ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ

 

Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ δικαίων, Ἰωσὴφ τοῦ Μνήστορος, Δαυῒδ τοῦ Βασιλέως, καὶ Ἰακώβου τοῦ Ἀδελφοθέου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Μετὰ τὸν Προιμιακόν, καὶ τὴν συνήθη Στιχολογίαν. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ' τῆς Ἑορτῆς γ' καί των Ἁγίων γ'.

Στιχηρὰ Προσόμοια τῶν Ἁγίων.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Τὸν Θεοπάτορα πάντες ἀνευφημήσωμεν, Δαυῒδ τὸν Βασιλέα· ἐκ γὰρ τούτου προῆλθε, ῥάβδος ἡ παρθένος, καὶ ἐξ αὐτῆς, ἀνατέταλκεν ἄνθος Χριστός, καὶ τὸν Ἀδὰμ σύν τῇ Εὔᾳ ἐκ τῆς φθορᾶς, ἀνεπλάσατο ὡς εὔσπλαγχνος.

 

Τῶν Προφητῶν τὰς προρρήσεις εἶδεν ἐν γήρᾳ σαφῶς, ὁ Ἰωσὴφ ὁ Μνήστωρ, ἐμφανῶς πληρουμένας, μνηστείας λαχὼν ξένης, χρηματισμούς, τῶν Ἀγγέλων δεξάμενος, Δόξα Θεῷ ἐκβοώντων, ὅτι ἐν γῇ, τὴν εἰρήνην ἐδωρήσατο.

 

Τὸν Ἀδελφόθεον πάντες ἀνευφημήσωμεν, ὡς Ἱεράρχην ὄντα· μαρτυρίῳ δὲ πάλιν, ἐμπρέψαντα γενναίως· οὗ ταῖς εὐχαῖς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σπηλαίῳ καὶ φάτνῃ, σπαργανωθείς, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.

Δόξα... Ἦχος πλ. β'

Μνήμην ἐπιτελοῦμεν, Δαυῒδ καὶ Ἰακώβου, εὐσεβοῦς Βασιλέως Προφήτου, καὶ Ἀποστόλου πρώτου Ἐπισκόπου· αὐτῶν γὰρ τοῖς διδάγμασι, πλάνης ἀπαλλαγέντες, Χριστόν δοξολογοῦμεν, τὸν ἐκ Παρθένου ἀνατείλαντα, τὸν καὶ σαρκωθέντα, σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν ... Θεοτοκίον, τὸ τοῦ Ἤχου.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. β'

Ἱερέων μνήμη καὶ Βασιλέων κράτος τε, καὶ εὐφροσύνη, γέγονεν ὁ τόκος σου, καὶ ἐν αὐτῷ καυχώμενοι, λέγομεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου φιλάνθρωπε.

Καὶ νῦν ... ὁ αὐτὸς

Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον, ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

 

Ἀπολυτίκιον Ἀναστάσιμον

 

Δόξα... τῶν Ἁγίων Ἦχος β'

Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι· Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι' Ἀγγέλου χρηματισθείς. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Ἦχος δ'

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Κανὼν τοῦ Μνήστορος, οὗ ἡ Ἀκροστιχίς.

 

Χριστοῦ σε μέλπω δεξιὸν παραστάτην. Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ

«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».

 

Χριστοῦ θεράπον μακάριε, Χριστοῦ τοῦ σαρκωθέντος διάκονε, Χριστοῦ πατὴρ νομιζόμενος, τούτῳ σὺν παρρησίᾳ, παρεστηκώς, αἴτησαι εἰρήνην, καὶ δεινῶν ἀπαλλαγήν, τοῖς εὐφημοῦσί σε.

 

Ῥημάτων θείων ὑπήκοος, πραγμάτων παραδόξων διάκονος, Παρθένου Μνήστωρ θεόπαιδος, δίκαιος κατὰ πάντα καὶ ἀληθής, Ἰωσὴφ ἐδείχθης, καὶ δικαίων, ἐν σκηναῖς ἐπαναπέπαυσαι.

