Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΡΤΙΟΥ

 

Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.

 

Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν , ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.

 

Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῷ παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων πηγάς, ἐκ καρδίας προσφέρουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις, καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

Ἢ Σταυροθεοτοκίον

Σὲ καθηλούμενον βλέπουσαν, ἐν τῷ Σταυρῷ Ἰησοῦ, καὶ τὰ πάθη δεχόμενον, ἑκουσίως Δέσποτα, ἡ Παρθένος καὶ Μήτηρ σου· Τέκνον ἐβόα, Τέκνον γλυκύτατον, πληγάς ἀδίκως, πῶς φέρεις ὁ ἰατρός, ὁ ἰασάμενος, τὴν βροτῶν ἀσθένειαν καὶ τῆς φθορᾶς, ἅπαντας ῥυσάμενος, τῇ εὐσπλαγχνίᾳ σου.

 

Ἀπολυτίκιον

Ἦχος πλ. δ'

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν· Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠιμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Οἱ Κανόνες τοῦ Ἁγίου καὶ τοῦ Τριῳδίου.

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

 

Κλῖμαξ πέφηνας τῶν ἀρετῶν παμμάκαρ.

 

Ἐν δὲ τοῖς Θεοτοκίοις Κλήμεντος

 

ᾨδὴ α' Ἦχος α'

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«ᾨδὴν ἐπινίκιον ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

 

Καλῶς βδελυξάμενος τὸν κάτω κόσμον, τὸν ἄνω ἀπείληφας, Ἰωάννη πάνσοφε· διὸ διδάσκεις ἡμᾶς, τοῦ κόσμου εἶναι τὴν φυγήν, Θεοῦ οἰκείωσιν.

 

Λιμοῦ προσπαθείᾳ σου λύσας τὴν νόσον, τὸν ἄρχοντα ἔδησας τῶν παθῶν μακάριε, σειραῖς ἀγώνων σου, καὶ ἀπαθείας ἔπαθλα, ἐστέφθης παρὰ Χριστοῦ τοῦ Θεοῦ.

 

Ἰσάγγελον φρόνημα λαβὼν θεόφρον, τοῦ κόσμου ἀπέρρηξας, σεαυτὸν πανόλβιε, τοῦ γεηροῦ καὶ φθαρτοῦ· διὸ αὐλίζῃ προφανῶς, εἰς τὰς ἀΰλους μονάς.

 

Μακρὸν συγγραψάμενος τοῖς ὑπηκόοις, τὸν λόγον μακάριε, Ἰωάννη πάνσοφε, ταῖς διδαχαῖς σου αὐτούς, πρὸς μακαρίαν ἐκ τῆς γῆς, ἀναβιβάζεις ζωήν.

Θεοτοκίον

Κηρύττει τὸν τόκον σου ἡ Ἐκκλησία, Παρθένε Θεόνυμφε, ὀρθοδόξῳ στόματι, καὶ δόγμασι θεϊκοῖς, τὰ σύμβολα δὲ τῆς σαρκός, τοῦ σοῦ Υἱοῦ προσκυνεῖ.

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο».

 

Εὗρες ὡς τερπνὸν θυμίαμα, τὴν ἀοργησίαν, πᾶσαν ἐκδιώξας θυμοῦ τὴν δυσωδίαν, ἐκ βάθους τῆς ψυχῆς σου· διὸ νῦν θεσπέσιε, ὑπὲρ ἡμῶν τῷ Λυτρωτῇ, ἁμαρτιῶν τήν λύσιν αἴτησαι.

 

Φλέξας τῷ πυρὶ μακάριε, τῆς Χριστοῦ ἀγάπης, νοῦν μνησικακίας ἔλαμψας ἀκτῖσι, πιστῶς φιλαδελφίας, καὶ ῥᾴστην ὑπέδειξας ὁδὸν Μακάριε, πρὸς σωτηρίαν πᾶσι, τρανῶν τὸ ἀμνησίκακον.

 

Ἦρας πρακτικῆς ἀσκήσεως, οὐρανόθεν χάριν· ὅθεν ἀποφράττεις χείλη καταλάλων, σοφαῖς διδασκαλίαις, ἐν αἷς ποδηγούμεθα, πρὸς ἀρετῶν πορείαν, ἧς καὶ τυχεῖν ἀξιωθείημεν.

