Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ

 

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τῆς Ἑορτῆς, καὶ τρία τοῦ Ἁγίου.

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτωνΤΟ ΑΚΟΥΤΕ

Θεοφανείας ἀρρήτου νῦν ἑορτάζομεν, σωτηριώδη χάριν· ἐκ Παρθένου γὰρ Κόρης, ἀτρέπτως νηπιάσας Χριστὸς ὁ Θεός, ἐν ναῷ τῷ Θεῷ καὶ Πατρί, ὑπὸ Μητρὸς νῦν προσάγεται, ὃν λαβών, Συμεὼν ἐνηγκαλίσατο.

 

Ἐν τοῖς Προφήταις ὡράθης, ὡς θέμις ἦν Ἰησοῦ, σὲ θεαθῆναι πάλαι ἀλλὰ νῦν Θεοῦ Λόγε, σαρκὶ παντὶ τῷ κόσμῳ, ὤφθης ἑκών, ἐκ Παρθένου Μαρίας Χριστέ, σοῦ τὸ σωτήριον πᾶσι τοῖς ἐξ Ἀδάμ, ἐμφανίσας ὡς φιλάνθρωπος.

 

Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὸν νόμον τάξας ποτέ, νῦν ἐν Σιὼν τῇ πόλει, ἐκπληρῶν τὰ τοῦ νόμου, χερσὶ τῆς Θεοτόκου, βρέφος Χριστέ, σὺν τοῖς ὁλοκαυτώμασι, τοῦ Συμεών ἐν ἀγκάλαις εἰς τὸν ναόν, εἰσαχθῆναι κατεδέξω σαρκί.

Στιχηρὰ τοῦ Ἁγίου.

Ἦχος δ'

Ὡς γενναῖον ἐν ΜάρτυσινΤΟ ΑΚΟΥΤΕ

Θεωρίαις καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενος, διὰ βίου Πάνσοφε διετέλεσας, τῆς θεωρίας ἐπίβασιν, τὴν πρᾶξιν πηξάμενος, καὶ σοφῶς τῶν ὀρεκτῶν, ἀγαπήσας τὸ ἔσχατον· οὗ γενόμενος, ἐφέσεως ἔστης μακαρίου, ἀξιούμενος νῦν τέλους, καὶ τρισηλίου ἐλλάμψεως.

 

Τῇ πλημμύρᾳ τῆς χάριτος, καὶ τοῖς ὄμβροις τῶν λόγων σου, καταρδεύεις ἅπαντας τοὺς θεόφρονας· τῆς ἀνωτάτω σοφίας γάρ, κρατῆρι τὸ στόμα σου, ἐπιθεὶς ὡς ἐκ πηγῆς, δαψιλῶς σὺ ἑξήντλησας, καὶ διέδωκας, πανταχοῦ τὰς ἀκτῖνας τῶν δογμάτων, ἐπιστέλλων καὶ διδάσκων, καὶ νουθετῶν ἀξιάγαστε.

 

Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἐθανάτωσας, ζωηφόρον νέκρωσιν ἐνδυσάμενος, καὶ τῆς ψυχῆς τὴν κατάστασιν, πλατύνας Πανόσιε, ἐναργῶς χωρητικήν, χαρισμάτων τοῦ Πνεύματος ἀπετέλεσας, καὶ δοχεῖον ἐγένου θεοπνεύστων, διδαγμάτων καὶ σοφίας, τῆς ὑπὲρ νοῦν ἐνδιαίτημα.

Δόξα... Καὶ νῦν... Ἦχος βαρὺς

Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, ἦλθες ἐπὶ γῆς ἐξ οὐρανοῦ Σωτὴρ ἡμῶν, καὶ προελθὼν ἐκ τῆς Παρθένου, ἐπανεπαύσω ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών! ἔδει γὰρ σε Ζωοδότα τῶν ἁπάντων, ὑπὸ τοῦ Πρεσβύτου γνωρισθῆναι, ὅτι παρεγένου ἀπολῦσαι αὐτόν, κατὰ τὸ ῥῆμά σου, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ἐν τῇ Τεσσαρακοστ

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος δ' Ὡς γενναῖον ἐν ΜάρτυσινΤΟ ΑΚΟΥΤΕ

Ἑπομβρίας Πανάχραντε, τῆς τοῦ Πνεύματος χάριτος, τὴν ἐμὴν διάνοιαν καταδρόσισον, ἡ τὴν σταγόνα κυήσασα, Χριστὸν τὸν τὴν ἄμετρον, ἀνομίαν τῶν βροτῶν, οἰκτιρμοῖς ἀποσμήχοντα, καὶ κατάκλυσον, τὴν πηγὴν τῶν παθῶν μου, καὶ χειμάρρου, καταξίωσον τρυφῆς με, τῇ ἀειζώῳ πρεσβείᾳ σου.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.

