Τῌ ΙΒ' ΤΟΥ
ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη
τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.
ΕΙΣ ΤΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Εἰς
τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος
β'
Ὅτε
ἐκ τοῦ ξύλου σε νεκρὸν ΤΟ
ΑΚΟΥΤΕ
Ὕμνον, νῦν μεθέορτον πιστοί,
ᾄσωμεν Χριστοῦ τῇ Βαπτίσει, καθαρωτάτῳ νοΐ·
ἤδη γὰρ ἐφέστηκε, πρὸς Ἰορδάνην σαρκί, ὁ
Πατρὶ καὶ τῷ Πνεύματι, ἀεὶ συνυπάρχων, φύσει
τῆς Θεότητος, τῷ Ἰωάννῃ βοῶν· Δεῦρο,
Βαπτιστὰ βάπτισόν με· θέλω γὰρ ἐκπλῦναι
τοῦ ῥύπου, φύσιν τῶν ἀνθρώπων ὡς φιλάνθρωπος.
Τρόμῳ,
λειτουργοῦσί σοι Χριστέ, πᾶσαι τῶν Ἀγγέλων
αἱ τάξεις, ὡς Βασιλεῖ καὶ Θεῷ· ὅλως
ἀτενίσαι σοι, τὰ Χερουβὶμ οὐ τολμᾷ·
κορυφῆς δὲ τῆς θείας σου, κελεύεις μοι ψαῦσαι,
χόρτῳ ὄντι Δέσποτα, ὁ Ἰωάννης φησί·
φόβῳ δὲ συνέχομαι ὅλος, μὴ με πῦρ τὸ
ἄστεκτον φλέξῃ, τῆς φρικτῆς σου Κύριε Θεότητος.
Ἦλθον, ἐκ Παρθένου σαρκωθείς,
ῥείθροις τὸν Ἀδὰμ ἀναπλάσαι τοῦ
Ἰορδάνου φησίν, αὖθις πρὸς τὸν Πρόδρομον, ὁ
Λυτρωτὴς καὶ Θεός· ὡς Χριστῷ οὖν μοι
πρόσελθε, καὶ γὰρ Ἰωάννῃ, τοῦτο φύσει πέφυκα,
καὶ βάπτισόν με σαρκί· ὅπως τῶν δρακόντων
συντρίψω, κάρας τῶν ἐκεῖ, ὁ τοῦ κόσμου,
πᾶσαν ἁμαρτίαν αἴρων Κύριος.
Στιχηρὰ
τῆς Ἁγίας, ὅμοια
Ὅτε,
τῷ τοῦ Πνεύματος φωτί, καταλαμπομένη πλουσίως, πλοῦτον
ἐμίσησας, μόνον ἀγαπήσασα τὸν ἐπουράνιον, τὴν Μαρτύρων
στερρότητα, σαφῶς ἐνεδύσω, καὶ πρὸς
ὑπερβάλλοντας, πόνους ἐχώρησας· ὅθεν τὸν
ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω στεφάνους, ὦ
Τατιανὴ θεομακάριστε.
Ὅτε, τὸ δυσῶδες τῆς
σαρκός, καὶ τῆς ἁμαρτίας τὴν φλόγα, Ἁγνὴ
κατέσβεσας, δρόσῳ θείου Πνεύματος, τοῦ συνεργοῦντός σοι, τότε
θῆρας ἐφίμωσας, σταδίου ἐν μέσῳ, σῶμα
παραδοῦσα σου, πρὸς αἰκισμοὺς ἀνδρικῶς·
ὅθεν τὸν ἐχθρὸν καθελοῦσα, νίκης ἀνεπλέξω
στεφάνους, ὦ Τατιανὴ θεομακάριστε.
