ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ
Ε'
Ἡ ζωὴ καὶ ὁδὸς
Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπα καὶ τῷ
Λουκᾶ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη,
εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν
ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον,
ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ,
καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη·
μεθ' ὧν, Ἡγέρθη, κράξωμεν, ὤφθη τε καὶ
τῷ Πέτρῳ.
Θεοτοκίον
Ὑμνῶ σου τὸ ἀμέτρητον,
ἔλεος Ποιητά μου, ὅτι σαυτὸν ἐκένωσας,
τοῦ φορέσαι καὶ σῶσαι, φύσιν βροτῶν
κακωθεῖσαν, καὶ Θεὸς ὢν ἠνέσχου, ἐκ
τῆς ἁγνῆς θεόπαιδος, κατ' ἐμὲ τοῦ
γενέσθαι, καὶ κατελθεῖν, μέχρις ᾍδου, θέλων
με τοῦ σωθῆναι, πρεσβείαις τῆς Τεκούσης σε,
Δέσποτα πανοικτίρμον.
ΕΩΘΙΝΟΝ
Ε' Ἦχος πλ. α'
Ὢ τῶν σοφῶν σου κριμάτων
Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς
ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου
τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ,
συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ
εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ
ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν
Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν
τέλει βουλευμάτων αὐτῆς. Ἀλλ' ὁ πάντα
πρός τὸ τοῦ πλάσματος συμφέρον
οἰκονομῶν, καὶ τὰς περὶ σοῦ
προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ
εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς,
ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν
σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς Μαθηταῖς
συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου
τὴν Ἀνάστασιν, δι' ἧς ἐλέησον
ἡμᾶς.
ΕΩΘΙΝΟΝ
Ε' ΛΟΥΚΑ 24,12-35
Τῷ καιρῷ
ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς
ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ
παρακύψας βλέπει τὰ ὀθόνια κείμενα
μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν
θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο
ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν
αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην
ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ
Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ
αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους
περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ
ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς
καὶ συζητεῖν, καί αὐτὸς ὁ
Ἰησοῦς ἐγγίσας συνεπορεύετο
αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ
αὐτῶν ἐκρατοῦντο τοῦ μὴ
ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς
αὐτούς· Τίνες οἱ οὗτοι οὓς
ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες,
καὶ ἐστὲ σκυθρωποί; Ἀποκριθείς δὲ ὁ
εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς
αὐτόν· Σὺ μόνος παροικεῖς ἐν
Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα
ἐν αὐτῇ ἐν ταῖς ἡμέραις
ταύταις; καὶ εἶπεν αὐτοῖς· Ποῖα;
Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ
Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο
ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ
καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ
παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν
αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ
ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ
ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ
ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων
λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε οὖν
σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν
ἄγει σήμερον, ἀφ' οὗ ταῦτα ἐγένετο.
Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν
ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι
ἐπὶ τὸ μνημεῖον, καὶ μὴ
εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον
λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων
ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν
ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω
καθὼς καὶ αἱ γυναῖκες εἶπον·
αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς
εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι
καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν
ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ
Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν
Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν
αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως
καὶ ἀπὸ πάντων τῶν προφητῶν,
διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς
Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν
εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ
αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι. Καὶ
παρεβιάσαντο αὐτόν, λέγοντες· Μεῖνον μεθ'
ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ
καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ
εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.
Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι
αὐτὸν μετ' αὐτῶν, λαβὼν τὸν ἄρτον
εὐλόγησε, καὶ κλάσας ἐπεδίδου
αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ
ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν·
καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’
αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους·
Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν
ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν
ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν
ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ
τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς
Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς
ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας,
ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ
ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ
ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη
αὐτοῖς ἐν τῇ
κλάσει τοῦ ἄρτου.