμε, καὶ Λόγος ὁ τοῦ Θεοῦ, ἐν σοὶ κατεσκήνωσε, καὶ σάρξ ἐχρημάτισεν, ἀνεκδιηγήτως, διαμείνας ἀναλλοίωτος.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς ἔμψυχος κιβωτός, τὸν Νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, γενόμενον ἄνθρωπον, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων Παναμώμητε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίαν σε τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν, τὸν ὄντως ὄντα Θεόν· ἀρρήτως γὰρ τέτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα, καὶ συνέχοντα Πανάμωμε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεὸν τεχθέντα ἐκ σοῦ, ἐπέγνωμεν Θεονύμφευτε, ὃν ἐξιλέωσαι νῦν, ἡμῖν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσι, δωρηθῆναι λύσιν, τῶν πταισμάτων Παναμώμητε.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἔκνοον πρόσταγμα, τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὅτε ἐφήπλωσαι, ἐν ξύλῳ τοῦ Σταυροῦ, καθάπερ ἄμπελος, Λόγε τοῦ Πατρός, γλεῦκος ἀπέσταξας μυστικόν, παύων τὴν μέθην τῆς παραβάσεως, καὶ πάντας εὐφραίνων τοὺς εἰδότας σε, Θεὸν καὶ Κτίστην ἑκουσίως πάσχοντα, καὶ σῴζοντα τοὺς ψάλλοντας· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Σταύρωσιν ἤνεγκας, Χριστέ μου Ἰησοῦ, τὴν ἐπονείδιστον, παύων τὰ βροτῶν, πάντα ὀνείδη καὶ στεναγμούς, χολῆς ἐγεύσω πικρίαν ἅπασαν, ἐξαίρων κακίας, ἐπλήγης ἡμῶν, πληγὰς Οἰκτίρμον ψυχικὰς ἰώμενος, καὶ ψάλλειν προτρεπόμενος, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πόνοις τὴν ἄπονον, γενναῖοι Ἀθληταί, ζωὴν ἐκτήσασθε· ὅθεν τοὺς ἡμῶν, πόνους κουφίζετε παντελῶς, χάριν λαβόντες ἐξ ὕψους ἔνδοξοι, ἰᾶσθαι τὰ πάθη καὶ πνεύματα, ἀποδιώκειν καὶ πιστῶν προΐστασθαι, καὶ σῴζειν τοὺς κραυγάζοντας· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἔστητε Μάρτυρες, πρὸ βήματος Χριστόν, ἀνακηρύττοντες, σάρκα δι' ἡμᾶς, ἀναλαβόντα δίχα φθορᾶς, καὶ μιμηταὶ τῶν παθῶν αὐτοῦ, δεικνύμενοι ὄντως, πυρὸς κάκωσιν, ὑπέστητε, καὶ πᾶσαν ἄλλην βάσανον ἠνέγκατε, ἐν εὐφροσύνῃ ψάλλοντες· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύπης πεπλήρωμαι, ὁρῶσά σε Υἱέ, ἀδίκως πάσχοντα, τέτρωμαι ψυχήν, λόγχῃ τρωθέντος σου τὴν πλευράν, ἡ Θεοτόκος ἐβόᾳ κλαίουσα, καὶ ὀδυρομένη, μόνη Δέσποινα, ἣν ἐπαξίως πάντες μακαρίζομεν, καὶ εὐσεβῶς κραυγάζομεν· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰδοὺ νῦν πεπλήρωται, Δαυῒδ τοῦ θείου, ἡ θεία πρόρρησις, λιτανεύουσιν ὄντως, τῷ σῷ προσώπῳ Θεογεννῆτορ ἁγνή, οἱ κεκτημένοι τὸν πλοῦτον τῆς χάριτος, καὶ εὐλογοῦντες Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νῦν πάντα πεπλήρωται, φωτὸς τοῦ θείου, διὰ σοῦ Πάναγνε· σὺ γὰρ πύλη ἐφάνης, δι' ἧς τῷ κόσμῳ Θεὸς ὡμίλησε, καταφωτίζων, τοὺς πίστει κραυγάζοντας· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λυτρούμενοι Πάναγνε, τῷ θείῳ τόκῳ τῆς παρθενίας σου, τῶν δεσμῶν τοῦ θανάτου, καὶ τῆς κατάρας τοῦ πρωτοπλάστου Ἀδάμ, σὲ Θεοτόκον, φρονοῦντες κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίαν σε Δέσποιναν, καὶ Θεοτόκον, πάντες