Θεοτοκίον

ᾞσε παρθενίᾳ τίκτειν σε ὁ Προφήτης πάλαι, ἄχρονον ἐν χρόνῳ, καὶ ὑπὲρ νοῦν καὶ λόγον, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν Θεὸν ἡμῶν, ὃν ἐξιλέωσας Ἁγνή, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.

 

Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς ΤΟ ΑΚΟΥΤΕ

Τὰς ἀρετὰς πρὸς οὐρανὸν ἀναβάσεις, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς θεωρίας ἄπλετον βυθὸν εὐσεβῶς, πάσας στηλιτεύσας μέν, τῶν δαιμόνων ἐνέδρας, σκέπεις ἀλωβήτους δέ, τοὺς ἀνθρώπους ἐκ τούτων, ὦ Ἰωάννη κλῖμαξ ἀρετῶν, πάντας σωθῆναι ἱκέτευε Ὅσιε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστατο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ· Οἴμοι ποθεινότατε, Ἰησοῦ, ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

 

ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐν πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε».

 

Νηστείᾳ χαλινώσας τῆς γλώττης τὰς ὁρμάς, ἡσυχίᾳ ἴθυνας τὸν βίον σου Σοφέ, ὡς ὀσμὴν δὲ πυρὸς γευσάμενος χάριν Ὑψίστου, πολυέπειαν ὡς ἀχλὺν τῆς ἁμαρτίας ἔφυγες, ἀμέμπτως λατρεύων Θεῷ.

 

Ἀφθόνως ἀληθείᾳ γλυκάνας τὴν ψυχήν, τὴν πικρὰν ἐξέφυγες τοῦ ψεύδους μετοχήν· διὸ ἀσκήσει ἐνθέῳ καταδουλώσας, δαιμόνων δούλους θεορρῆμον Ἰωάννη, ὤφθης Μοναστῶν ὁδηγὸς ἀπλανής.

 

Στενούμενος τῷ τόνῳ ἀσκήσεως στερρῶς, ἀκηδίας λέλυκας τὴν πάρεσιν Σοφέ, καὶ προθυμίας τῷ δόρατι θανατώσας, τῆς ἀθυμίας τὴν ἰσχύν, Θεῷ πρεσβεύεις, πᾶσιν ἱλασμὸν δωρηθῆναι ἡμῖν.

Θεοτοκίον

Μακάριον τὸ ἔθνος πανύμνητε Ἁγνή, ὁ τιμᾶν ἠξίωται τὸν τόκον σου πιστῶς, ὀρθοδοξίᾳ καὶ δόγμασι καὶ τοῖς ἔργοις, τῆς ἀληθείας ἐν συμβόλοις ἐμφανίζον, πᾶσαν τοῦ Υἱοῦ σου τὴν σάρκωσιν.

 

ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Νὺξ περιέσχε με Σωτήρ, ἁμαρτίας καὶ ἀχλύς· διὸ μοι ἀνάτειλον, τῆς μετανοίας Κύριε, τὸν ὄρθρον ὡς εὔσπλαγχνος, πρὸ τοῦ με φθάσαι τὸ πέρας τὸ ἄδηλον, τὸ τῆς ζωῆς μου Χριστέ, ἡ ζωὴ καὶ τὸ φῶς».

 

Τῆς ἐγκρατείας τῇ τρυφῇ, πιαινόμενος τὸν νοῦν, οὐκ ἔδωκας χείλη σου, τῆς ἡδονῆς τοῖς βρώμασι· διὸ ἀπηγχόνισας λιμῷ τὰ πάθη, καὶ δαίμονας ᾔσχυνας· καὶ γάρ ὁ θλίβων λοιμόν, θανατοῖ ἡδονάς.

 

Ὤφθης ἁγνείας ἐραστής, καὶ λαγνείας μισητής, τῷ φωτὶ ἐξέφυγες, πιστῆς ἐξαγορεύσεως, παθῶν τὴν σκοτόμαιναν· καὶ γὰρ ὁ θέλων καθᾶραι σῶμα καὶ νοῦν, θριαμβεύσει θερμῶς τὰ τοῦ σκότους κρυπτά.

 

Νῷ καὶ ψυχῇ καὶ τῇ σαρκί, τῇ Τριάδι λειτουργῶν, εἰδώλων προσκύνησιν, σαφῶς ἀπεσκοράκισας, ἐλέῳ φιλόπτωχε, καὶ ἀναγκαίων τῇ σπάνει, καὶ γέγονας φιλόθεος ἀληθῶς, ἢ φιλάργυρος.

