Τ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΡΤΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν τρία Προσόμοια Στιχηρὰ τοῦ Ἁγίου.

Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Καὶ ἐν βίῳ περίδοξος, καὶ Μάρτυσι μέγιστος, Ἀθλητὰ Ἡσύχιε γνωριζόμενος, ταῖς οὐρανίαις Δυνάμεσι, συνὼν παμμακάριστε, τῷ τῶν ὅλων Βασιλεῖ, μετὰ δόξης παρίστασαι· ὅθεν πίστει σου, τοὺς γενναίους ἀγῶνας εὐφημοῦμεν, καὶ τὴν μνήμην ἐκτελοῦμεν, τὸν Εὐεργέτην δοξάζοντες.

 

Βασιλεῖ τῶν Δυνάμεων, στρατευθεὶς διὰ πίστεως, ἀθλητὰ Ἡσύχιε, δόγμα ἄθεον, παρανομούντων ἠκύρωσας, Βασιλέων ἔνδοξε, καὶ προείλου τὸ θανεῖν διὰ πόθον τόν ἔνθεον· ὅθεν ἅπασα, ἡ σεπτὴ Ἐκκλησία ἑορτάζει, τὴν πανέορτόν σου μνήμην, καὶ θυμηδίας ἀνάπλεων.

 

Ποταμίοις ἐν ῥεύμασιν, ἀπερρίφης Ἡσύχιε, ἐν αὐτοῖς τὸν δράκοντα τὸν πολέμιον, ἐναποπνίξας πανόλβιε, καὶ νῦν ἀνελήλυθας εἰς αὐτοὺς τοὺς οὐρανούς, τοὺς στεφάνους ληψόμενος καὶ παρίστασαι, ἐφετῶν ἀκροτάτῳ Ἀθλοφόρε, τῶν Ἀγγέλων συμπολῖτα, τῆς εὐσεβείας ἑδραίωμα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχος καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

Ἢ Σταυροθεοτοκίον

Ἐν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ Ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο· καὶ Τὶ τὸ ὅραμα, ἔκραζεν, Υἱὲ ποθεινότατε; Ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου, Δέσποτα.

 

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ, ὡς σύνηθες.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες κατὰ τὴν τάξιν.

 

Ὁ Κανὼν τοῦ Ἁγίου ἔχων Ἀκροστιχίδα.

 

Τὸν παμμέγιστον Ἡσύχιον αἰνέσω. Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».

 

Ταῖς θείαις λαμπρότησι τοῦ Σωτῆρος, λελαμπρυσμένος, Ἀθλητά, τοὺς πίστει τελοῦντας, τὴν σὴν ἁγίαν ἄθλησιν, φωτὸς ἐνθέου πλήρωσον.

 

Ὅλος ἀνακείμενος τῷ Σωτῆρι, τὸν δι' αὐτὸν καρτερικῶς, θάνατον ὑπέστης, Ἡσύχιε πανόλβιε καὶ θείας ζωῆς ἔτυχες.

 

Νόμοις τοῦ Δεσπότου συμπεφραγμένος, τῶν ἀνομούντων, πονηράς, ἀπώσω θωπείας, Ἡσύχιε πανόλβιε ἀθλῶν καρτερικώτατα.

Θεοτοκίον

Παρθένος διέμεινας μετὰ τόκον, ὡς πρὸ τοῦ τόκου ἀληθῶς, τὸν Κτίστην τεκοῦσα, ὃν αἴτησαι Πανάμωμε, σωθῆναι τοὺς ὑμνοῦντάς σε.

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

 

Ἄνω πρὸς Θεὸν τὸ φρόνημα, ἔχων Ἀθλοφόρε, τῶν διωκτῶν κατεπάλαισας, δυναστείαν ὀλεθροτόκον, ἐναθλῶν καρτερικώτατα.

 

Μόνον τοῦ Χριστοῦ ἐράσμιον, κάλλος ἀγαπήσας, κάλλη τοῦ κόσμου παρέδραμες, καὶ ἀθλήσας δικαιοσύνης, ἀνεδήσω, Μάκαρ στέφανον.

 

Μίαν ἐπιγνοὺς Θεότητα, τῆς πολυθεας ἀπεβδελύξω τὸ ἄστατον, Ἀθλοφόρε, καὶ μαρτυρίῳ ἐλαμπρύνθης, ἀξιάγαστε.

Θεοτοκίον

Ἔστη μέχρι σοῦ ὁ θάνατος· τῆς ἀθανασίας γὰρ τὴν πηγὴν ἀπεκύησας, Παναγία, Χριστὸν τὸν μόνον, ὑπεράγαθον Θεὸν ἡμῶν.

 

Κάθισμα Ἦχος γ'

Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ

Ἀκαταγώνιστος Ἀθλητὴς γέγονας, τοῦ Παντοκράτορος, μάκαρ Ἡσύχιε, ἐν τῷ καιρῷ τῶν διωγμῶν, τῆς σαρκὸς μὴ φεισάμενος· ὅθεν θανατούμενος, ποταμίοις ἐν ὕδασι, τούτοις ἐναπέπνιξας, τὸν πολέμιον δράκοντα· διὸ ἐν εὐφροσύνῃ, τὴν θείαν μνήμην σου Μάρτυς ἑορτάζομεν.

