Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΟΥΝΙΟΥ

 

Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες αὐτά.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ

Ἀθλητὴς γενναιότατος, στρατιώτης ἀήττητος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καταβαλὼν τὸν πολέμιον, σοφίᾳ τῶν λόγων σου, καὶ τῶν ἔργων σου σοφέ, καρτεραῖς ἐπιδείξεσιν· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ τοῖς ἄνω, ὁμηγύρεσι συνήφθης, Μεγαλομάρτυς Θεόδωρε.

 

Καὶ σταυρῷ ἀναρτώμενος, καὶ τὰς σάρκας ξεόμενος, ὀξυτάτοις βέλεσι τιτρωσκόμενος, καὶ ἐπὶ ξύλου τεινόμενος, καὶ ξίφει τεμνόμενος, καὶ παντοίαις μηχαναῖς, ἀλγηδόνων κυκλούμενος, ἀπαράτρωτος, καὶ ἀήττητος ὤφθης τῇ δυνάμει, τοῦ Σταυρῷ προσηλωθέντος, κλέος Μαρτύρων Θεόδωρε.

 

Θεῖον ἄγαλμα γέγονας, εὐσεβείας πανόλβιε, δυσσεβῶν ἀγάλματα βδελυξάμενος, καὶ Ἱερεῖον ὁλόκληρον, καὶ θῦμα εὐπρόσδεκτον, τῷ τυθέντι διὰ σέ, καθαρῶς προσαγόμενον, τῷ δοξάσαντι, τὴν Ἁγίαν σου μνήμην καὶ θαυμάτων, θησαυρὸν σε τοῖς ἐν κόσμῳ, δωρησαμένῳ Θεόδωρε.

Δόξα... Ἦχος πλ. δ'

Ἀθλητικὸν συστησάμενος στάδιον, κατὰ τῆς πλάνης ἠνδραγάθησας Θεόδωρε, τῇ πυριφθόγγῳ γλώττῃ σου, καταισχύνας Λικινίου τὸ ἀπάνθρωπον. Διὸ καὶ σὺν Ἀγγέλοις χορεύων μακάριε, αἴτησαι Χριστόν, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νν... Θεοτοκίον

Δέσποινα πρόσδεξαι, τὰς δεησεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ

Χαίροις ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλῶν βασάνων ὠνησάμενος, Θεοῦ τήν οὐράνιον, βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ' ἧς ἀναβλύζεις, τοῖς αἰτοῦσιν εὐρωστίαν, καὶ μέγα ἔλεος.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

 

Χαίροις ἡ Ἱερὰ Κεφαλή, τῶν ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, πύργος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.

 

Ὅπλῳ τοῦ ζωηφόρου Σταυροῦ, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, μαστίγων ὑπέστης πεῖραν, καὶ ἐπὶ ξύλου ταθείς, σπαραγμοὺς παμμάκαρ ἐκαρτέρησας, ὑφ' ὧν συντριβόμενος, καὶ λαμπάσι φλεγόμενος, σταυρῷ ὑψώθης, τιτρωσκόμενος βέλεσι, καὶ τὰ ὄμματα, ὑπ' αὐτῶν ἐκτυφλούμενος· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, οὐρανίων στεφάνων, ἐπιτυχόντα Θεόδωρε. Διὸ ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. α'

Τῶν τοῦ Θεοῦ δωρεῶν ὡς ἐπώνυμον, καὶ τῆς αὐτοῦ κληρονόμον μακαριότητος, πάντες εὐφημήσωμεν πιστοί, καὶ μακαρίσωμεν ἐπαξίως, Θεόδωρον τὸν γενναῖον Μεγαλομάρτυρα, τῆς οἰκουμένης τὸν ὑπέρμαχον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νν... Θεοτοκίον

Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπολυτίκιον Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Στρατολογίᾳ ἀληθεῖ ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν.

Δόξα... Καὶ νν...

Ἦχος δ' Θεοτοκίον ΤΟ ΑΚΟΥΤΕ

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς. Μέλπω σε δώρων ἐνθέων ἐπώνυμε. (Ἄνευ τῶν Θεοτοκίων).