Ξίφος,
οὐδὲ πῦρ οὐκ αἰκισμοί, θλίψεις οὐ
λιμὸς οὐ παντοίας, εἶδος κολάσεως, σοῦ τὸν
πρὸς τὸν Κύριον, ἤμβλυνεν ἔρωτα· διαπύρῳ
καρδίᾳ γάρ, αὐτὸν ἐκζητοῦσα, πάντα τὰ
ὁρώμενα, ὑφ᾿ ἓν διέπτυσας, Μάρτυς, καὶ παστάδος τῆς
θείας, ἔνδον κατεσκήνωσας νύμφη, τοῦ Παμβασιλέως χρηματίσασα.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. β'
Ὁρῶσά
σε ἡ φύσις ἅπασα τῶν γηγενῶν, γυμνὸν ἐν
ὕδασι τὸν Δημιουργόν, τὸ Βάπτισμα αἰτοῦντα,
ἠλλοιοῦτο φόβῳ καὶ ἐξεπλήττετο· ὁ
Πρόδρομος δέ, τρόμῳ συνείχετο, μὴ τολμῶν προσεγγίσαι
σοι· ἠ θάλασσα ἔφυγεν· Ἰορδάνης τὸ
ῥεῖθρον ἀνεχαίτισε· τὰ ὄρη ἐσκίρτησαν
θεωροῦντα σε, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐξίσταντο
λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Σωτὴρ γυμνοῦται,
ἐνδῦσαι θέλων σωτηρίαν, τοὺς ἀνθρώπους καὶ
ἀνάπλασιν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. β' Αἱ Ἀγγελικαὶ
ΤΟ ΑΚΟΥΤΕ
Νῦν
προφητικῶς, ἐκβοήσωμεν Κυρίῳ· Ἐπέφανες
ἡμῖν, ὁ Σωτὴρ ἡμῶν καὶ κτίστης·
συνέτριψας δὲ Λόγε, τῶν δρακόντων τὰ στόματα, ἐν
τῷ Ἰορδάνῃ ὡς οἰκτίρμων, καὶ
τοὺς τυφλωθέντας τῷ φωτί σου, Χριστὲ ἐφώτισας.
Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης
ἐστράφη εἰς τὰ ὀπίσω,
Κράτος
κατ᾿ ἐχθρῶν, τῷ Βαπτίσματί σου Λόγε, ἔδωκας
ἡμῖν, τοῖς ἐκ πόθου σεβομένοις, τὴν σὴν
οἰκονομίαν, ἣν ἑκὼν ἐξεπλήρωσας, λύσας τοὺς
βροτοὺς ἐκ τῆς κατάρας, τῆς ἐκ τῆς
Ἐδὲμ διαδραμούσης, ἐφ᾿ ᾧ ψάλλομεν·
Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ.
Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ
Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Οἱ
ἐν τῷ Ἀδάμ, τοὺς χιτῶνας δερματίνους,
ἑκόντες ποτέ, ἐνδυσάμενοι τῇ πτώσει, ἐν
ῥείθροις, Ἰορδάνου, ἐκδυσάμενοι σήμερον, ἐν τῷ
Βαπτισμῷ τῷ τοῦ Κυρίου, θεολογοῦντες σὺν
Ἀγγέλοις, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ
φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. β'
Ἀνυμνήσωμεν
οἱ πιστοί, τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ
εὐεργεσίας τὸ μέγεθος· ἐν γὰρ τῷ
ἡμῶν παραπτώματι, γενόμενος ἄνθρωπος, τὴν
ἡμῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ,
ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων
ἐμὲ καὶ τὰ ὕδατα, καὶ τάς κεφαλὰς
τῶν δρακόντων συντρίβων ἐπὶ τοῦ ὕδατος.
Ἀντλήσωμεν οὖν ὕδωρ μετ' εὐφροσύνης,
ἀδελφοί· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τοῖς
πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται παρὰ
Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν
ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον
τῆς Ἑορτῆς.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου
Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις·
τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι,
ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ
τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου
τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς
Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας
δόξα σοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ
ΤΟ ΑΚΟΥΤΕ
Ἰορδάνη
ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον
γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς
γὰρ τοῦτον οὐκ ἔμελλον φρίξαι καὶ
δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες
ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ
ἐτρόμαξε, καὶ συνεστάλη θάλασσα, καὶ πάντα, τὰ
ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν
Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Δόξα...