Θεοτοκίον

Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν ὄντως μυστήριον! τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνοῦσα ἀπεφθέγγετο· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶν σου τὴν θείαν συγκατάβασιν.

 

ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις».

 

Γενναιότητι πανόλβιε διανοίας, τῷ δυσσεβεῖ Τυράννῳ, ἀντετάξω ξοάνοις, θύειν σε προστάσσοντι, Ἡσύχιε ἔνδοξε.

 

Ἱερεῖον ὥσπερ ἄμωμον προσηνέχθης, τῷ ὑπὲρ σοῦ τυθέντι, διὰ σπλάγχνα ἐλέους μέγιστε Ἡσύχιε, Μαρτύρων ἀγλάϊσμα.

 

Στηριγμὸς σοι καὶ κραταίωμα ὁ Δεσπότης, ἐν τῷ καιρῷ τῶν ἄθλων, Παναοίδιμε ὤφθη· ὅθεν τὸν ἐπίκηρον, οὐκ ἔπτηξας θάνατον.

Θεοτοκίον

Τὸν ἀκήρατον βλαστήσασα Κόρη βότρυν, ἀθανασίας γλεῦκος ἀποστάζοντα πᾶσιν, ὤφθης παναναμώμητε, καὶ Μήτηρ ἀλόχευτος.

 

ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὺ Κυριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

 

Ὁ νοῦς σου τῷ φωτί, τῷ ἀλῳ λαμπόμενος, διέλυσε τῆς ἀπάτης, τὴν πολύθεον πλάνην, Ἡσύχιε μακάριε.

 

Νοήσεσι φαιδραῖς, καὶ καλαῖς ἀναβάσεσι, θεούμενος ἀθεας, Ἀθλοφόρε Παμμάκαρ, τὸ ἄστατον διέφυγες.

 

Ἡσύχασας λιπών, πολυτάραχον ἄγνοιαν, καὶ εἴληφας Ἀθλοφόρε, ἀντὶ κόπων καὶ πόνων, τὴν θείαν ἀγαλλίασιν.

Θεοτοκίον

Σὺ μόνη ἐπὶ γῆς, τὸν οὐράνιον τέτοκας, Πανάμωμε Θεὸν Λόγον, ὃν ὑμνεῖ πᾶσα κτίσις, ὡς ποιητὴν καὶ Κύριον.

 

ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων».

 

Ὑψώσας σου, πρὸς Θεὸν τῆς καρδίας τὸν ἔρωτα, ἀπερρίφης, ποταμίοις ἐν ῥείθροις Ἡσύχιε, ἐν αὐτοῖς τὸ τέλος, τὸ μακάριον Μάρτυς εὑράμενος.

 

Χειμάρρους σε, τῆς τρυφῆς ἐπαξίως ἐδέξατο, δεδεγμένον, τὸ μακάριον τέλος Ἡσύχιε, ποταμοῦ ἐν ῥείθροις, ᾧ στῖφος δαιμόνων ἀπέπνιξας.

 

Ἰσχύϊ τε, καὶ δυνάμει παμμάκαρ τοῦ Πνεύματος, μυριάδας, ἀοράτων ἐχθρῶν κατεπάτησας, καὶ στεφθεὶς ταῖς νίκαις, τῶν Ἀγγέλων χοροῖς συνηρίθμησαι.

Θεοτοκίον

Οἰκήσας σου, τὴν ἁγίαν γαστέρα ὁ Κύριος Θεοτόκε, τῆς Τριάδος τερπνὰ καταγώγια, ἐκτελεῖ τοὺς πίστει, ἀληθείας σε νῦν μακαρίζοντας.

 

Εἰ ἔστι Τεσσαρακοστή, λέγεται τὸ Μαρτυρικὸν τοῦ ἤχου.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.

Στίχοι

Ποταμὸν Ἡσύχιος ὑδάτων ἔδυ,

Ὅπως ποταμὸν τοῦ πυρὸς διεκφύγῃ.

Δευτερίῃ προσέβη Ἡσύχιος ἐν πόλου ὅρμοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, Ἐπισκόπου Κυρηνίας τῆς Κύπρου.

Στίχοι

Ἄθλου πέπλησαι, Θεόδοτε, στιγμάτων,

Εἰ καὶ μὲτ εἰρήνης σε Χριστὸς λαμβάνει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοντου τοῦ θαυματουργοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νέστορος καὶ Τριβιμίου.

Στίχοι

Ὁ τράχηλον Νέστορος πλήξας τῷ ξίφει,

Πληγὴν ὁμοίαν ἐντρίβει Τριβιμί.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρῳαδίου καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων ἐπὶ Δεκίου Βασιλέως.