δοξάζομεν· διὰ σοῦ γὰρ ὁ Πλάστης, τὴν σωτηρίαν τῇ φύσει πάσῃ σαφῶς ἐβράβευσε· καὶ διὰ τοῦτο, συμφώνως κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Εὐλογεῖτε Ξύλον, δι' οὗ πᾶσα ἠφάνισται, ἡ ἐν Ἐδὲμ δολία ἀρὰ φυεῖσα, βρώσει πονηρᾷ τοῦ Ξύλου, καὶ Χριστὸς ὑψοῦται ὁ ὑπεράγαθος, ὁ ἀνυψωθῆναι ἐν τούτῳ ἐθελουσίως, αἱρετισάμενος δι' εὐσπλαγχνίαν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἱερῶς ἐδήλου, ἐναλλὰξ ὁ ἀοίδιμος, ἐπευλογῶν ἐγγόνους ποτέ, τὸν τύπον τοῦ ἡγιασμένου Ξύλου, δι' οὗ εὐλογία πᾶσι δεδώρηται, τοῖς κατηραμένοις, κακίστῃ τοῦ ξύλου βρώσει, καὶ ὀλισθήσασι κακῶν εἰς βάθη.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἀνορθοῦται ἄπαν, τὸ ἀνθρώπινον Δέσποτα, σοῦ ὀρθωθέντος ἐπὶ τοῦ Σταυροῦ, καὶ στῖφος, πίπτει πονηρῶν δαιμόνων, καὶ τὰ διεστῶτα ἕνωσιν δέχεται, καὶ ὑπερυψοῦται τὸ κράτος τῆς ἐξουσίας, καὶ τῆς δυναστείας σου εἰς τοὺς αἰῶνας.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μακαρίαν δόξαν, καὶ τρυφὴν ἀδιάρρευστον, καὶ φωταυγῆ σκηνώματα νῦν κληροῦσθε, θεῖοι Ἀθληταὶ Κυρίου, καὶ ταῖς οὐρανίαις σκηνοῦσθε Τάξεσι, καὶ τῶν ἀοιδίμων ἐλπίδων ὑμῶν τὸ πέρας, νῦν κατειλήφατε ἐν εὐφροσύνῃ.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡ ὑμῶν ἀνδρεία, ὑπὲρ ἥλιον ἔλαμψε, φωτοειδεῖς Χριστοῦ Ἀθληταί, καὶ πᾶσαν, τὴν τοῦ διαβόλου πλάνην, θεϊκῇ δυνάμει ἐναπημαύρωσε, καὶ πιστῶν καρδίας Μάρτυρες εὐσεβοφρόνων, ἐφωταγώγησεν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοητὴν νεφέλην, καὶ σκηνὴν ἁγιάσματος, θρόνον Θεοῦ καὶ πύλην φωτὸς λυχνίαν, καὶ ἀνατολὴν τοῦ Λόγου, οἱ πιστοί σε πάντες κατονομάζομεν, πάναγνε Παρθένε τοῦ πάντα τεκτηναμένου, Μήτηρ ὑπάρχουσα εὐλογημένη.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε, ταῖς τῆς παρθενίας, καλλοναῖς ἀστράπτουσα, καὶ πάντας κατηύγασας, τοὺς Θεοτόκον σε ἀληθῆ, καθομολογοῦντας ἐκ ψυχῆς καὶ βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λόγον Θεοῦ τὸν ἄναρχον, καὶ Πατρὶ συννοούμενον, τὸν ἐκ τοῦ μὴ ὄντος, Πατρικῷ βουλήματι, τὸ πᾶν συστησάμενον, θεοπρεπῶς γεγέννηκας, σάρκα γεγονότα δι΄ἡμᾶς τοὺς ἀνθρώπους· διό σε Θεοτόκον, ὀρθοδόξως φρονοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱερωτέρα πέφηνας, Θεοτόκε πανάμωμε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως· τῶν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ Παρθενικῆς ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως, ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νενεκρωμένην Πάναγνε, τὴν ψυχήν μου τοῖς πταίσμασι, καὶ κατεφθαρμένην, ἰοβόλοις δήγμασι, Θεὸν τὸν δυνάμενον, ζωοποιεῖν τὰ σύμπαντα, ἡ ἀπειρογάμως ὑπὲρ φύσιν τεκοῦσα, ἀνάστησον βοῶσαν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος, θάνατος διὰ Σταυροῦ, κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ἱερωτάτως σε ὑψοῦντες, Οἰκτίρμον προσκυνοῦμέν σου, λόγχην τε καὶ τὸν Σταυρόν, τὸν σπόγγον, τὸν κάλαμον, καὶ τοὺς χερσὶ παγέντας καὶ ποσίν, ἁγίους ἥλους Δέσποτα, δι' ὧν εὕρομεν τελείαν ἄφεσιν, καὶ τῆς ἐν Παραδείσῳ, διαγωγῆς ἠξιώθημεν.
Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.
Ὢ πῶς ἀδίκως κατεκρίθης, παγῆναι δικαιότατε, μόνε πάντων βασιλεῦ, ἐν ξύλῳ σταυρούμενος, τοῦ δικαιῶσαι πάντας ἐκζητῶν, τοὺς πίστει τὰ παθήματα, τὰ ἑκούσια καὶ τὴν οἰκονομίαν σου, δοξάζοντας ἀπαύστως, καὶ σὲ ἀεὶ μεγαλύνοντας.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σῶμα προδόντες ταῖς βασάνοις, προθύμως οἱ Πανεύφημοι, ἤνεγκαν τοὺς αἰκισμούς, τὸν βίαιον θάνατον, τὰς ἐκτομὰς μελῶν, τοὺς σπαραγμούς, καὶ πᾶσαν ἄλλην βάσανον, τῷ πρὸς Κύριον φίλτρῳ πυρούμενοι· διὸ στεφανηφόροι, ἐν οὐρανοῖς πολιτεύονται.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡ Ἀποστόλων καὶ Μαρτύρων, γλυκύτης ταῖς εὐχαῖς αὐτῶν, πάντων ἡμῶν τὰς εὐχάς, ὡς εὔσπλαγχνος πλήρωσον, ἁμαρτημάτων λύσιν τῶν πολλῶν, παρέχων καὶ ταπείνωσιν, τὴν τῆς σῆς Βασιλείας οἰκείωσιν, Χριστὲ Θεὲ τῶν ὅλων, ὁ δι' ἡμᾶς ὀφθεὶς ἄνθρωπος.
Σταυροθεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φωτοειδὴς παστὰς ὠράθης, Παρθένε τοῦ οἰκήσαντος, σοῦ τὴν ἄφθορον νηδύν, καὶ πάθος μακάριον, καθυπομείναντος ἐθελοντί, καὶ πᾶσι τὴν ἀπάθειαν, παρασχόντος δι' ἄφατον ἔλεος, ὃν πίστει προσκυνοῦντες, σὲ εὐσεβῶς μεγαλύνομεν.
Κανὼν τῆς Θεοτόκου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νικῶσαν τὰς αἱρέσεις νεανικῶς, τὴν σεπτὴν Ἐκκλησίαν, ἀνάδειξον, ἣν ὁ Χριστός, αἵματι τιμίῳ τῷ ἑαυτοῦ, ὡς ἀγαθὸς ἐκτήσατο, Κεχαριτωμένη ὁ σὸς Υἱός, καὶ σῶσον ἐκ κινδύνων, καὶ τῆς ἐπικρατείας, τῆς κατεχούσης ἡμᾶς Δέσποινα.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥιφθέντας οὐρανίου διαγωγῆς, καὶ πεσόντας ἀθλίως εἰς θάνατον, πάλιν ἡμᾶς, Μήτηρ γενομένη τοῦ Λυτρωτοῦ, ἀνεκαλέσω Πάναγνε, καὶ πρὸς τὴν ἀρχαίαν πάλιν δραμεῖν, ἠξίωσας πατρίδα· διό σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥαδίως Θεοτόκε διαπερᾶν, τὸν τοῦ βίου παράσχου μοι κλύδωνα, τῶν πειρασμῶν, τὰς ἐπαναστάσεις καὶ τῶν παθῶν, ὡς ἀγαθὴ πραΰνουσα, καὶ καθοδηγοῦσα πρὸς ἀρετῆς, οὐράνιον πορείαν, ὅπως ὡς εὐεργέτιν, ἀκαταπαύστως μεγαλύνω σε.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆρα ὡς τεκοῦσα καὶ Λυτρωτήν, σωτηρίας με Κόρη, ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύουσα· πάντα γὰρ ὡς θέλεις σὺ κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.
