ΤΡΙΤΗ ΠΛ Α΄ ΗΧΟΣ
Στιχηρὰ Προσόμοια Δεσποτικὰ
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Λῦσόν μου τῆς καρδίας Σωτήρ, τὴν ἐκ δαιμόνων γενομένην μοι πώρωσιν, καὶ δός μοι δακρύων ὄμβρους, τῆς μετανοίας ὡς ἄν, τὰ πολλὰ θρηνήσω μου ἐγκλήματα, καὶ πᾶν τὸ ῥυπαῖνον, τὸν λογισμόν μου ῥυφθήσωμαι, καὶ τοῦ τῆς λήθης, σκοτασμοῦ λυτρωθήσωμαι, καὶ ἀρθήσωμαι, πρὸς καλῶν κατανόησιν, πρόσχες μοι καὶ εἰσάκουσον, ἱλάσθητι Κύριε, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν τυραννούντων ἀπάλλαξον, παθῶν ὅπως εὕρω, ἐν σοὶ ἄνεσιν καὶ πράττω, τὰ σὰ θελήματα.
Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Χείλη μεμολυσμένα κινῶ, καὶ ῥυπαρὰς χεῖρας πρὸς σὲ Ὑπεράγαθε, καρδίαν συγκεχωσμένην, τοῖς πονηροῖς λογισμοῖς, ὀφθαλμοὺς τυφλώττων ὁ πανάθλιος, ψυχὴν περιφέρω, ἐσκοτισμένην τοῖς πάθεσι, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ὁ παμβέβηλος συγκαλύπτομαι, καὶ οὐκ ἔχω ἀνάνευσιν, ἔκτεινον τὰς ἀχράντους σου, παλάμας φιλάνθρωπε, σῶσόν με Σῶτερ βοῶ σοι, καὶ μολυσμοῦ ἀποκάθαρον, πολλῶν ἐγκλημάτων, καὶ δεινῶν ἐπερχομένων, ὡς πολυεύσπλαγχνος.
Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ψῦξον τοὺς ὀχετοὺς Ἰησοῦ, τοὺς θολερούς, καὶ τοὺς χειμάρρους ἀνάστειλον, καὶ ὄμβρους πολλῶν δακρύων, ἐν κατανύξει ψυχῆς, ἀγαθὲ παράσχου τῇ καρδίᾳ μου, ἰδοὺ ἀπεμάκρυνα, ἀπὸ σοῦ ὡς ὁ Ἄσωτος, καὶ ἐγυμνώθην, ἀπὸ πάσης θελήσεως, σῆς χρηστότητος, πολυέλεε Κύριε, ἥμαρτον μὴ παρίδῃς με, μὴ λάβῃ με τέλεον, ὥσπερ ὑπεύθυνον ὄντα, ὁ ἀλαζὼν καὶ παμπόνηρος, ἐχθρὸς ἀλλὰ τάχει, τῆς αὐτοῦ με τυραννίδος, Δέσποτα λύτρωσαι.
Ἔτερα τοῦ Προδρόμου, ὅμοια
Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ῥεῦμα σφοδρὸν καὶ πάνυ δεινόν, τῆς καταιγίδος τῶν παθῶν τῇ καρδίᾳ μου, ἐχύθη καὶ κατακλύζει, καὶ εἰς βυθὸν ζοφερόν, συνωθεῖ ἀτόπου ἀπογνώσεως, αὐτὸς ἀοράτῳ, ἐπιστασίᾳ σου φάνηθι, καὶ τῇ ἰσχύϊ, τῆς σεπτῆς συμπαθείας σου, τοῦτο ξήρανον, καὶ εἰς τέλος ἀφάνισον, ῥεῖθρά μοι παρεχόμενος, πλημμύρη ἀοίδιμε, τὰ καταρδεύοντα φρένας, καὶ νοῦν καὶ ἔννοιαν ἅπασαν, δι' ὧν ἐκβλαστάνειν, ἱλασμὸν καὶ σωτηρίαν, δίδου μοι Πρόδρομε.
Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ὅλην μου τὴν καρδίαν σοφέ, καὶ τὴν διάνοιαν ἐν σοὶ ἀνατέθεικα, γενοῦ μοι θερμὸς προστάτης, καὶ σωτηρίας ἐλπίς, βοηθὸς καὶ φύλαξ, καὶ κραταίωμα, φρουρός ἀσφαλέστατος, κυβερνήτης πανάριστος, λιμὴν καὶ τεῖχος, ἐκ κινδύνων ῥυόμενος, ἐξ ἐχθρῶν δεινῶν, ἀφαρπάζων με Πρόδρομε· ἔχεις γὰρ ἀπροσμάχητον, πρεσβείαν καὶ δύναμιν, ἔχεις παμμάκαρ ἀμέτρους, τοὺς οἰκτιρμοὺς καὶ συμπάθειαν, δι' ὧν σκέπε φρούρει, διαφύλαττε διδούς μοι, τὸ μέγα ἔλεος.