 

Ἰδεῖν Xριστὸν κατηξίωσαι, μορφῇ τῇ καθ' ἡμᾶς νηπιάσαντα, καὶ τούτου Πατὴρ ὠνόμασαι· μεγίστη σου ἡ δόξα, ὡς ἀληθῶς! μέγα ὑπὲρ πάντας, τὸ ἀξίωμα! διὸ ἀνευφημοῦμέν σε.

Θεοτοκίον

Σαρκὶ Χριστὸν ἀπεκύησας, ἁγνὴ ἐν Βηθλεὲμ Ἀπειρόγαμε, σπαργάνοις αὐτὸν εἱλήσασα· οὗ τὴν ἐπιδημίαν καταπλαγείς, Ἰωσὴφ σὺν φόβῳ, μεγαλύνει προσκυνεῖ τὴν τούτου δύναμιν.

 

Κανὼν τῶν Ἁγίων Δαυῒδ καὶ Iακώβου.

 

Ποίημα Κοσμᾶ Μοναχοῦ

 

ᾨδὴ α' Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ

«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».

 

ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐκ μήτρας Ἁγίας Παρθένου, τὸν ἄνθρωπον ἀφράστως ἐνδυσάμενος, ἀνέπλασας ὡς εὔσπλαγχνος.

 

Σήμερον Ποιμένες θεολογοῦσι, σὺν Ἀσωμάτοις τὸν ὕμνον, λαμπρῶς ἀναμέλποντες, καὶ Μάγοι δῶρα φέρουσι, τῷ σαρκὶ νηπιάσαντι.

 

Δόξα ἐν ὑψίστοις χοροὶ Ἀγγέλων, ἐν Βηθλεὲμ τοῖς Ποιμέσιν, ἐπέστησαν λέγοντες· μεθ' ὧν τὸν εὐδοκήσαντα, σαρκωθῆναι ὑμνήσωμεν.

 

Ὅσοι τὸ Γενέθλιον ἐκτελοῦμεν, τοῦ σαρκωθέντος δι' ἡμᾶς, χαρᾷ ἀνυμνήσωμεν, Ἰάκωβον θεάδελφον, καὶ Δαυῒδ Θεοπάτορα.

 

Δαυῒδ Θεοπάτορ σὺν τῇ κινύρᾳ, τὸν ἐκ τῆς ῥίζης Ἰεσσαί, σαρκούμενον Λόγον, Ἰάκωβον τὸν δίκαιον, ἐφελκόμενος ὕμνησον.

 

Τοῦ Μνήστορος

 

ᾨδὴ γ' ΤΟ ΑΚΟΥΤΕ

«Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Yιῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».

 

Τοῦ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀπορρήτως ἐκλάμψαντος, καὶ ἐκ Παρθένου ἐπ' ἐσχάτων, σαρκωθέντος ἀφράστως, Πατὴρ ὠνομάσθης ἔνδοξε, καὶ μυστηρίου φρικτοῦ θεωρός, Μάκαρ ἐχρημάτισας.

 

Ὂν αἱ ἄνω τάξεις, ὡς Θεὸν ἀπερίγραπτον τρέμουσι, τοῦτον τεχθέντα ἐκ Παρθένου, Ἰωσὴφ ταῖς χερσί σου, κρατεῖς καθαγιαζόμενος, τῇ ἐπαφῇ τῇ φρικώδει σοφέ· ὅθεν σε γεραίρομεν.

 

Ὕψος μυστηρίου, γενεαῖς μὴ γνωσθέντος ταῖς πρώην Σοφέ, κατεπιστεύθης τῇ καρδίᾳ, καθαρὸς δεδειγμένος· δι' οὗ ἅπαντες ἐσώθημεν, οἱ τὴν φωσφόρον καὶ θείαν πιστῶς, μνήμην σου δοξάζοντες.

Θεοτοκίον

Σάρκα εἰληφότα, ἐξ ἁγνῶν σου αἱμάτων Παρθένε Ἁγνή, καὶ ἐν σπηλαίῳ γεννηθέντα, καὶ ἐν φάτνῃ τεθέντα, ἰδὼν Ἰωσὴφ ὁ δίκαιος, τὸν καθ' ἡμᾶς ὁραθέντα Θεόν, ὕμνοις ἐμεγάλυνε.