 

Ἄχθος τῆς ὕλης εὐσεβῶς, ἀπορρίψας ἐπὶ γῆς, ἀνέπτης πρὸς ἄϋλα, πτεροῖς ἀκτημοσύνης σου· διὸ παριστάμενος, ἀΰλως Πάτερ Χριστῷ σὺν Ἀΰλοις πιστῶς, αἴτησαι ἱλασμόν, ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον

Ἔχθιστοι ὤφθησαν ἡμῖν, καὶ ἐπάρατοι ὁμοῦ, τῆς σῆς Ἀειπάρθενε, οἱ προσκυνεῖν μὴ θέλοντες, μορφῆς τὸ Εἰκόνισμα, καὶ τοῦ Υἱοῦ σου, διότι οὐ πείθονται, τοῖς ἄνωθεν πατρικοῖς θείοις δόγμασι.

 

ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου Ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ

σῷσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι».

 

Ῥώμῃ νήψεως ἁγνῆς, καὶ ἀγῶσι προσευχῆς, τὸ ἀναίσθητον παθῶν, ἐξεδίωξας στερρῶς, τῆς σῆς ψυχῆς, καὶ ὅλος ὤφθης, Πάτερ νηφάλιος.

 

Ἐν ἀΰπνῳ προσευχῇ, τὸν φιλόϋπνον ἐχθρόν, ὑποτάξας ἀνδρικῶς, ὤφθης γρήγορος ποιμήν, θεόληπτε, Χριστοῦ τῆς ποίμνης, καὶ διδασκάλων φωστήρ.

 

Τοῦ νοὸς τὸν ὀφθαλμόν, καθαγνίσας εὐσεβῶς, ἀνυστάκτως τῷ Χριστῷ, λειτουργῶν διὰ παντός, προέβλεψας, τὰ θεῖα κάλλη, τῆς μακαρίας τρυφῆς.

Θεοτοκίον

Ναυτιῶσι σάλῳ νῦν , ἀπιστίας τῆς πικρᾶς, καθορῶντες εὐλαβῶς, Ὀρθοδόξων τοὺς χορούς, οἱ ἄνομοι, ἀσπαζομένους, τὴν σὴν Παρθένε μορφήν.

 

Τὸ Μαρτυρικὸν τοῦ Ἠχου

 

Κοντάκιον τοῦ Ἁγίου Ἦχος α'

Χορὸς ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ

Καρποὺς ἀειθαλεῖς, ἐκ σῆς βίβλου προσφέρων, διδάγματα Σοφέ, καθηδύνεις καρδίας, τῶν τούτοις μετὰ νήψεως, προσεχόντων μακάριε· κλῖμαξ γὰρ ἐστι, ψυχὰς ἀνάγουσα γῆθεν, πρὸς οὐράνιον, καὶ διαμένουσαν δόξαν, τῶν πίστει τιμώντων σε.

 

Συναξάριον

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος.

Στίχοι

Ἐπὶ κλίμαξι κλίμακας πυκνῶς, Πάτερ,

Τὰς σὰς ἀρετὰς θείς, ἔφθασας πόλου μέχρι.

Χαῖρεν Ἰωάννης τριακοστῇ ἐξαναλύων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωάδ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν τῷ Φρέατι.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Εὐβούλη, ἡ μήτηρ τοῦ Ἁγίου Παντελεήμονος, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἐν οὐρανοῖς σύνεστιν ἀθλητῇ Τέκνῳ,

Ἀθλητομήτωρ καλλίτεκνος Εὐβούλη.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος, Ἰωάννης, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Ὡς τῆς ἀνδρείας ξίφει καθελών, Πανεύφημε, θράσους νηπιώδους δειλίας, ὤφθης στερρὸς καὶ φοβερός, πνεύμασιν ὄντως ἀκαθάρτοις ἅπασιν· Εὐλογητὸς ὁ Θεός, ὁ θαυμαστώσας σε.

 

Νόμῳ Χριστοῦ ἐνθέως πειθαρχῶν, ἐπάτησας δόξαν φερωνύμως τὴν κενήν, μόνῳ Θεῷ τῷ ἐν κρυπτῷ, φέρων τοὺς κόπους τῆς στερρᾶς ἀσκήσεως, ὃς ἀποδίδωσιν εἰς φανερόν τοὺς μισθούς.

 

Πρὸς ἀοράτους φάλαγγας παθῶν, ἀράμενος πόλεμον, ἐδείχθης νικητής, ὡς ταπεινὸς τῷ λογισμῷ καὶ τῇ καρδίᾳ· τὸν γὰρ ὑπερήφανον καὶ ἀλαζόνα ἐχθρόν, τούτοις κατέτρωσας.