Στίχ. ς'. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Δός μοι κατατρυφῆσαι τῆς σῆς, εὐπρεπεστάτης, καὶ λαμπρᾶς ὡραιότητος, καθάρας τὸν ῥύπον πάντα, τῆς ἐμπαθοῦς βιοτῆς, διὰ μετανοίας καὶ δακρύων μου· καὶ γάρ σὺ ἐπίστασαι, τῆς ψυχῆς μου τὸν ἔρωτα, τὸν θεῖον πόθον, καὶ τὸ φίλτρον τὸ ἄμετρον, ὅπερ κέκτημαι, μεγαλύνων σε Πρόδρομε, πλήρωσόν μου τὴν ἔφεσιν, κἂν μέγα τὸ αἴτημα, κἂν ὑπερβαίνῃ τὰ μέτρα, τῆς ταλαιπώρου ἀξίας μου, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Στῆσον τοὺς ποταμοὺς τῶν παθῶν, τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον, τῷ ῥείθρῳ τῆς σῆς πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, θείων θελημάτων ἐγκαθόρμισον, ἐχθρούς καθ' ἑκάστην, τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ἐκταράττοντας, καταπόντισον, ἀπωλείας εἰς βάραθρα, πλήρωσον εὐφροσύνης καὶ χαρᾶς τὴν καρδίαν μου, λῦσον τὸ νέφος βοῶ σοι, τῆς ἀθυμίας μου Πάναγνε, Χριστὸν δυσωποῦσα, τὸν παρέχοντα, τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπόστιχα Κατανυκτικὰ ΤΟ ΑΚΟΥΤΕ
Κύριε, ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε ἀγαθέ, καὶ ἐλέησόν με.
Στίχ. Α'. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Στίχ. Β'. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε. Αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. α'
Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν· τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα. Διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς ἱλάσθητι μοι, καὶ σῶσόν με.
Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν σπουδῇ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἡ τὸ ἄνθος τὸ θεῖον, ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα Χριστόν, τὸν ἄρτον ζωῆς φέρουσα, ὡς Υἱόν σου καὶ Θεόν, ἐκδυσώπησον αὐτόν, σὺν τῷ ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Θρήνησον ψυχή μου, τὴν ἑαυτῆς ῥαθυμίαν, θέλησον λοιπὸν πρὸ τελευτῆς ἐπιστρέψαι, θορύβων ἀπόστηθι βιωτικῶν, Θεῷ προσκολλήθητι τῷ ἀγαθῷ, καὶ σώσει σε, ὡς μόνος φιλάνθρωπος.
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν φωνὴν τοῦ Κυρίου τοῦ ἀρχιποίμενος, ἀκουσώμεθα πάντες οἱ ἁμαρτήσαντες· δι' ἡμᾶς γὰρ ἐπὶ γῆς σαρκὶ ἐπέφανεν, εἰς μετάνοιαν καλῶν, τοὺς κατ' ἐμὲ ἁμαρτωλούς, θαρσεῖτε καὶ μὴ θροεῖσθε· μικρὸς γάρ ἐστιν ὁ κόπος, ἀλλὰ γλυκεῖα ἡ ἀνταπόδοσις.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώσθη ἀληθῶς, ὦ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πάσιν ἐφηπλωμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα Κατανυκτικὰ
Τὸ συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριὴλ γαστρὶ συνέλαβεν, ἀλλ' ἐν νηδύϊ προσκιρτᾷ, τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.
Μαρτυρικὸν
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ἐπιτάχυνον ῥῦσαι λαόν σου, συνήθως κραυγάζοντά σοι ἐκτενῶς. Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε Ἀειπάρθενε.
Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχίς,
ἄνευ τῶν Θεοτοκίων.