 

Τῶν Ἁγίων

 

Τὸ στερέωμα τῶν ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ

Τὸν τεχθέντα σαρκί, ἐκ τῆς Παρθένου Μαρίας, ἀσπόρως Χριστόν, σὺν Ἀγγέλοις πάντες ὑμνήσωμεν· Δόξα ἐν ὑψίστοις κραυγάζοντες.

 

Ἀγραυλοῦντες πιστοί, τὸν ἀληθῆ οἱ Ποιμένες, Ποιμένα Χριστόν, ὑπ' Ἀγγέλων εὐηγγελίσθησαν· Δόξα ἐν ὑψίστοις κραυγάζοντες.

 

Εὐφραινέσθωσαν οἱ οὐρανοί, χορευέτω δὲ πᾶσα ἡ γῆ, τῷ τεχθέντι σήμερον ᾄδοντες· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.

 

Τὴν πανέορτον τοῦ δι' ἡμᾶς, κενωθέντος πιστοὶ ἑορτήν, σὺν Δαυΐδ τε καὶ Ἰακώβῳ, ὕμνοις ἐπαξίως τιμήσωμεν.

 

Ὡς Nυμφίον Δαυῒδ ἐκ παστοῦ, τῆς μητρῴας νηδύος φησί, νῦν τὸν Κύριον πορεύσεσθαι· ὃν σὺν Ἰακώβῳ ὑμνήσωμεν.

 

Κάθισμα Ἦχος α'

Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ

Πατρὸς ὡς ἀληθῶς, οὐρανίου θεράπων, ἐγένου Ἰωσήφ, καὶ Πατὴρ τοῦ ἀνάρχου, Υἱοῦ σὺ νενόμισαι, τοῦ σαρκὶ νηπιάσαντος· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, πιστῶς ἀνυμνοῦντές σε.

Δόξα... Καὶ νῦν ... ὅμοιον

Χορὸς τῶν Προφητῶν, ἑορτάζει ἐνθέως, τὸ θαῦμα τὸ ἐν σοί, γεγονὸς ὦ Παρθένε· Θεὸν σεσαρκωμένον γάρ, ἐπὶ γῆς ἀπεκύησας, Μάγοι πίστει δέ, σὺν Ἰωσὴφ ἐκβοῶσι, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι.

 

Τοῦ Μνήστορος

 

ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ

«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου Κύριε».

 

Ἔχων λογισμὸν ταῖς θεϊκαῖς, ὑπείκοντα προστάξεσι, καὶ καθαρὸς ὅλος γενόμενος, τὴν μόνην ἐν γυναιξί, καθαρὰν καὶ ἄμωμον, μάκαρ Ἰωσὴφ σὺ ἐμνηστεύσω, τηρῶν Παρθένον ἁγνήν, πρὸς ὑποδοχὴν τοῦ Ποιήσαντος.

 

Μόνῳ Γαβριὴλ ἐν οὐρανῷ, καὶ μόνῳ σοι ἀοίδιμε, μετὰ τὴν μόνην Ἀπειρόγαμον, τὸ μόνον ὑπερβολῇ, φοβερὸν μυστήριον, μάκαρ Ἰωσὴφ ἐνεπιστεύθη, τὸν μόνον φθοροποιόν, ἄρχοντα τοῦ σκότος τροπούμενον.

 

Ἔμψυχος ναὸς φωτοειδής, ὑπάρχων τοῦ Ποιήσαντος, ἐπιμελείᾳ θείων πράξεων, ἐκ τοῦ ἁγίου Ναοῦ, τὸν Ναὸν τὸν ἅγιον, σὺ παραλαβεῖν κατηξιώθης, τὴν μόνην ἐν γυναιξί, μάκαρ Ἰωσὴφ Ἀειπάρθενον.