Ποίημα Θεοφάνους.

 

ᾨδὴ α' Ἦχος δ'

Θαλάσσης τὸ ἐρυθραον ΤΟ ΑΚΟΥΤΕ

Μαρτύρων περιφανῶς λαμπρότησι, καλλωπιζόμενος, καλλοποιῷ παρίστασαι Χριστῷ, παρ' αὐτοῦ καλλυνόμενος, ὡς δωρεῶν ἐπώνυμος, τῶν τοῦ Θεοῦ Μάρτυς Θεόδωρε.

 

Ἐνθέοις θωρακισθεὶς Θεόδωρε, ὅπλοις τῆς πίστεως, τοῦ δυσμενοῦς συνέκοψας στερρῶς, ψυχοφθόρου τὰς φάλαγγας, καὶ νικητὴς γενόμενος, μετὰ Μαρτύρων ἐστεφάνωσαι.

 

Λαμπρόν σου τὸ τῆς ψυχῆς ἀναστημα, ἐπιδεικνύμενος, τῷ δυσσεβεῖ θεόφρον βασιλεῖ, τῇ σοφίᾳ τῶν λόγων σου, καὶ τῇ τῶν ἔργων χάριτι, τοῦτον κατῄσχυνας Θεόδωρε.

Θεοτοκίον

Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

 

ᾨδὴ γ'

Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ

Παράταξιν δυσσεβῆ, ὡς στρατηλάτης δυνατὸς ἔτρεψας, καὶ σκολιοῦ δράκοντος, πάσας μηχανὰς ἐξεφαύλισας.

 

Ὡς πρόθυμος τὴν ψυχήν, δι' ἐπινοίας εὐσεβοῦς Ἔνδοξε, τῶν δυσσεβῶν ὤλεσας, τὰ νενοθευμένα σεβάσματα.

 

Στερρότητι λογισμοῦ, τῶν δυσμενῶν ἐπιφορὰς ἤνεγκας, ζωοποιὸν νέκρωσιν, τοῦ ἀγωνοθέτου μιμούμενος.

Θεοτοκίον

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

 

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ

Ὑπὲρ φύσιν ἀγῶνας διηνυκώς, ὑπὲρ φύσιν ἐπάθλων παρὰ Θεοῦ, ἀξίως ἐπέτυχες, Ἀθλοφόρε πολύαθλε· ὡς οὐδὲν γὰρ θέμενος, τὸ ἄθεον πρόσταγμα, σεαυτὸν βασάνοις, προθύμως ἐξέδωκας· ὅθεν ὑπομείνας, σπαραγμοὺς καὶ στρεβλώσεις, σταυρόν τε καὶ θάνατον, τῷ Χριστῷ συνδεδόξασαι, ἁρμοζόντως Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νν... Θεοτοκίον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

 

ᾨδὴ δ'

Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ

Ἐτραυμάτισας τὸν ὄφιν τῷ τραυματοῦσθαι, καὶ καρτεραῖς ἐνστάσεσι, Μάρτυς ἀνεδείχθης, μέλπων ἐμμελέστατα, τῷ σὲ δυναμώσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Δαπανώμενος τὰς σάρκας πολλαῖς αἰκίαις, τὸν λογισμὸν ἀκλόνητον, ἔσωσας Τρισμάκαρ, μέλπων προθυμότατα, τῷ σὲ δυναμώσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Ὡραιώθης τοῖς παθήμασι τοῦ Δεσπότου, σοῦ τὰ σεπτὰ παθήματα, Πάνσοφε συνάψας, καὶ καταξιούμενος αὐτοῦ τῆς λαμπρότητος, καὶ τῆς ποθουμένης φαιδρότητος.

Θεοτοκίον

Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

 

ᾨδὴ ε'

Σὺ Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ

Ῥαντίσματι σαρκός, τῶν αἱμάτων ἀπέπαυσας, δαιμόνιον ἐπ' ὀλέθρῳ, προσαγόμενον λύθρον, ἀήττητε Θεόδωρε.