Ἱλασμόν, Χριστέ, πταισμάτων δίδου. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. α'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Γῆν ἐφ' ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἱλασμόν μοι δώρησαι, τῶν πεπραγμένων μοι Σωτήρ, καὶ ἄνες μοι, πρὸ τοῦ ἔνθεν ἀπελθεῖν, κάθαρον πολλῆς, σηπεδόνος Κύριε, ὁ καθαρίσας λεπρούς, καὶ ἀξίωσον κᾀμὲ ἀμέμπτως παραστῆναί σοι, μέλλοντι ἔρχεσθαι, κρῖναι ζῶντας καὶ νεκρούς.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Λήμην ἣν περίκειμαι, τοῖς τῆς ψυχῆς μου ὀφθαλμοῖς, κωλύουσαν, μὴ ὁρᾷν σου τὰς αὐγάς, ἃς ἐπιφανείς, ἐφ' ἡμᾶς ἐξήπλωσας, Ἥλιε ἄδυτε, ταύτην κάθαρον Σωτήρ, καὶ δίδου ἐνοπτρίζεσθαι, Κύριε εὔσπλαγχνε, τῶν χαρίτων σου τὸ φῶς.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἄγρυπνοι γενόμενοι, τῶν προσταγμάτων τοῦ Χριστοῦ, φύλακες, ἐκοιμίσατε ἐχθροῦ κακίαν ἅπασαν, Ἀθληταὶ μακάριοι· διὸ βαρούμενον ὕπνῳ τῶν ἁμαρτιῶν, πρὸς μετανοίας δέομαι, θείαν ἐγρήγορσιν, διεγείρατε κᾀμέ.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σαρκὶ συμπλεκόμενοι, τῷ πολεμήτορι ἐχθρῷ, Μάρτυρες, ἐτροπώσασθε αὐτὸν τῷ ὅπλῳ τοῦ Σταυροῦ, καὶ αἱμάτων ῥεύμασι κατεποντίσατε, καὶ στεφάνους ἐκ Θεοῦ, τῆς νίκης ἐκομίσασθε, ᾄδοντες ψάλλοντες, ἐπινίκιον ᾠδήν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι συνηθείας με, ἁγνὴ Παρθένε πονηρᾶς, στήριξον, ἐπὶ πέτραν ἐντολῶν, περιτρεπόμενον μεθοδείαις Δέσποινα, τοῦ παλαιοῦ πτερνιστοῦ, καὶ ἀξίωσον κᾀμέ, Χριστῷ εὐαρεστῆσαι καλῶς, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν.
Κανὼν τοῦ τιμίου Προδρόμου, οὗ ἡ Ἀκροστιχίς.
Βαπτιστά, τήν δε τὴν παράκλησιν δέχου. Ἰωσήφ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον, ὕμνον ᾄδοντα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Βίον καθηγνισμένον, ζωήν τε ἄϋλον, ἐπεδείξω Προφῆτα, ἐν ὑλικῷ τῷ σώματι· διὸ δυσωποῦμέν σε, μιμητάς σου ἔργασαι, τοὺς ἐν πίστει σε μακαρίζοντας.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄβυσσον καταδύσας, τῆς εὐσπλαγχνίας Χριστόν, ποταμίοις ἐν ῥείθροις, αὐτὸν δυσώπει Πρόδρομε, ξηράναι τὴν ἄβυσσον, τῶν κακῶν μου δέομαι, καὶ φωτίσαι μου τὴν διάνοιαν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πρόδρομε τοῦ Σωτῆρος, ἐκ μετανοίας μοι, ἀφορμὰς προξενούσας, κατάνυξιν δοθῆναί μοι, βορβόρου με πλύνουσαν, ἁμαρτίας αἴτησαι, τὸν φιλάνθρωπον ἱκετεύω σε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τέτοκας ἀπορρήτως, ὠδίνων ἄνευθεν, ὃν Πατὴρ πρὸ αἰώνων, ἀρρεύστως ἀπεγέννησε, πανύμνητε Δέσποινα, ὃν δυσώπει σῴζεσθαι, ἀπὸ πάσης βλάβης, τοὺς σοὶ προστρέχοντας.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σαλευομένην τὴν καρδίαν μου Κύριε, τοῖς κύμασι τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Μετανοεῖν σοι τῷ Θεῷ ἐπαγγέλλομαι, καὶ πάλιν ἁμαρτάνων τί γένωμαι; πῶς σοι ἐποφθήσωμαι, ἡνίκα κρίνῃς τὴν γῆν;