Θεοτοκίον

Λύων τοῦ νοός σου προφανῶς, ἐπέστη ὁ ἀόρατος, ἀμφιβολίαν πᾶσαν, λέγων σοι· Μὴ φοβηθῇς Ἰωσήφ, Μαριὰμ τὴν Ἄχραντον, νῦν παραλαβεῖν· γαστρὶ γὰρ φέρει, τόν φέροντα τῇ αὐτοῦ, θεϊκῇ δυνάμει τὰ σύμπαντα.

 

Τῶν Ἁγίων

 

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου ΤΟ ΑΚΟΥΤΕ

Τὴν ἄφραστον, τοῦ Θεοῦ Λόγου συγκατάβασιν, νοητοῖς προθεωρήσας Ἀββακοὺμ ὀφθαλμοῖς. Ἀπὸ Θαιμὰν ἐκραύγαζεν, ἥξει ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν.

 

Τῇ φάτνῃ σου, τῇ θεοδόχῳ περιέστησαν, στρατιαὶ τῶν Ἀσωμάτων, Υἱὲ τοῦ Θεοῦ, τὸν ὑπὲρ λόγον τόκον σου, τρόμῳ καὶ ἐκπλήξει δοξάζουσαι.

 

Μετὰ τῶν Mάγων, τὸν Δεσπότην προσκυνήσωμεν, καὶ μετ' Ἀγγέλων καὶ Ποιμένων χορεύσωμεν, θεοπρεπῶς κραυγάζοντες· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.

 

Ὁ βασιλεύων, τῶν ἁπάντων Βασιλέων Χριστός, κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γεννηθείς, τὸν ἐκλεκτὸν Ἰάκωβον προσήκατο, ἀδελφὸν ὡς ηὐδοκησεν.

Θεοτοκίον

Ὁ ἐκ Παρθένου, Θεὸς Κύριος φανεὶς ἐν σαρκί, συνεδόξασε τὴν μνήμην ὑμῶν Ἅγιοι, τῶν Ἀποστολων πρόκριτε Ἰάκωβε, καὶ Δαυῒδ παμμακάριστε.

 

Τοῦ Μνήστορος

 

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ

«Θεὸς ὢν εἰρήνης, πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε».

 

Πραότητι λάμπων, σοφὲ Ἰωσήφ, ἐν τῇ γῇ τῶν πραέων ἐσκήνωσας, Χριστοῦ τοῦ πράου ῥήματι, Πατὴρ ὀνομασθείς, ὃν ἐν ταῖς σαῖς ἀγκάλαις, κρατήσας ἡγιάσθης, καὶ ἰδὼν ἐδοξάσθης, σάρκα βροτείαν περικείμενον.

 

Ὡς θείαν Nεφέλην, τὴν μόνην Ἁγνήν, ἐν τοῖς κόλποις τὸν Ἥλιον κρύπτουσαν, εἰς Αἴγυπτον μετήγαγες, ἐκ πόλεως Δαυΐδ, τὸ ταύτης λῦσαι σκότος, τῆς εἰδωλομανίας, Ἰωσὴφ μυστηρίου, ὑπὲρ κατάληψιν διάκονε.

 

Δίκαιος ὑπάρχων, δικαίαις ὁδοῖς, τοῦ δικαίου Δεσπότου πεπόρευσαι, τοῦ κρίναντος δικαίως σε, τοιούτῳ φοβερῷ, Παμμάκαρ μυστηρίῳ, πιστῶς καθυπουργῆσαι, τῆς ἀρρήτου λοχείας, δι' ἧς βροτοὶ ἐδικαιώθημεν.

Θεοτοκίον

Εὑρέθη ὡς ἔφη, Προφήτης Δαυΐδ, ἐν γαστρὶ ἡ Παρθένος χωρήσασα, τὸν φύσει ἀπερίγραπτον, Θεὸν Ἐμμανουήλ· ὅπερ μὴ ἐννοήσας, ὁ θεῖος ἐδιδάχθη, Ἰωσὴφ ὑπ' Ἀγγέλου, νυκτὶ καθεύδων ὁ ἀοίδιμος.