 

Ὢ γνώμης εὐσεβοῦς! ὢ γενναίου φρονήματος! ὢ πίστεως θερμοτάτης τοῦ σεπτοῦ Ἀθλοφόρου, δι' ἧς Θεοῦ ἐπέτυχε!

 

Νοῦν ἔχων τῷ φωτί, τοῦ Θεοῦ ἐλλαμπόμενον, τὸν πρόμαχον τῆς κακίας, ἀπημαύρωσας ὄφιν, πανένδοξε Θεόδωρε.

Θεοτοκίον

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

ᾨδὴ ς'

Θύσω σοι, μετὰ φωνῆς ΤΟ ΑΚΟΥΤΕ

Ἐνίκας, προθυμίᾳ συντόνῳ τοὺς ἄφρονας, ἐπὶ σταυροῦ ἡπλωμένος, καὶ τοῖς ἥλοις Μάκαρ ἐμπεπαρμένος, εἰκονίζων, τὸ σωτήριον πάθος τοῦ κτίσαντος.

 

Νομίμως, ἐναθλούντι Χριστὸς σοι ὀπτάνεται, ἐν τῇ φρουρᾷ κεκλεισμένῳ, ἐπαλείφων οἷα ἀγωνοθέτης, πρὸς ἀγῶνας, πρὸς ἐχθροῦ τὰ παλαίσματα Ἔνδοξε.

 

Θυσίαν, καθαρὰν καὶ ἁγίαν καὶ ἄμωμον, τῷ διὰ σὲ ἑκουσίως, ἑαυτὸν θυσίαν προσαγαγόντι, προσηγάγου, σεαυτὸν ἀθλοφόρε Θεόδωρε.

Θεοτοκίον

Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέχοντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

 

Κοντάκιον Ἦχος β'

Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ

Ἀνδρείᾳ ψυχῆς τὴν πίστιν θωρακισάμενος, καὶ ῥῆμα Θεοῦ ὡς λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας, τῶν Μαρτύρων μέγιστε Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Τῶν ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος, δεῦτε πάντες τῶν ὕμνων τοῖς στεφάνοις πιστοί, Θεόδωρον καταστέψωμεν· δῶρον γὰρ Θεοῦ μέγα τῷ κόσμῳ ἀναδέδεικται, λάμψεσι ταῖς τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ ἄθλοις σεπτοῖς, ὀμβρίζει ἀντὶ αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα, σὺν τούτοις δὲ πᾶσι χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 

Συναξάριον

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου.

Στίχοι

Νεκρὸν με Θεόδωρον ἡ πατρὶς δέχου,

Ὃν ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος.

Ὄλβιον ὀγδοάτῃ Θεοδώρου σῶμα κομίσθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ σύναξις τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ Σωσθενείῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Καλλιόπης.

 

Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῇ καμίνω, τῶν σῶν ἀγώνων Μάρτυς ἔνδοξε, ὕλην ἀσεβείας ἔφλεξας, καὶ πυρσός, εὐσεβείας ψάλλων γέγονας· Εὐλογημένος εἶ ἐν τῷ ναῶ, τῆς δόξης σου Κύριε.

 

Ὡς στρατηγέτης, ὡς νουνεχὴς καὶ νηφάλιος ἔργῳ, βασιλέα ἄφρονα δυσσεβῆ, ἐξεφαύλισας καὶ ἔδειξας, τοῦτον ἀνίσχυρον, ἐνισχυθεὶς τῷ σθένει τοῦ Πνεύματος.

 

Νόμος ἡττᾶται, τῶν ἐγκωμίων τῷ μεγέθει σου· σὺ γάρ, φανοτάταις ἔλαμψας ἀστραπαῖς, μαρτυρίου τῷ Δεσπότῃ σου, βοῶν Θεόδωρε· Εὐλογητὸν τὸ κράτος σου Δέσποτα.