 

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου.

 

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

 

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.

Δόξα... Καὶ νῦν... Ἦχος β'

Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής, ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἀπολυτίκιον Ἦχος α'

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος α'

Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

 

Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ

 

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβεΤΟ ΑΚΟΥΤΕ

Σαρκὶ νηπιάσαντα, ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διὸ σε ἀξιοχρέως πάντες δοξάζομεν.

 

Δόξα... Καὶ νῦν ... τὸ αὐτὸ

 

Εἶτα λέγομεν τὸν κανόνα τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου τοῦτον, οὗ ἡ ἀκροστιχίς.

 

Σὲ τῶν Μοναστῶν τὸ κλέος μέλπω Πάτερ. Θεοφάνους.

 

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

 

Συντετριμμένης καρδίας τὸν στεναγμόν, ἐπακούσας Δέσποτα, τῆς ψυχῆς μου τὴν δεινήν, συντριβὴν θεράπευσον εὐχαῖς, τοῦ Ὁσίου σου Χριστέ, ὡς παντοδύναμος.

 

Ἐπιβὰς θεοσόφως τῆς πρακτικῆς, ἀρετῆς, Ἰσίδωρε, θεωρίας ἀκραιφνοῦς, τὴν τερπνὴν ἐμφάνειαν, Θεῷ, ὁμιλῶν διαπαντὸς σαφῶς ἐπλούτησας.

 

Τῷ τῆς σοφίας κρατῆρι προσαγαγών, τὸ σὸν στόμα Πάνσοφε, τῶν ἐκεῖθεν δωρεῶν, τὴν ῥοὴν ἑξήντλησας Θεῷ, ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος.

Θεοτοκίον

Ὡς ἐπὶ κούφης νεφέλης ὁ Πλαστουργός, ἐπὶ σοὶ ἐλήλυθε, καθελεῖν ὡς δυνατός, τὰ Αἰγύπτου Δέσποινα ἁγνή, χειροποίητα Χριστὸς ὡς παντοδύναμος.

 

ᾨδὴ γ' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

 

Νοὸς ὀξύτητι σαφῶς, τὴν τῶν ὄντων ἀθροίσας, Παναοίδιμε φύσιν, δι' αὐτῆς τὴν ἀρχικήν, αἰτίαν ὡς καθαρός, θεολόγος ἀπλανῶς κατέλαβες.

 

Μελέτην θέμενος τρανῶς, τοῦ θανάτου τὸν βίον, θεοφόρε τρισμάκαρ, τῶν παθῶν τὰς ὑλικάς, ἐνέκρωσας ἀφορμάς, ἀπαθείας συσχεθεὶς τῷ ἔρωτι.

 

Ὀπίσω χαίρων τοῦ Χριστοῦ, τὸν σταυρόν σου βαστάσας, ἠκολούθησας Πάτερ, ἐν ἀσκήσει καρτερᾷ, καὶ τούτῳ ὡς δυνατόν, ὡμοιώθης βίου καθαρότητι.

Θεοτοκίον

Νομίμων φύσεως ἐκτός, τὸν Δεσπότην τεκοῦσα, Θεοτόκε Παρθένε, τῆς πάλαι παρακοῆς, διέλυσας τὴν ἀράν, εὐλογίας τὴν πηγὴν βλυστάνουσα.

 

Κάθισμα τοῦ Ἁγίου

Ἦχος γ' Θείας πίστεωςΤΟ ΑΚΟΥΤΕ

Βίβλος γνώσεως διδασκαλίας, πλούτῳ πίστεως συντεταγμένη, τῷ πανάγνῳ ἀνεδείχθης ἐν Πνεύματι, ἀνακαλύπτων τὰ θεῖα τοῖς χρῄζουσι, καὶ τὴν ζωὴν θησαυρίζων τοῖς θέλουσι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς

Ἦχος πλ. δ' Ἀνέστης ἐκ νεκρῶνΤΟ ΑΚΟΥΤΕ

Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ἀκατάληπτος μένων· Χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

Ἐν τῇ Τεσσαρακοστ

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Ἦχος γ' Θείας πίστεωςΤΟ ΑΚΟΥΤΕ

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Ἡ ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

 

ᾨδὴ δ' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

 

Ἀφθόνως Ὅσιε, Χριστῷ πειθόμενος, τὸν δοθέντα σοι πλοῦτον ὡς εὐπειθής, δοῦλος διαδέδωκας, καὶ τῆς ἀφράστου σε χαράς, ὁ Δεσπότης κατηξίωσε.