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὅτι ἐν γνώσει καὶ ἀγνοίᾳ ἡμάρτηκα, τῷ πάντα γινώσκοντι προσέρχομαι, καὶ προσπίπτω σοι· δέξαι με ὥσπερ τὸν Ἄσωτον.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νενεκρωμένῳ λογισμῷ οἱ παράνομοι, τοὺς τὴν ζωὴν ποθοῦντας ᾐκίζοντο, νικηφόρους Μάρτυρας, ὁμολογοῦντας Χριστόν.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χοροὶ Μαρτύρων τοῖς χοροῖς ἠριθμήθησαν, τῶν νοερῶν Ἀγγέλων ἰσάγγελοι, γεγονότες χάριτι, τοῦ θείου Πνεύματος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῆς μετανοίας πύλας νῦν μοι ὑπάνοιξον, πύλη φωτὸς Παρθένε καὶ εἴσοδον, τῶν παθῶν ἀπόκλεισον, τῆς ταπεινῆς μου ψυχῆς.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰάσεις τοῖς προσιοῦσι πίστει τῷ οἴκῳ σου, θαυμαστὲ προφῆτα πηγάζων πάντοτε, ἴασαι τὰ πάθη τῆς ἐμῆς, καρδίας δυσωπῶ σε, τὰ παναθλίως συμφυέντα μοι, ἐξ ἀπροσεξίας πανόλβιε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στενάζω καὶ ὀδυρμοῖς συνέχομαι πάντοτε, ἐννοῶν τὸ βῆμά σου τὸ ἀδέκαστον, μόνε δικαιότατε Κριτά, ἐν ᾧ με ἱκεσίαις, τοῦ Βαπτιστοῦ σου ἀκατάκριτον, Κύριε Θεὲ μου συντήρησον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς νέας καὶ παλαιᾶς μεσίτης γενόμενος, μεσιτείαις θείαις ἔνδοξε Πρόδρομε, πεπαλαιωμένον με πολλαῖς, βοῶ σοι ἁμαρτίαις, τῇ μετανοίᾳ καινοποίησον, ὅπως ἐν αἰνέσει γεραίρω σε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγία Παρθενομῆτορ μόνη Πανύμνητε, ἐγκλημάτων μώμου ἡμᾶς ἀπάλλαξον, φώτισον ἡμῶν τὸν λογισμόν, ἁγίασον καρδίαν, καὶ αἰωνίου ἡμᾶς λύτρωσαι, πάντας καταδίκης δεόμεθα.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ῥημάτων σου Κύριε, καταφρονήσας φωταγωγούντων, σκότους ἔργα ἔπραξα, καὶ πτοοῦμαί σου, τὸ ἐκεῖθεν μέγα κριτήριον.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἱστίῳ πτερώσωμεν, ἐνθέου φόβου ψυχῆς τὸ σκάφος, πρὸς λιμένα τε μετανοίας φθάσωμεν, τῶν κακῶν φυγόντες τὰ κύματα.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σταλάζοντα Μάρτυρες γλυκασμόν, ὤφθητε θεῖα ὄρη, καὶ παράδεισος θεοφύτευτος, ζωῆς ξύλον, ἔχοντες τὸν Κύριον.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τοξεύμασιν Ἅγιοι, ὑπομονῆς τε καὶ καρτερίας, κατεσφάξατε πολεμίους δαίμονας, καὶ στεφάνους δόξης ἐλάβετε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἡ πάναγνος Δέσποινα, ἁμαρτανόντων ἡ προστασία, τῶν πιπτόντων θεία ἐπανόρθωσις, ὡς Θεὸν τεκοῦσα δοξάζεται.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰ ἄνω κατοικήσας βασίλεια, ὡς στρατιώτης ἀληθής, τοῦ Βασιλέως Χριστοῦ Βαπτιστά, αὐτὸν δυσώπει ἀπαύστως, λαὸν κατοικτειρῆσαι τιμῶντά σε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡγίασεν ἐκ μήτρας σε Κύριος, ὁ προειδὼς τὸ εὐγενές, τῆς σῆς καρδίας ἀοίδιμε, αὐτὸν ἱκέτευε πάντας, ἡμᾶς καθαγιάσαι δεόμεθα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νεκροῖς εὐηγγελίσω τὴν ἔλευσιν, τοῦ νεκρωθέντος δι' ἡμᾶς, αὐτὸν ἱκέτευε Πρόδρομε, νενεκρωμένον ζωῶσαι, κᾀμὲ ταῖς ἁμαρτίαις καὶ σῶσαί με.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δεσμοῖς προσομιλήσας μακάριε, καὶ φυλακαῖς διὰ Χριστόν, δεσμὰ κακῶν μου διάλυσον, καὶ τὰ σεπτά με φυλάττειν, προστάγματα δυνάμωσον δέομαι.