Θεοτοκίον

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

 

ᾨδὴ η'

Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ

Ἐν σοὶ πεποιθὼς τῷ δι' ἐμέ, σταυρὸν καὶ θάνατον, καθυπομείναντι, σταυρῷ ἀνήρτημαι Δέσποτα, καὶ τιτρώσκομαι τοξεύμασι, καὶ χαλεπαῖς προσομιλῶ αἰκίαις Κύριε, ἀνεβόας, Μάρτυς ἀθλῶν γενναιόφρον Θεόδωρε.

 

Προσήγαγες θῦμα καθαρόν, σαυτὸν τῷ Κτίστῃ σου, χαίρων Θεόδωρε, καὶ προσεχώρησας ἔνδοξε, βασιλείαν πρὸς οὐράνιον, μετὰ Μαρτύρων Ἱερῶν κραυγάζων πάντοτε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ὡς κρίνον, ὡς ῥόδον νοητόν, ὀδμαῖς τῶν ἄθλων σου εὐωδιάζεις ἡμᾶς, διώκων χάριτι πάντοθεν, τὸ δυσῶδες τῶν παθῶν ἡμῶν, καὶ παρορμῶν ἀναβοᾶν εὐωδεστάτῃ ψυχῇ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

 

ᾨδὴ θ'

Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ

Νῦν τῶν μακαρίων τοῖς δήμοις, καὶ τῶν Μαρτύρων ταῖς χορείαις, ὡς ἠγλαϊσμένος τοῖς ἄθλοις, συναγελάζων καὶ συνηδόμενος, στεφηφορῶν παρίστασαι, τῷ ποθουμένῳ σοι Θεόδωρε.

 

Ὕψος πρὸς οὐράνιον ἤρθης, τῶν ἐπὶ γῆς καταφρονήσας, καὶ τοῦ ποθουμένου σοι τέλους, κατηξιώθης αὐτὸ τὸ ἔσχατον, τῶν ὀρεκτῶν Θεόδωρε, κατειληφὼς ἐπαγαλλόμενος.

 

Μόνον σε ἀθάνατον Λόγον, σαρκὶ παθόντα καὶ θανέντα, Μάρτυς ὁ θεόφρων ποθήσας, ἀθανασίας τῆς σῆς ἐπέτυχεν, ἐν οὐρανοῖς σκηνούμενος, Κτίστα τῶν ὅλων παντοδύναμε.

Θεοτοκίον

Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα λόγῳ, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ' ἀληθείας Μητροπάρθενε.

Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

 

Ἐξαποστειλάριον

Ἐν Πνεύματι τῷ Ἱερῷ ΤΟ ΑΚΟΥΤΕ

Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ τὸ στέφος ἐδέξω, Θεόδωρε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας, διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, παγίδων τοῦ ἀλλοτρίου.

Θεοτοκίον Ὅμοιον

Γεραίρουσι τὸν τόκον σου, Ἀσωμάτων αἱ τάξεις· χαρᾶς γὰρ τὰ ἐπίγεια, σὺ πεπλήρωκας μόνη· διὸ σε τὴν πανάμωμον, οἱ πιστοὶ δοξάζοντες, ἐν ὕμνοις δοξολογοῦμεν· φῶς γὰρ σὺ τοῖς ἐν σκότει, ἐξανατέλλων ὡς ὄρθρος, ἀνέτειλας τῆς ἡμέρας.

 

Εἰ βούλει, εἰπὲ εἰς τοὺς Αἴνους ἐκ τῶν Στιχηρῶν τοῦ Ἑσπερινοῦ, ειδ' οὐ, εἰς τὸν Στίχον, τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. β'

Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ κόσμῳ Θεόδωρε· Χριστὸς γάρ σου σοφὲ τὴν μνήμην ἐδόξασεν, ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν ἄθλων σου.

Καὶ νν... Θεοτοκίον Ἦχος πλ. β'

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις

 

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.

 

Ὁ Ἀπόστολος

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι...

Ζήτει Ὀκτωβρίου κς'.

 

Εὐαγγέλιον (Ζήτει Σεπτεμβρίου Κ' )

 

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.