Καὶ νῦν... τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Ἀνέστης
ἐκ νεκρὼν
ΤΟ
ΑΚΟΥΤΕ
Βαπτίζεται
Χριστός, ὁ φωτίζων τὸν Κόσμον, ἐξ ὕψους ὁ Πατήρ,
ἐμαρτύρησε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου,
ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε·
οὗτός ἐστιν ὁ φωτίζων, τὴν οἰκουμένην, τῇ
εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ
σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα...
Καὶ νῦν... τὸ αὐτο
Ὁ Κανὼν τῆς Ἑορτῆς καὶ τῆς
Ἁγίας.
ᾨδὴ
α' Ἦχος β'
ΤΟ
ΑΚΟΥΤΕ
«Δεῦτε
λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ
διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι τὸν λαὸν ὃν
ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».
Μαρτυρικαῖς
ἠγλαϊσμένη φαιδρότησι, τῷ καθαρῷ παρίστασαι, Μάρτυς
νυμφίῳ σου, ψυχοφθόρων πταισμάτων, αἰτοῦσα λυτρωθῆναι,
τοὺς ἀνυμνοῦντας σε.
Πλούτου
φθαρτοῦ, Μάρτυς τελείως ἠλόγησας, ἐν οὐρανοῖς
τὸν ἄφθαρτον, καὶ διαμένοντα, ἐκζητοῦσα προθύμως,
καὶ χαίρουσα ὑπῆλθες, Μαρτύρων στάδιον.
Πρὸς
αἰκισμούς, πρὸς ἀλγηδόνας καὶ μάστιγας,
πολυειδεῖς ἀπτόητος, Μάρτυς ἐχώρησας· συνεργοῦσαν
γὰρ εἶχες, τὴν χάριν τοῦ Σωτῆρος,
ἐνδυναμοῦσάν σε.
Θεοτοκίον
Ἡ
τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι,
Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου, ἑξάρπασόν με
μόνη θεοχαρίτωτε.
ᾨδὴ
γ'
ΤΟ
ΑΚΟΥΤΕ
«Ἐν
πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου
ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ
πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν
Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ
ἔστι δίκαιος, πλὴν σου Κύριε».
Οὐκ
ἔσεισε τὸν πύργον τῆς σῆς καρδίας, συρρεύσασα βασάνων
ἡ τρικυμία· ἐστήρικτο τῇ πέτρᾳ γὰρ τῆς
ἀγάπης, Χριστοῦ πανεύφημε, πρὸς ὃν
ἐκραύγαζες· Ὡς οὐκ ἔστιν Ἅγιος, πλὴν
σου Κύριε.
Ἀνθρώπων
τὴν ἀσθένειαν ὁ φορέσας, ἐπτέρωσε δυνάμει τὸ
ἀσθενὲς σου, ἀνίσχυρον τὸν δράκοντα ὅθεν
Μάρτυς, εἰς γῆν κατέρραξας, πιστῶς κραυγάζουσα· Ὡς
οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε.
Χειμάρρους
ἀπεξήρανας ἀνομίας, τοῖς ῥείθροις τῶν
αἱμάτων σου Μακαρία· τρυφῆς δὲ τοῦ χειμάρρου
νῦν ἀπολαύεις, καὶ φῶς ἀνέσπερον,
οἰκεῖς κραυγάζουσα· Ὡς οὐκ ἔστιν,
Ἅγιος, πλὴν σου Κύριε.
Θεοτοκίον
Ἡ
σύλληψις, ὁ τόκος σου ὑπὲρ λόγον· αἰῶνας
γὰρ τὸν Κτίσαντα διὰ λόγου, ἐγέννησας ῥυσάμενον
ἀλογίας, κόσμου τὰ πέρατα, Κόρη ἀπείρανδρε· ὃν
δυσώπει πάντοτε, τοῦ σωθῆναι ἡμᾶς.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐν
πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ
στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ
τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν
Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ
ἔστι δίκαιος, πλὴν σου Κύριε».