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐλέησόν με μόνη Πανύμνητε, τὸν ἐλεήμονα Θεόν, ὑπερβολῇ ἀγαθότητος, ἀνερμηνεύτως τεκοῦσα, καὶ ῥῦσαι αἰωνίου κολάσεως.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἤλιε, ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐξ ἔργων σωτηρία, ἐμοὶ οὐκ ἔστι· πολλὰ γὰρ ἐπὶ τῆς γῆς, ὁ τάλας ἥμαρτον, καὶ τρέμω τὸ φρικτὸν βῆμά σου, ὅτε κατακρῖναι μέλλεις ὁ Θεός, τοὺς παραβάτας τῶν σῶν ἐντολῶν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Πῶς ἄφρων ἐγενόμην, πῶς ἐσκοτίσθην ποιῶν τὸ πονηρόν; πῶς οὐ συνῆκά σου τὸν φόβον; ἀλλ' εἰς γῆν νένευκα, καὶ ἐξωμοιώθην κτήνεσι πολλοῖς; ἐπίστρεψόν με Θεὲ τοῦ παντός.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὸ νέφος τῶν Μαρτύρων, διεσκέδασαν τὰ νέφη τῶν πικρῶν βασάνων, καὶ ηὔγασαν ἡμέραν ἀληθοῦς γνώσεως, καὶ πολυθεΐας ἔλυσαν ἀχλύν, καὶ πρὸς τὸ ἄδυτον ἔφθασαν φῶς.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἁγίασον τὸν νοῦν μου, ταῖς τῶν ἁγίων Μαρτύρων σου, Χριστὲ πρεσβείαις δέομαι, καὶ δεῖξον φωτισμοῦ ἔμπλεων, καὶ τῆς αἰωνίου δόξης κοινωνόν, ἵνα δοξάζων ὑμνῶ σε Σωτήρ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεὸν ἀρρήτῳ Λόγῳ, Παρθενομῆτορ ἐκύησας, ἡμῖν πᾶσι μετάνοιαν διδοῦντα, τοῖς πολλὰ πταίουσι, διὰ μεσιτείας σου τῆς ἀγαθῆς, καταφυγὴ τῶν πιστῶν καὶ λιμήν.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τέτοκε στειρεύουσα γαστήρ σε Πρόδρομε, τὰς στειρευούσας καλῶν καρδίας, εὐτέκνους δεικνύοντα, ἐγκάρποις σου λόγοις· διό σε μακαρίζομεν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἤνθησας ὡς εὔοσμον κρίνον ἀοίδιμε, ἐν ταῖς ἐρήμοις· διὸ βοῶ σοι. Τῆς ψυχῆς μου Πρόδρομε, πᾶσαν δυσωδίαν, κακίας ἀποδίωξον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νόμου μέσον ἕστηκας σοφὲ καὶ χάριτος, διὸ κραυγάζω· Τροπούμενόν με ἁμαρτίας Πρόδρομε, νόμῳ οἰκτειρῆσαι, τὸν Κύριον ἱκέτευε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πύλη ἀδιόδευτε τῆς δόξης Ἄχραντε, διάνοιξόν μοι τῆς μετανοίας πύλας, προξενούσας μοι τὰς θείας εἰσόδους, καὶ τὴν ἐκεῖ κατάπαυσιν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, κᾀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς Ναὸν τὸν ἅγιόν σου.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἰδοὺ καιρὸς ἐπιστροφῆς, κᾀγὼ κατάκειμαι, ὕπτιος ἀεί, ἀναισθησίᾳ πολλῇ, κρατούμενος πάντοτε Λόγε, τὴν πώρωσιν τῆς καρδίας μου, διαλύσας ἐλέησόν με.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Στενάζοντα ὡς ποτέ, τὸν Τελώνην οἴκτειρον, οἰκτίρμον Χριστέ, καὶ ὡς τὴν Πόρνην θερμῶς, δακρύειν ἀξίωσον, ἵνα ἐκπλύνω κᾀγὼ τὸν βόρβορον, τῶν πολλῶν μου ἐγκλημάτων.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μεγαλομάρτυρες Χριστοῦ, μεγάλως πταίσαντα, μεγάλης φλογὸς τῆς ἐν γεέννῃ ἐκεῖ, μενούσης με ῥύσασθε, ἵνα μεγάλως κᾀγὼ πανένδοξοι, τὴν ὑμῶν δοξάζω μνήμην.