Ἀπόστιχα τῶν Αἴνων, Σταυρώσιμα
Τοῦ Μωσέως ἡ ῥάβδος, τὸν τίμιον Σταυρόν σου, προετύπου Σωτὴρ ἡμῶν· ἐν αὐτῷ γὰρ σῴζεις, ὡς ἐκ βυθοῦ θαλάσσης, τὸν λαόν σου Φιλάνθρωπε.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ὁ ἐν Ἐδὲμ Παράδεισος ποτέ, τὸ ξύλον τῆς γνώσεως, ἀνεβλάστησεν ἐν μέσῳ τῶν φυτῶν, ἡ Ἐκκλησία σου Χριστέ, τὸν Σταυρόν σου ἐξήνθησε, τὸν πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν, ἀλλὰ τὸ μὲν ἐθανάτωσε, βρώσει φαγόντα τὸν Ἀδάμ, τὸ δὲ ἐζωοποίησε, πίστει σωθέντα τὸν Λῃστήν, οὗ τῆς ἀφέσεως, κοινωνοὺς ἡμᾶς ἀνάδειξον, Χριστὲ ὁ Θεός, ὁ τῷ πάθει σου λύσας, τὴν καθ' ἡμῶν μανίαν τοῦ ἐχθροῦ, καὶ ἀξίωσον ἡμᾶς, τῆς βασιλείας σου Κύριε.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβείμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφείμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι· πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὁ τῇ φύσει ἀθάνατος, πῶς ἐν ξύλῳ κρέμαται; πῶς θανάτου νῦν γεύεται; πῶς κατακρίνεται ὁ ἀνεύθυνος; Κρῦψον τὸ φῶς σου, καὶ φρῖξον ἥλιε, βλέπων τὸ τόλμημα, ἡ Παρθένος ἔλεγεν ἐν στεναγμοῖς βλέπουσα σταυρούμενον, Χριστὸν ὃν ἔτεκε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ Λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας, μόνε Οἰκτίρμον, τῆς οὐρανίου Βασιλείας σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἔτεινας Χριστέ, παλάμας ἐπὶ ξύλου, καὶ τὰς πονηράς, ἀρχὰς καὶ ἐξουσίας, παρεδειγμάτισας σώσας τῆς τούτων βλάβης, τοὺς εὐσεβῶς σε μεγαλύνοντας.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Λόγχῃ κεντηθείς, κρεμάμενος ἐν ξύλῳ, ἔβλυσας ἡμῖν, κρουνοὺς ἀθανασίας, θανατωθεῖσιν ἀφρόνως τῇ παραβάσει· ὅθεν ἐν φόβῳ ἀνυμνοῦμέν σε.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Ξένοι τῶν τῆς γῆς, δεικνύμενοι ἡδέων, ξέναις ἑαυτούς, ἐξέδωκαν βασάνοις, οἱ Ἀθληταὶ τραυματίσαντες τὸν Βελίαρ, τοῖς ἑαυτῶν ἁγίοις τραύμασι.
Δόξα...
Μίαν τοῦ Πατρός, καὶ Πνεύματος καὶ Λόγου, ἄναρχον ἀρχήν, πιστοὶ δοξολογοῦντες, δεῦτε προσπέσωμεν λύσιν τῶν ἐγκλημάτων, αὐτῷ αἰτοῦντες ὡς Θεῷ ἡμῶν.
Καὶ νῦν... Σταυροθεοτοκίον
Τὸν Ἐμμανουήλ, Ἀμνὸν Θεοῦ καὶ Λόγον, βλέπουσα σαρκί, κρεμάμενον ἐν ξύλῳ, Ἀμνὰς ἡ μόνη ἀμίαντος καὶ Παρθένος, λύπῃ συνείχετο δακρύουσα.