Κάθισμα Ἦχος α'
Τὸν
τάφον σου Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Κατ᾿
ἴχνεσι τοῦ σοῦ ἐραστοῦ ἑπομένη, σεμνὴ
Τατιανή, τὸν ἐκείνου προθύμως, ἐζήλωσας θάνατον, καὶ
τὸ πάθος τὸ ἄχραντον· ὅθεν ἔτυχες τῆς
οὐρανίου παστάδος, στέφος ἄφθαρτον, περικειμένη ἀξίως,
καὶ δόξαν ἀθάνατον.
Δόξα...
Καὶ νῦν... ὅμοιον
Ὁ
μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, ἐπέφανε σαρκί,
βαπτισθῆναι θελήσας, πρὸς ὃν ὁ θεῖος Πρόδρομος,
ἐκπληττόμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον
μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν
δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα.
ᾨδὴ
δ'
ΤΟ ΑΚΟΥΤΕ
«Ὑμνῶ
σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ
ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ
ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου
συγκατάβασιν, τὴν εἰς ἐμέ, δοξάζω πολυέλεε».
Ὡραῖον, τῆς ψυχῆς
κατάστημα, εὐμορφία τῆς εὐσεβείας, Τατιανὴ φέρουσα,
προσέτι δὲ τῆς μαρτυρίας φωτί, παραδόξως διαλάμπουσα, τῷ
καθαρῷ Νυμφίῳ εἰσοικίζεται.
Σιδήρῳ,
σοῦ τάς ὄψεις ξέοντας, παρανόμους ἀορασίᾳ,
οὐράνιοι, Ἄγγελοι, ᾐκίζοντο ἀποσταλέντες πρὸς
σήν, ἐκ Θεοῦ Μάρτυς βοήθειαν, οἵ σου τὴν καρτερίαν
κατεπλάγησαν.
Νομίμως,
τὸν Χριστὸν κηρύττουσα, ἐτροπώσω παρανομοῦντας·
θυσία δὲ ἄμωμος, εὐπρόσδεκτος τελειοτάτη αὐτῷ,
προσηνέχθης ἀνακράζουσα· Σὲ ἀγαπῶσα Σῶτερ
σφαγιάζομαι.
Θεοτοκίον
Πρὸς
ὅρμον γαληνὸν με ἴθυνον, θεονύμφευτε Παναγία· χειμάζει
γὰρ κλύδων με, καὶ τάραχος τῆς ἁμαρτίας δεινῶς,
τοῖς ἀνέμοις ῥιπιζόμενος, τῶν πονηρῶν πνευμάτων,
τῶν θλιβόντων με.
ᾨδή
ε'
ΤΟ ΑΚΟΥΤΕ
«Ὁ
φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία τῶν
ἀπεγνωσμένων, Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω,
Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ
ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν
οὐκ ἐπίσταμαι».
Φόβον
Θεοῦ, ἐν γαστρὶ διανοίας εἰσδεξαμένη, πνεῦμα
σωτηρίου ὁμολογίας, καὶ μαρτυρίου ἔτεκες, Γενναιόφρων
παραδόξως, στερρῶς ἀθλήσασα, καὶ τάς ἐναντίας, ἀρχὰς
θριαμβεύσασα.
Σοῦ
τὸ σεπτόν, καὶ μακάριον πάθος ἐκμιμουμένη, ἡ δι'
ἀπαθείας σοι συναφθεῖσα, πάσχει προθύμως, μεληδὸν τεμνομένη,
ζωοδότα Χριστὲ κραυγάζουσα· Ἕτερον ἐκτός σου, Θεὸν
οὐκ ἐπίσταμαι.
Φωτιστικαῖς,
διαλάμπεις ἀκτῖσι φαιδρυνομένη, Πνεύματος Ἁγίου, λαμπαδουχίᾳ,
καὶ καταυγάζεις, τῶν πιστῶν τάς καρδίας, ἁμαρτίας ζόφον
σκεδάζουσα, Μάρτυς ἀθλοφόρε, Χριστοῦ πανσεβάσμιε.
Θεοτοκίον
Ἡ
φωτεινή, τοῦ Ἡλίου Νεφέλη, λάμψον μοι αἴγλην, λύουσα
τὸν ζόφον μου τῶν πταισμάτων· δίδου μοι χεῖρα,
ἐμπαρέντι εἰς ὕλην ἁμαρτίας, ἔγειρον κείμενον,
μόνη τοῦ πεσόντος, Ἀδὰμ ἐπανόρθωσις.