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀγωνισάμενοι καλῶς, λαμπρῶς ἐστέφθησαν οἱ Ἀθληταί σου, ζωαρχικῇ δεξιᾷ, ὦ Θεὲ καὶ Κύριε· διὸ τούτων σεπταῖς παρακλήσεσι, σῶσον πάντα τὸν λαόν σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοχαρίτωτε σκηνή, τοῦ ἁγιάσματος σεπτὴ κιβωτέ, λυχνία θείου φωτός, ἄρτου ζωῆς τράπεζα, Λόγου παλάτιον ἔμψυχον, οἶκον Πνεύματός με δεῖξον.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπορρήτοις λάμψεσι, διαλάμπων Πρόδρομε Χριστοῦ, ἐνεργεῖ πρεσβείᾳ σου καταύγασον, τὰς καρδίας τῶν εὐσεβῶς ἀνυμνούντων σε.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥαθυμίας ὕπνῳ με, συσχεθέντα Πρόδρομε Χριστοῦ, καταυγάσας χάριτι διέγειρον, τοῦ προθύμως τὰ θεῖα πράττειν θελήματα.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπὸ πάσης θλίψεως, ἐναντίας λύτρωσαι ἡμᾶς, τοὺς προστάτην θεῖόν σε πλουτήσαντας, καὶ πρεσβευτὴν πρὸς τὸν Δεσπότην μακάριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Καταιγὶς χειμάζει με, ἁμαρτίας Ἄχραντε ἁγνή, σπεῦσον ἐξελέσθαι με εἰσάγουσα, μετανοίας πρὸς τοὺς λιμένας Πανάμωμε.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή, δροσίζουσα κάμινον, κήρυξ τοῦ θαύματος μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Τὰς ἀνομίας μου, τὰς ἀδικίας μου Σωτήρ, τὰ ἄπειρα πταίσματα, Χριστὲ συγχώρησον, καὶ μελλούσης με ῥῦσαι κολάσεως, διὰ τὸ πλῆθος τῶν σῶν οἰκτιρμῶν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὥσπερ ὁ Ἄσωτος, κατεδαπάνησα νῦν, τὸν πλοῦτον ὃν εἴληφα, καὶ λιμῷ φθείρομαι, ὑστερούμενος ἐνθέου βρώσεως, μετανοοῦντα Σωτήρ, δέξαι καὶ σῶσόν με.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νεκρὸν εἰργάσασθε, τὸν πολεμοῦντα ἐχθρόν, τὰ μέλη νεκρούμενοι, πολλαῖς κολάσεσιν, ἀξιάγαστοι Κυρίου Μάρτυρες· διὸ οἱ πιστοὶ εὐσεβῶς, εὐφημοῦμεν ὑμᾶς.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Δαιμόνων φάλαγγας, τυράννων πᾶσαν πληθύν, τοξεύμασι Μάρτυρες, ἐτραυματίσατε, καρτερίας τε καὶ γενναιότητος, καὶ πρὸς ζωὴν ἀληθῆ, μετετέθητε νῦν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λιμὴν σωτήριος, ἐδείχθης πᾶσιν Ἁγνή, παθῶν τὸ κλυδώνιον καταπραΰνουσα, πρὸς γαλήνην τε πάντας μετάγουσα, τῆς μετανοίας σεμνή, τοὺς ἐν γῇ ταπεινούς.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λόγοις δυσωποῦμέν σε, τὸν τοῦ Λόγου Πρόδρομον, Πατρῴαν ὡς ἔλυσας, φωνὴν ἐν τῷ τίκτεσθαι, διάλυσον τοὺς βρόχους, τῶν ἡμῶν ἁμαρτημάτων.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἥλιε πολύφωτε, λάμψον μετανοίας μοι, σωτήριον ἔλλαμψιν, καὶ σκότους με λύτρωσαι παθῶν παρενοχλουντων, τὴν ζοφώδη μου καρδίαν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στεῖραν ψυχὴν κέκτημαι, καὶ καρδίαν ἄτεκνον, στείρας θεῖον βλάστημα, καρποὺς μετανοίας με, βλαστάνειν ἐκδυσώπει, Βαπτιστὰ Χριστοῦ ἀπαύστως.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἴσον τῷ Γεννήτορι, τὸν Υἱὸν δοξάζομεν, καὶ Πνεῦμα τὸ ἅγιον, Τριάδα ἀχώριστον, ἐνθέως μελῳδοῦντες, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θέον ἀπεκύησας, παιδίον Πανάμωμε, Χριστὸν τὴν ἀνάπλασιν, ἡμῶν ἐργαζόμενον, τῶν πεπαλαιωμένων, τῇ ἀρχαίᾳ παραβάσει.