 

Τῶν Ἁγίων

 

Ὁ ἀνατείλας ΤΟ ΑΚΟΥΤΕ

Ὁ ἀνατείλας ἡμῖν, τοῖς ἐν σκότει τὸ φέγγος, τῆς σῆς θεοφανείας, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

 

Ὁ ἐκ Παρθένου Ἁγνῆς, εὐδοκήσας τεχθῆναι, Θεὸς σεσαρκωμένος, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

 

Ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν μνήμην φαιδρύνας, Δαυῒδ καὶ Ἰακώβου, δόξα σοι, δόξα σοι Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

 

Ὃν ὁ Προφήτης Δαυΐδ, ὑετὸν ἐπὶ πόκον, ἐκάλει θεοπνεύστως, Ἰάκωβος ἐκήρυξεν, Ἰησοῦν τὸν Yιὸν τοῦ Θεοῦ.

 

Ὁ τὴν τοῦ δούλου μορφήν, ἐνδυσάμενος Λόγε, ἐκ μήτρας παναγίας, δόξα σοι, δόξα σοι, Υἱὲ τοῦ Θεοῦ.

Θεοτοκίον

Τὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ Κτίσις, προσφέρει σοι Παρθένε, Χαῖρε Μήτηρ Ἄχραντε, Ἰησοῦ Υἱοῦ τοῦ Θεοῦ.

 

Τοῦ Μνήστορος

 

ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ

«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».

 

Ξένῳ τοκετῷ, ἐκ Κόρης θεόπαιδος, τοῖς ξένοις ἡμῖν ἐπιδημήσαντα, τὸν ἀΐδιον τοῦ Πατρὸς Θεὸν λόγον, λαβὼν Ἰωσήφ, τὴν πρὸς Αἴγυπτον παμμάκαρ ξένην κάθοδον, χαίρων, σὺν αὐτῷ πεποίησαι, καθυπείκων τοῖς θείοις προστάγμασιν.

 

Ἵστασο Θεῷ, σαρκὶ νηπιάσαντι, σοφὲ Ἰωσὴφ διακονούμενος, ὥσπερ Ἄγγελος· καὶ ἀμέσως πρός τούτου ηὐγάσθης σαφῶς, τὰς ἀκτῖνας τὰς ἀΰλους εἰσδεχόμενος, μάκαρ, καὶ φωτοειδέστατος, καὶ ψυχῇ καὶ καρδίᾳ δεικνύμενος.

 

Ὅλος ἐπαφῇ, τῇ θείᾳ πανεύφημε, καθαγιασθεὶς ψυχῇ καὶ σώματι, μεταβέβηκας, πρὸς ἀΰλους μονὰς ἁγιάζων νυνί, τοὺς τελοῦντάς σου τὴν μνήμην Δίκαιε, ὄντως, Ἰωσὴφ πανάγιε, παναγίας μνηστὴρ Θεομήτορος.

Θεοτοκίον

Νέον ἐπὶ γῆς, παιδίον ἑώρακας, Παρθένου Ἁγνῆς ἀποτικτόμενον, τὸν προτέλειον, καὶ πρὸ πάντων αἰώνων ἐκφύντα Πατρός· καὶ Ἀγγέλων ἀνυμνούντων τοῦτον ἤκουσας, ἔνδον τοῦ σπηλαίου κείμενον, Ἰωσὴφ ἐπὶ φάτνης πανεύφημε.

 

Τῶν Ἁγίων

 

Ἐβόησε, προτυπῶν ΤΟ ΑΚΟΥΤΕ

Ἐβόησαν, παραδόξως τοῦ τόκου σου Κύριε, τὸ φρικῶδες μυστήριον, οἱ χοροὶ τῶν Ἀγγέλων θεώμενοι· Ἐν ὑψίστοις δόξα τῷ Θεῷ· ἐπὶ γῆς νῦν γὰρ τίκτεται.

 

Εὐδόκησας, ἐκ Παρθένου τεχθῆναι ὡς ἄνθρωπος, ἐπ' ἐσχάτων, ἐκ Πατρὸς πρὸ αἰώνων τεχθεὶς ὡς Θεός, ἵνα τὸν φθαρέντα, ἀναπλάσῃς Ἀδὰμ ὡς φιλάνθρωπος.