ᾨδὴ
ς'
ΤΟ ΑΚΟΥΤΕ
«Ἐν
ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον
τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον.
Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».
Ἐπὶ
ξύλου ὡς ἔγνω ταθέντα σε, Μάρτυς ἡ σεμνὴ καρτερεῖ
τὴν ἀνάρτησιν, καὶ τοὺς ξεσμοὺς τοῦ
σώματος, διὰ πόθον τὸν σὸν Παντοδύναμε.
Ἀγριώτατοι
θῆρες ᾐδέσθησαν, μέσον ἀνδρικῶς τοῦ σταδίου
ἀθλοῦσάν σε, Θέκλαν ὡς πρὶν τὴν πρώταθλον,
ἧς τὸν ζῆλον ἐκτήσω Ἀοίδιμε.
Ἐπιστάντες
οὐράνιοι Ἄγγελοι, μέσον τῆς φρουρᾶς, σὲ
φωτὶ κατελάμπρυναν, τῶν ἀλγεινῶν ἐξαίροντες,
καὶ Θεοῦ ὡς ἀμνάδα δοξάζοντες.
Θεοτοκίον
Ἐκ
πασῶν γενεῶν ἐξελέξατο, σὲ τὴν καλλονὴν
Ἰακὼβ ἣν ἠγάπησεν, ὁ Ποιητὴς Πανάμωμε,
καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐν
ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον
τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον·
Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».
Κοντάκιον
τῆς Ἑορτῆς
Ἦχος
δ'
ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνης
σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε,
ἐσημειώθη ἐφ᾿ ἡμᾶς, ἐν ἐπιγνώσει
ὑμνοῦντας σε· Ἦλθες ἐφάνης τὸ Φῶς
τὸ ἀπρόσιτον.
Σ υ ν α ξ
ά ρ ι ο ν
Τῇ
ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος
Τατιανῆς.
Στίχοι
Τῆς
πάντα λαμπρᾶς Τατιανῆς τῇ κάρᾳ,
Λαμπρὸν
προεξένησε τὸ ξίφος στέφος.
Τῇ
δυοκαιδεκάτῃ Τατιανῆς αὐχένα κέρσαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου
τοῦ Ἀβεσαλαμίτου.
Στίχοι
Ἐπανθρακωθεὶς
καρδίαν θείῳ πόθῳ,
Ἐπ'
ἀνθράκων ἥδιστα Πέτρος ἐκπνέει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Μάρτυρος
Μερτίου.
Στίχοι
Θεὸν
πόθων ὕψιστον, ἰσχυρὸν μόνον,
Μαστίζεται
Μέρτιος ἰσχυρῶς ἄγαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ
Μάρτυρες, οἱ ἀπὸ Νικαίας, ξίφει τελειοῦνται.
Στίχοι
Θνῄσκει
χορός τις ὀκτάριθμος ἐκ ξίφους,
Αἰῶνος
εὑρεῖν ὀγδόου ζωὴν θέλων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Εὐθασία
ξίφει τελειοῦται.
Στίχοι
Αὐτῷ
Θεῶ Σωτῆρι κόσμου προσφέρει,
Αὐτῆς
κεφαλὴν ἐκ ξίφους Εὐθασία.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ ὁσίου
Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἠλιού.
Στίχοι
Ἄλλος
δέδεικται θαυματουργὸς Ἠλίας,
Ὁ
θαυματουργὸς οὗτος ὄντως Ἠλίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'
ΤΟ
ΑΚΟΥΤΕ
«Ἀντίθεον
πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα
ἀνερρίπισε. Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον
τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ
ὑπερένδοξος».
Εὐτόνως
Ἀήττητε σπαθιζομένη, μαστῶν τὴν ἀφαίρεσιν,
ὑπέστης καρτερώτατα· πυρὶ οὐρανίῳ δέ, Μάρτυς
κατέφλεξας, σέβειν τοὺς μὴ θέλοντας Θεόν, ὃν πᾶσα
κτίσις ὑμνεῖ δοξάζουσα.