Στίχοι

Μὴ μέλλε, Τρῳὰδιε, θνῄσκειν ἐκ ξίφους,

Μὴ μέλλε, καὶ μέλλησιν οὐχ ἕξει στέφος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθένος Εὐθαλία ξίφει τελειοῦται.

Στίχοι

Υἱὸν φιλοῦσα Μητροπαρθένου Κόρης,

Τομὴν ὑπέστη καλλιπάρθενος Κόρη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόνικος καὶ Ἀθανασία ξίφει τελειοῦνται.

Στίχοι

Ἀθανασία συνθανόντα τῇ πάνυ,

Πεπείσμεθα ζῆν Ἀνδρόνικον τὸν πάνυ.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

 

Νεανικῶς τῷ ἐχθρῷ, περιπλακεὶς τὴν τούτου, ἰσχὺν Παμμάκαρ ἐταπείνωσας, κραυγάζων Ἡσύχιε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ἀπὸ περάτων τῆς γῆς, ἕως περάτων Μάρτυς, ἡ σὴ ἀνδρεία καταγγέλλεται, καὶ τὰ κατορθώματα, καὶ ἡ βεβαία πίστις, Ἡσύχιε θεόφρον.

 

Ἰσχυροτάταις νευραῖς, ἀπαγχονήσας Μάρτυς, τῶν σῶν ἀγώνων τὸν ἀντίπαλον, ἐπίδοξον θάνατον ἐν πνιγμονῇ ὑδάτων, Ἡσύχιε ἐδέξω.

Θεοτοκίον

Νενεκρωμένους ἡμᾶς, τῇ ἁμαρτίᾳ πάντας, ζωὴν τεκοῦσα ἀνεζώωσας· διὸ σοι κραυγάζομεν, Θεοκυῆτορ Κόρη, ἀεὶ δεδοξασμένη.

 

ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Πάντα τὰ ἔργα τοῦ Θεοῦ καὶ πᾶσα κτίσις, εὐλογεῖτε τὸν Κύριον, Ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ· ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

 

Ἐναπεδύσω ἀνδρικῶς πρὸς τοὺς ἀγῶνας, Χριστὸν ἔχων συλλήπτορα Ἔνδοξε, καὶ κατὰ κράτος νικήσας, ἐδέξω στέφος ἄφθαρτον, καὶ ζῆς εἰς τοὺς αἰῶνας.

 

Στήσας τὰ ῥεύματα Σοφὲ τῆς ἀθεας, ἱεροῖς ἀγωνίσμασιν, ἐμβληθεὶς ἐν ποταμῷ, ἐν τούτῳ ἐδέξω τὸ τέλος ὑμνῶν, τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ὡς βασιλεύσας εὐκλεῶς κατὰ τῆς πλάνης, βασιλείοις κατέλιπες, ἔνδοξε, διατριβάς τε καὶ μέγα ἀξίωμα, καὶ τῷ Βασιλεῖ, τοῦ παντὸς προσεκολλήθης.

Θεοτοκίον

Ἱερώτατός σε καλεῖ Προφήτης πύλην, ἀδιόδευτον Ἄχραντε, ὁ Κτίστης δι' ἧς διῆλθεν, ὡς μόνος ἐπίστασαι, πάλιν κεκλεισμένην, λιπὼν ὡς πρὸ τοῦ τόκου.

 

ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Εὐα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

 

Ὡραῖος τῷ εἴδει τῆς ψυχῆς Ἡσύχιε, ἐγνωρίσθης καὶ τοῦ σώματος· σὺ γὰρ ἀξίωμα καὶ πλοῦτον, κατέλιπες καὶ δόξαν ἐπίκηρον, καὶ μόνῳ τῷ Χριστῷ ἠκολούθησας, δήμοις Μαρτύρων συναπτόμενος.

 

Συνέτριψας ξόανα σοφὲ Ἡσύχιε, ἀπωλείας καὶ ἠγάπησας, μᾶλλον θανεῖν βιαιοτάτως, ζωὴν ὅπως κερδήσῃς τὴν μέλλουσαν, σὺν πᾶσι τοῖς καλῶς ἐναθλήσασιν· ὅθεν σε πίστει μακαρίζομεν.

 

Ἡ μνήμη σου σήμερον ἡμῖν Ἡσύχιε, Θεομάκαρ ἐπεδήμησε, πάντων φωτίζουσα καρδίας, ἐν ταύτῃ τῶν πιστῶς εὐφημούντων σου, τοὺς πόνους, τὰ γενναῖα παλαίσματα, καὶ τὰ τῶν πόνων ἀγωνίσματα.

Θεοτοκίον

Φῶς ἡμῖν ἀνέτειλεν ἐκ σοῦ Πανάμωμε, ὁ τῶν ὅλων μόνος Κύριος, καὶ κατελάμπρυνε τὰς πάντων καρδίας, θεϊκαῖς ἐπιγνώσεσι, καὶ σκότος ἀγνωσίας ἐμείωσεν· Ὅθεν σε πάντες μακαρίζομεν.

 

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.