ᾨδὴ η'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός, Ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε Λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἰδοὺ προσῴζεσαν, καὶ κατεσάπησαν, οἱ τῆς ψυχῆς μου μώλωπες Χριστέ, καὶ ταλαιπωρήσας, κατεκάμφθην διόλου, φαρμάκοις μετανοίας, Σωτὴρ ἰάτρευσόν με.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δολίως ὄφις με, ὁ πονηρότατος, ἀποσυλήσας, ἐπλήρωσε κακῶν, καὶ στενάζων κράζω· Μὴ ἀπώσῃ με Λόγε, τὸν κατακεκριμένον, καὶ τεταπεινωμένον.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Οὐ παρετράπητε, κρείττονος στάσεως, τοὺς τοῦ Σταυροῦ δέ, Πανεύφημοι ἐχθρούς, τοὺς ὑποσκελίζειν, ὑμᾶς ὑπολαβόντας, ἐπτώσατε τελείως, σοφοὶ ἀνατραπέντας.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑμᾶς πανεύφημοι, Κυρίου Μάρτυρες, οὐ πῦρ, οὐ ξίφος, οὐ θῆρες, οὐ λιμός, οὐ τροχὸς μερίζων, οὐδὲ βάσανος ἄλλη, κατίσχυσε χωρίσαι, Θεοῦ τοῦ φιλανθρώπου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀγγέλών καύχημα, βροτῶν διάσωσμα, ἐγγυητής μου γενοῦ, Μῆτερ Θεοῦ, ὅπως ἐπιστρέψω, καὶ κομίσωμαι λύσιν, τῶν προημαρτημένων, ἐν γνώσει καὶ ἀγνοίᾳ.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δῆμον προχοαῖς, ταῖς Ἰορδάνου λούεις, κηρύττων μετάνοιαν, μέγιστε Πρόδρομε· ὅθεν βοῶ σοι· Τὰ τῶν παθῶν μου ῥεῖθρα, ξήρανον πηγὰς μοι, δακρύων ἐπιπέμπων.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔντρομος γενοῦ, ἐννοουμένη ὅλη, ψυχὴ τὸ κριτήριον, τοῦ Παντοκράτορος, κράζουσα· οἰκτίρμον, διὰ τοῦ Βαπτιστοῦ σου, οἴκτειρόν με σῶσον, καὶ τῶν βασάνων ῥῦσαι.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χείλη ῥυπαρά, καὶ μολυνθεῖσαν γλῶσσαν, κινῶ σοι πρὸς δέησιν, ἅγιε Πρόδρομε, σπεῦσον ἐν τάχει, βοήθει μοι παντοίαις, προσβολαῖς τοῦ πλάνου, ἀπαύστως κλονουμένῳ.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὄμβρισον ἡμῖν, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ὁμοούσιε, πταισμάτων ἄφεσιν, ὅπως τυχόντες, παντελοῦς σωτηρίας, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὕψωσας ἡμᾶς, τῷ ὑψηλῷ σου τόκῳ, βαράθρων συμπτώσεως, θεοχαρίτωτε· ὅθεν φωναῖς σε, χαριστηρίοις πίστει, Κόρη ἀνυμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός, Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς ποιητήν· διό σε Θεοτόκε μεγαλύνομεν.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἴνα σου μεγαλύνω τὸ μακρόθυμον δυνατέ, μακροθύμησον ἔτι ἐπ' ἐμοί, καὶ μὴ ἐκκόψῃς με, ὡς τὴν ἄκαρπον Λόγε συκῆν, κραυγάζω σοι, ὅπως τῆς μετανοίας, καρπούς προσφέρω σοι.
Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὡς φοβερὸς σὺ μόνε κραταιὲ καὶ δυνατέ! καὶ τίς σου ὑποστήσεται τὴν φοβερὰν ἀπειλήν, ὅταν μέλλῃς εἰς κρίσιν αὐτὸς καθέζεσθαι; ἐν ᾗ συντήρησόν με ἀκατάκριτον.
Μαρτυρικὰ
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σωμάτων ἀλγηδόνας ἀλγηδόσι θείαις ὑμῶν, ἐξαίρετε Κυρίου Ἀθληταί· διὸ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη χαλεπώτατα, ἰατῆρες ὡς ὄντες ἐμπειρότατοι.
Στίχ. Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡλιακῶν ἀκτίνων ἐξαστράπτει πλέον ὑμῶν, ἡ θήκη τῶν λειψάνων, τὰς αὐγάς, τῆς θείας χάριτος, καὶ λαμπρύνει καρδίας, καὶ καταυγάζει ψυχάς, τῶν πίστει Ἀθλοφόροι εὐφημούντων ὑμᾶς.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φωτοειδὴς νεφέλη προηγουμένη νέου λαοῦ, πρὸς γῆν ἐπαγγελίας ἀληθῶς, θεοχαρίτωτε ἀνεδείχθης, καὶ πύλη εἰσάγουσα πρὸς ζωήν· διό σε Θεοτόκε μεγαλύνομεν.