Ἐγκάρδιον
φέρουσα τὸ πῦρ τὸ θεῖον, σοῦ τῆς
ἀγαπήσεως, Χριστὲ ἡ Παναοίδιμος, τὸ πῦρ τὸ
ὁμόδουλον οὐκ ἐδειλίασε, Παίδων εἰκονίζουσα τῶν
πρίν, καὶ τὴν ἀνδρείαν, καὶ τὴν στερρότητα.
Θηρῶν
ἀγριότης σοι καθυπετάγη· λεόντων τὰ χάσματα, ἀπήμαντος
παρέδραμες, Θεοῦ σε δοξάσαντος, τοῦτον δοξάσασαν, τούτου τὰ
παθήματα τῇ σῇ, ἀναπληροῦσα σαρκὶ Πανεύφημε.
Θεοτοκίον
Ζωὴν
ἐνυπόστατον ἡμῖν τεκοῦσα, θανάτῳ τὸν
θάνατον, σαφῶς ἑξαφανίσασαν, τὰ πάθη θανάτωσον, τὰ
τῆς σαρκὸς ἡμῶν, πίστει τῶν τιμώντων σε
Ἁγνή, ὡς Θεοτόκον καὶ ὑπερένδοξον.
ᾨδὴ
η'
ΤΟ
ΑΚΟΥΤΕ
«Τὸν
ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς
Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον,
μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Καλλωπισθεῖσα
ἀρεταῖς, ὡραιώθης καλλοναῖς τοῦ μαρτυρίου,
καὶ Νυμφίῳ ἡρμόσθης τῷ ὑπὲρ πάντας βροτούς,
ὡραίῳ κάλλει διαλάμπουσα, τῆς ἀθανασίας, Τατιανὴ
θεόφρον.
Σὺν
ἀσωμάτοις Λειτουργοῖς, ἐν εἱρκτῇ τὸν
Ποιητὴν ἐδοξολόγεις, διαλάμπουσα δόξῃ, τῆς θεϊκῆς
ἀστραπῆς, καὶ πᾶσιν ἀπρόσιτος μένουσα,
τοῖς κεκρατημένοις, τῷ ζόφῳ τῆς ἀπάτης.
Ἡ
συντριβή σου τῶν μελῶν, ἐξελέπτυνεν ἐχθροῦ
μηχανουργίας· τῶν αἱμάτων ἡ ῥύσις, τῆς
ἀθεΐας δεινούς, χειμάρρους Σεμνὴ ἀπεξήρανε, πέλαγος θαυμάτων,
ἡμῖν ἀναδειχθεῖσα.
Θεοτοκίον
Σῶσον
οἰκτείρησον ἡμᾶς, τὸν οἰκτίρμονα Θεὸν
ἡμῖν Σωτῆρα, ὑπὲρ λόγον τεκοῦσα,
πυρκαϊᾶς λογισμῶν, παθῶν τε ἐξαίρουσα καύσωνα,
σοῦ ταῖς ἱκεσίαις, ἁγνὴ Παρθενομῆτορ.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς
Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον,
μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ
θ'
ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ
ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ
πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως
σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως,
ἐν ὕμνοις μεγαλύνομεν».
Μετὰ
πολλὰς τάς βασάνους, τῇ τοῦ ξίφους σε δίκῃ,
δεινὸς καθυποβάλλει δικαστής, ἧς τῇ ἀνόδῳ
ἐκρότησαν, αἱ οὐράνιαι τάξεις, Χριστὸς δὲ
παναλκεῖ σε δεξιᾷ, ἐστεφάνωσε Μάρτυς, νομίμως
ἐναθλήσασαν.
Συναγελάζῃ
Μαρτύρων, φανοτάταις ἀγέλαις, τρανότερον ἐγγίζουσα Θεῷ,
βλέπεις ἃ βλέπουσιν Ἄγγελοι, ὡς παρθένος νυμφῶνι,
αὐλίζῃ τοῦ Νυμφίου σου Σεμνή, δυσωποῦσα
σωθῆναι, τοὺς πόθῳ σε γεραίροντας.