Θεοτοκίον

Τῆς σῆς Χριστὲ σαρκώσεως τιμῶν, τὴν ἕνωσιν ταύτης καὶ τὸ εἶδος προσκυνῶ, θεοπρεπῶς, ὅτι Θεὸς ὢν πρὸ αἰώνων, ἐκ Παρθένου γέγονας, βροτὸς ἀφύρτως αὐτός, κατ' ἄμφω τέλειος.

 

ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ὂν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

 

Ἀπλάστοις σου ἤθεσι μειώσας ἀκραιφνῶς, τὸν τρόπον τὸν ὕπουλον, ὡς δύσχρηστον φυγών, πραέων τοῖς τόποις ἐπαυλίζῃ σαφῶς, ὡς πράως βιώσας, θεόφρον Ἰωάννη.

 

Μητέρα καὶ φύλακα πασῶν τῶν ἀρετῶν, τὴν θείαν ταπείνωσιν, ὑπέγραψας ἡμῖν· καὶ γὰρ ὡς ὑπάρχων, ἀρχιτέκτων σοφός, τῆς θείας ἀνόδου, τὴν βάσιν κατεπήξω.

 

Μετέσχες τῆς χάριτος τοῦ Πνεύματος σαφῶς, καὶ πάντας ἐπλήρωσας, τοῦ θείου φωτισμοῦ, διάκρισιν ὄντως ἡμῖν εὐδιάκριτον, τῇ πράξει διδάξας, καὶ παιδεύσας τοῖς λόγοις.

Θεοτοκίον

Οὐ γράφω Θεότητα, μὴ ψεύδεσθε τυφλοί· ἁπλῆ γὰρ ἀόρατος, ἀνείδεός ἐστι· σαρκὸς δὲ τὸν τύπον ἱστορῶν προσκυνῶ, καὶ πίστει δοξάζω, τὴν τεκοῦσαν Παρθένον.

 

ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τῆς χάριτος, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

 

Ἀΰλῳ νῷ ἀναπτὰς πρὸς τὰ ἄϋλα, θεωρημάτων βυθὸν σὺ κατείληφας, καὶ τυχὼν τῆς χάριτος τοῦ Ἁγίου Πνεύματος, δι' ἐκτενοῦς προσευχῆς κατηξιώθης, τοῦ προορᾶν τῶν μελλόντων τὴν δήλωσιν.

 

Καταναλώσας τὸ ἔνυλον φρόνημα, τῆς προσευχῆς τῇ φλογὶ Ὁσιώτατε. Ὅλος πῦρ ἐνέφηνας, Ἰωάννη πάνσοφε θεόφρον· διὸ ἐκστὰς εὐσεβῶς ταῖς θεωρίαις, τὴν ἀγαθήν ἠλλοιώθης ἀλλοίωσιν.

 

Ἀπονεκρώσας τὰ πάθη ἀσκήσει σου, πρὸς τελειότητα Πάτερ ἀνέδραμες, ἀπαθείας Ὅσιε· διὸ νῦν δεήθητι Θεοῦ, ὑπὲρ εἰρήνης παντὸς τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν τιμώντων σε.

 

Ῥώμην λαβὼν ἐν τῇ πίστει Πατὴρ ἡμῶν, καὶ πτερωθεὶς τῇ ἀγάπῃ ἀνέδραμες, ἀρετῶν πρὸς κλίμακα, εὐσθενῶς καὶ βέβηκας, ἐν τῇ Ἀγάπῃ Χριστοῦ· καὶ γὰρ ἐν ταύτῃ, τῶν ὀρεκτῶν ἐστι πάντων τὸ πλήρωμα.

Θεοτοκίον

Σοῦ τῆς λοχείας Ἁγνὴ τὸ παράδοξον, καὶ ἐπὶ τοίχων γραφαῖς ἀσπαζόμεθα, οὗ τὸ ἔργον σέβομεν, καὶ τὸ εἶδος τιμῶμεν, τὸ ἀληθὲς ἐξ ἀμφοῖν ὁμολογοῦντες, ὀρθοδοξίας εἰκότως πληρούμεθα.

 

Τὸ Φωταγωγικὸν τοῦ Ἠχου.

 

Καὶ ἡ λοιπή, Ἀκολουθία, κατὰ τὴν τάξιν, ἡ α' Ὥρα, καὶ Ἀπόλυσις.