Κανὼν τοῦ Προδρόμου
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἡσαΐα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰδοὺ ἡ εὐπρέπεια, τοῦ σοῦ οἴκου, οἷα οὐρανός, γνωρίζεται ἐπὶ γῆς, Πρόδρομε Χριστοῦ, ἐν ᾧ ἀφικόμενος, ἀγλαΐαις θείαις φρυκτωρεῖς, τοὺς καθ' ἑκάστην σε, νῦν ἐν τούτῳ, μακαρίζοντας.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ὑπάρχων γνήσιος, τοῦ Δεσπότου, φίλος Βαπτιστά, φιλεῖν με τοῦτον εὐθείᾳ, γνώμῃ ἀκλινεῖ, παμμάκαρ καρδίωσον, καὶ τὰ πάθη τὰ φθοροποιά, ἀποβδελύττεσθαι, συνωθοῦντα πρὸς ἀπώλειαν.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ οὐκ ἔφυς κάλαμος, ἐναντίοις, πνεύμασι σοφέ, κλονούμενος, ἀλλ' ἡμῶν, θεῖος στηριγμός, καὶ ἄσειστον ἔρεισμα, Ἐκκλησίας, ἣν ταῖς σαῖς εὐχαῖς, τήρει ἀκλόνητον, ἀποπαύων ἄπαν σκάνδαλον.
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ τοῦ Κτίστου ἔλευσις, ἐπὶ θύραις, τί οὖν πενθεῖς, σαυτὴν ἀθλία ψυχή, ζῶσα ἀμελῶς; ἀνάνηψον βόησον, τῷ Κυρίῳ. Φεῖσαί μου Σωτήρ, ταῖς παρακλήσεσι, τοῦ Προδρόμου ὡς φιλάνθρωπος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φωτοφόρον ὄχημα, τοῦ Ἡλίου, ὤφθης ἀληθῶς, τοῦ λάμψαντος ἐκ τῶν σῶν, ἄχραντε ἁγνή, λαγόνων καὶ λύσαντος, τῆς ἀπάτης σκότος χαλεπόν· ὅθεν ἐν πίστει σε, κατὰ χρέος μεγαλύνομεν.
Ἀπόστιχα τῶν Αἴνων, Κατανυκτικὰ
Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ; ἀλλ' ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν δέξαι με, καὶ ἐλέησόν με.
Στίχ. α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.
Μαρτυρικὸν
Στίχ. β'. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή. Διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ ζωὴ τῶν ἀπεγνωσμένων, ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, ἁγία Δέσποινα Θεοτόκε Παρθένε, τὴν βοήθειάν σου κατάπεμψον ἡμῖν.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὡς ἐδικαίωσας Χριστέ, τὴν Πόρνην κλαύσασαν ἐξ ὅλης ψυχῆς, οὕτω Δέσποτα, καὶ ἐμὲ ἀπογνόντα, ἀπὸ πάσης ῥῦσαι ἀγαθέ, κολάσεως δέομαι.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τὸν προδραμόντα τοῦ Χριστοῦ, καὶ ἑτοιμάσαντα ὁδοὺς ἀγαθάς, μακαρίσωμεν Ἰωάννην συμφώνως, ὅπως τούτου θείαις προσευχαῖς, πταισμάτων ῥυσθείημεν.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Οἱ τὸ ποτήριον Χριστοῦ, πιόντες Μάρτυρες προθύμῳ ψυχῇ, θολερῶν ἡμᾶς ἁμαρτημάτων καὶ νόσων, ἑπομβρίαις θείων προσευχῶν, λυτρώσασθε Ἅγιοι.
Δόξα...
Ἀκατάληπτε Θεέ, ἡ παντοδύναμος Τριὰς καὶ Μονάς, τοῦ Προδρόμου σου ταῖς πρεσβείαις με σῶσον, λυτρουμένη σκότους καὶ φλογός, τῆς ἀποκειμένης μοι.
Καὶ νῦν... Θεοτοκίον
Διὰ παντὸς ταῖς πονηραῖς, Παρθένε πράξεσι σπιλούμενος, σὲ τὴν ἄσπιλον τοῦ Δεσπότου Μητέρα, ἱκετεύω, ῥύπου με παντός, καθάρισον Δέσποινα.