Ἐσφραγισμένην
πηγὴν σε, κεκλεισμένον τε κῆπον, ἀνάθημα σεπτὸν
καὶ ἱεράν, νύμφην Χριστοῦ ἀδιάφθορον,
ἱερεῖον καὶ θῦμα, ἀμνάδα καὶ καλὴν
περιστεράν, τοῦ Δεσπότου τῶν ὅλων, Τατιανὴ κηρύττομεν.
Θεοτοκίον
Ἡ
ταῖς φωναῖς καμπτομένη, τῶν θερμῶς σε αἰτούντων,
ἡ μόνη τῶν πιστῶν καταφυγή, σῶσον οἰκτείρησον
Δέσποινα, διατήρησον βλάβης, καὶ πάσης τῶν Ἐθνῶν
ἐπιδρομῆς τοὺς ἐν πίστει καὶ πόθῳ,
ἀεὶ σε μεγαλύνοντας.
Ὁ
Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ,
ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ,
πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως
σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως,
ἐν ὕμνοις μεγαλύνομεν».
Ἐξαποστειλάριον
Ἐπεφάνη
ὁ Σωτὴρ
ΤΟ ΑΚΟΥΤΕ
Διὰ
τὸν πόθον τοῦ Χριστοῦ, βασάνους ἐκαρτέρησας,
Τατιανὴ γενναιόφρον, καὶ τῶν Δαιμόνων τὴν ἰσχύν,
γενναίως ἐξηφάνισας· διὰ τοῦτό σε πάντες,
πιστῶς μακαρίζομεν.
Καὶ
τῆς Ἑορτῆς
ΤΟ ΑΚΟΥΤΕ
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις
ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου,
καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας
ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ
φῶς τὸ ἀπρόσιτον.
Ἀποστιχα Στιχηρὰ Προσόμοια
Ἦχος
πλ. β' Αἱ Ἀγγελικαὶ
ΤΟ ΑΚΟΥΤΕ
Σέλας
ἐκ φωτός, φῶς ὑπάρχων Ἰησοῦ μου, ἐφώτισας
ἡμᾶς, ἐν ἀρρήτῳ σου ἐλλάμψει, τοὺς
πρὶν ἐκτυφλωθέντας, ἐν Ἐδὲμ ἐκ τοῦ
ὄφεως· ἐν τῷ Ἰορδάνῃ ἄρτι φάος, πάντες
τῷ φωτί σου καθορῶντες, πιστῶς ψάλλομεν· Εὐλογημένος
ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης
ἐστράφη εἰς τὰ ὀπίσω.
Μύστα
καὶ φρικτῶν, οἰκονόμε μυστηρίων, Πρόδρομε χαρᾶς,
καὶ τοῦ Πνεύματος αὐτόπτα, τὸν Βαπτισθέντα Λόγον,
ὑπὸ σοῦ ὡς ηὐδόκησεν, αἴτησαι
ἡμῖν ἁμαρτημάτων, λύτρωσιν ἀεὶ
παρασχεθῆναι, αὐτῷ ψάλλουσιν· Εὐλογημένος ὁ
φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Στίχ.
Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ
Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἄρωμεν πιστοί, ἐν συνέσει τάς
καρδίας, δράμωμεν σπουδῇ, ἐν τοῖς ῥείθροις
Ἰορδάνου, καὶ ἴδωμεν τὸν Κτίστην, σαρκικῶς
βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου· καὶ
σὺν αὐτῷ θεολογοῦντες, ἀναμέλψωμεν·
Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Δόξα...
Καὶ νῦν... ὅμοιον
Ὢ τῆς ὑπὲρ νοῦν,
θεϊκῆς οἰκονομίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι
παρέστη, καὶ κλίνει τούτῳ κάραν; ὑποδείγματι γὰρ
ἡμῖν, τύπον ταπεινώσεως εἰσάγει, τοῖς κατὰ
ψυχὴν φωτιζομένοις. Διὸ ψάλλομεν· Εὐλογημένος ὁ
φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς
σύνηθες, καὶ Ἀπόλυσις.