 

Σοφίας πέλαγος, διανηξάμενος, τὸν καλὸν μαργαρίτην ὡς ἀγαθός, ἔμπορος ἐκέρδησας, καὶ τοῦτον μόνον θησαυρόν, ἀδαπάνητον ἐπλούτησας.

 

Τῷ θείῳ Πνεύματι, καταλαμπόμενος, τὰς ἀκτῖνας τῶν λόγων ἡλιακῶς, πᾶσιν ἐξαπέστειλας, τῆς σωτηρίας τῶν πιστῶν θεοφάντορ ὀρεγόμενος.

Θεοτοκίον

Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε Μυστήρια.

 

ᾨδὴ ε' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

 

Νεκρώσει Πάνσοφε τῶν παθῶν, ἔξω γεγονὼς καὶ τῆς σαρκός, πόθῳ Θεῷ προσωμίλησας, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ φωτί, καὶ μόνην ἀπαιτοῦντι τὴν καθαρότητα.

 

Τῷ θείῳ φέγγει σου ἀγαθέ, νῦν ὁ θεοφόρος αὐγασθείς, στῦλος ὁλόφωτος γέγονε, πᾶσι πέμπων θείου φωτός, τὰς θείας αὐγάς, καὶ ζόφον τῆς ἀγνοίας ἀποσειόμενος.

 

Ὁ θέλων πάντας ὡς ἀγαθός, πάνσοφε σωθῆναι ποδηγόν, τοῖς πλανομένοις σε ἔδειξε, πολλοὺς ἐπιστρέφειν πρὸς σωτηρίας ὁδόν, Ἰσίδωρε τρισμάκαρ, Πάτερ πανόλβιε.

Θεοτοκίον

Κυρίως στόματι καὶ ψυχῇ, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογῶ σε πανάμωμε, σεσωματωμένον Θεὸν τεκοῦσαν Ἁγνή, καὶ βίου σε προστάτιν πίστει προβάλλομαι.

 

ᾨδὴ ς' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

 

Λογίῳ τῶν κρίσεων, κοσμηθεὶς ὡς Ἱερεύς, λογιστικῶς ἐδίκασας, θεοφόρε καὶ σώματι καὶ ψυχῇ, τὸ χεῖρον τῷ κρείττονι, ὑποτάξας ἐμφρόνως ἀξιάγαστε.

 

Εὐτόνως τὴν Αἴγυπτον, τῶν παθῶν καὶ τῆς τρυφῆς, σὺ Μοναστῶν τὸ καύχημα, τῆς ἐγκρατείας Ἔνδοξε ταῖς πληγαῖς, ἐτάζων ἐμάστιξας, τοῖς πιστοῖς ὁμαλίζων τήν διάβασιν.

Θεοτοκίον

Ὁ φέρων τὰ σύμπαντα, δυναστείᾳ θεϊκῇ, καὶ συγκρατῶν ὡς εὔσπλαγχνος, σαῖς ἀγκάλαις Πανάμωμε σαρκωθείς, ὡς βρέφος βαστάζεται, ὁ Πατρὶ κατ οὐσίαν συναδιος.

 

Κοντάκιον Ἦχος α'

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου

Στίχοι

Πηλουσιῶτα, χαῖρε, πολλὰ μοι,

Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης.

Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου ὁμολογητοῦ τοῦ Στουδίτου.

Στίχοι

Ἔδοξε τῷ στήσαντι μέτρα τῷ βίῳ,

Καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ἀβραμίου, ἐπισκόπου Ἀρβὴλ τῆς Περσίδος.

Στίχοι

Πῶς τοῦτο φρικτὸν τοῖς ἀθληταῖς Κυρίου,

Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν Εἰρηνοπόλει, ἑνὸς τῶν Τριακοσίων δεκαοκτὼ Ἁγίων Πατέρων, τῶν ἐν Νικαίᾳ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου.

Στίχοι

Θείοις σκεπασθεὶς πίστεως θείας ὅπλοις,

Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θαυματουργός, Ἰάσιμος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ἀλλ' Ἰασίμου καὶ μόνη κωφὴ κόνις,

Νέμει νοσοῦσι τὴν ἰάσιμον χάριν.

 

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

 

Στερεώματι τῆς πίστεως ἐνέθετο, καθάπερ Πάτερ ἥλιον, ὁ Δεσπότης σε καταλάμπειν φέγγει νοητῷ, ψυχὰς τῶν βοώντων ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἤμων.

 

Μολυσμοὺς σαρκὸς καὶ πνεύματος ἀπέπλυνας, Μάκαρ δακρύων χεύμασι, καὶ γενόμενος Θεοφόρε φῶς τοῖς ἐπὶ γῆς, τοὺς πάντας ἐδίδαξας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ἐπὶ ἄσειστον κρηπῖδα ὄντες πίστεως, σὲ Θεομῆτορ ἄχραντε, ὁμολογοῦμεν Θεοτόκον. Λόγον γὰρ Θεοῦ, ἀσπόρως ἐγέννησας ἡμῖν. Εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή.

 

ᾨδὴ η' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ

«Ἐκ φλογὸς τοῖς, Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

 

Λογικὴν ὡς θυσίαν πάντα τὸν βίον σου, εἰς ὀσμὴν εὐωδίας Πάτερ προσήγαγες, τῷ ἐπὶ Σταυροῦ, κρεμασθέντι Χριστῷ τῷ Θεῷ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Πλεονάζεις τὸν πλοῦτον καὶ μετὰ θάνατον, τοὺς ἐμψύχους σου λόγους, ὥσπερ πολύτιμον, πᾶσι τοῖς πιστοῖς, κληροδοσίαν λιπών, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.

 

Ὡραιώθης Παμμάκαρ κάλλει τῶν λόγων σου· τοῦ Ἁγίου γὰρ ὤφθης Πνεύματος κάλαμος, γράφων εὐσεβῶς, τούτου γνῶσιν τὴν ἔνθεον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.

Θεοτοκίον

Πρὸς τὴν σὴν καταφεύγω σκέπην Πανάμωμε, καὶ προστάτιν ζωῆς μου τανῦν προβάλλομαι, σὲ τὴν ὑπὲρ νοῦν, Θεὸν Λόγον κυήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

 

ᾨδὴ θ' Ὁ ΕἱρμὸςΤΟ ΑΚΟΥΤΕ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».

 

Ἀκτὶς καθάπερ φωτὸς ἐνήστραψε, σοῦ τῇ ψυχῇ τῆς χάριτος ὁ λόγος πανόλβιε, διὰ σοῦ δὲ πᾶσα ἡ γῆ πεπλήρωται, τούτου τῆς λαμπηδόνος, ἧς οἱ μετέχοντες, τὸν τῆς σῆς σοφίας θησαυρόν, Πάτερ θαυμάζομεν.

 

Τρισὶ προσώποις μονάδα φύσεως, τοῖς πατρικοῖς ἑπόμενος θεόφρον διδάγμασι, θεοφρόνως προσκυνεῖν ἐδίδαξας, σέβειν θεολογοῦντας, ἄκτιστον ἄναρχον, πᾶσι τοῖς πιστοῖς τὸν φωτισμὸν ἀναπηγάζουσαν.

 

Εὑρὼν τῶν πόνων τῶν σῶν τὰ ἔπαθλα, ἐν οὐρανοῖς ζωῆς ἀτελευτήτου λαβόμενος, τοῖς ὑμνοῦσι πάνσοφε τὴν μνήμην σου, αἴτησαι σωτηρίαν, μάκαρ Ἰσίδωρε, θρόνῳ τοῦ Σωτῆρος μέτ' Ἀγγέλων παριστάμενος.

Θεοτοκίον

Ῥευστὴν ὁ Λόγος Θεοῦ ὁ ἄρρευστος, μορφὴν λαβὼν ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκίᾳ πατρικῇ σκηνώσας ἐν σοί, τῇ κεχαριτωμένῃ· ὅθεν Πανάχραντε, σὺν ταῖς οὐρανίαις, Στρατιαῖς, σὲ μεγαλύνομεν.

 

Ἐξαποστειλάριον τοῦ Ἁγίου

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Ἱδρῶσι τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν Θεοφόρε, τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην.

Τῆς Ἑορτῆς, ὅμοιον

Ἐκ σοῦ Θεογεννήτρια, ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, τεχθεὶς ἀφράστως ὡς οἶδεν, ἐν τῷ ναῷ νῦν ὡς βρέφος, εἰσήχθη ἐπωλένιος, ὃν Συμεὼν δεξάμενος, Θεὸς ὑπάρχεις Δέσποτα, Σωτὴρ καὶ ῥύστης ἐβόα, βροτῶν τοῦ γένους Χριστέ μου.

 

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ

Ῥύπου δίχα Χριστός, γεννᾶται ἐκ Παρθένου, ὡς ἐκ Πατρὸς ἀρρεύστως, Υἱὸς πρὸ Ἑωσφόρου, ὁ τόν, Ἀδὰμ λυτρούμενος.

 

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου,

 

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· Χριστὸς γάρ, ἐν τῷ ναῷ ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Μητρὶ προσάγεται.

 

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.

Δόξα... Καὶ νῦν ... Ὅμοιον

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

 

Ἡ λοιπή, Ἀκολουθία τοῦ Ὄρθρου ὡς σύνηθες, καὶ Ἀπόλυσις.