 

Ἐκάθισας, ἐπὶ θρόνου ὡς ὤμοσας Κύριε, τοῦ Προφήτου σου Δαυΐδ, ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ προελθών, Ἰακώβῳ δέ, τῆς Ἐκκλησίας τὸν θρόνον παρέθου Χριστέ.

 

Ἐπέστησαν, ἐκπληττόμεναι τάξεις οὐράνιαι, ἐν σπηλαίῳ, καὶ τὸν τόκον τὸν ἄχραντον ὕμνησαν, ἀσιγήτως· Δόξα, ἐν ὑψίστοις Θεῷ ἀναμέλπουσαι.

 

Βασιλεὺς μέν, ὁ Δαυῒδ καὶ Προφήτης θεσπέσιος, καὶ Προπάτωρ, ἀνεδείχθη τῆς θείας σαρκώσεως, Πρωτεπίσκοπος δέ, μαθητὴς ὁ Ἰάκωβος δείκνυται.

Θεοτοκίον

Δεόμεθα, ὑπὲρ τῶν οἰκετῶν σου ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα δυσώπησον, ὅτι σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.

 

Κοντάκιον Ἦχος γ'

Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ

Εὐφροσύνης σήμερον, Δαυῒδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει· στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντᾳ, ἀνυμνοῦσι καὶ βοῶσιν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

Ὁ Οἶκος

Ἀπορρήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σῴζει ἀτρέπτως τὰς ἄμφω οὐσίας, ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

 

Κυριακὴ Μετὰ τὴν Χριστοῦ Γέννησιν

Μνήμη τῶν Ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυῒδ τοῦ Προφήτου καὶ Βασιλέως.

Στίχοι

Τιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου,

Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.

Σὺ τέκτονος παῖς, ἀλλ' ἀδελφὸς Κυρίου,

Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ Μάκαρ.

Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,

Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν.

 

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

Τοῦ Μνήστορος

 

ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ

«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς, προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».

 

Προρρήσεων τὸ πέρας τῶν ἐνθέων Προφητῶν, ἑώρακας· ὃν γὰρ ἐκήρυξαν Χριστόν, ἐλευσόμενον ἐκ Κόρης ἁγνῆς, ἐψηλάφησας, καὶ βρέφος κατενόησας, ὡς καθαρὸς τήν ψυχήν, Χριστοῦ θεράπων.

 

Ἀμέμπτῳ πολιτείᾳ, Ἰωσὴφ κεκοσμημένος ἔνδοξε, φύλαξ ἀμέμπτου ἀληθῶς, παρθενίας ἐχρημάτισας, καὶ Πατὴρ τοῦ τικτομένου Παιδὸς κέκλησαι, μεγαλυνθεὶς τῇ σεπτῇ προσηγορίᾳ.

 

Ῥήματι ὁ τεκταίνων οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, κέκληται τέκτονος Υἱός, σοῦ Παμμάκαρ ἀξιάγαστε, τοῦ ἀνάρχου σε, πατρὸς ὄντως δοξάσαντος, ὡς ἱερόν ὑπουργὸν τῶν ὑπὲρ λόγον.

 

Ἁγίως σου τὸν βίον, διανύσας Ἰωσὴφ πανάριστε, ἐν ταῖς λαμπρότησι νυνὶ τῶν Ἁγίων κατεσκήνωσας, ἁγιάζων τοὺς πιστῶς τὴν παναγίαν σου, ἐκτελοῦντας ἀεὶ καὶ θείαν μνήμην.

Θεοτοκίον

Συμβόλοις ἱεροῖς σε, τυπουμένην Ἰωσὴφ ὁ δίκαιος, θεοχαρίτωτε ἁγνή, ἐγνωκώς ῥάβδῳ κληροῦταί σου, τὴν μνηστείαν τὴν σεπτήν, ἐπιμνησθεὶς Ἀαρών, τῆς βλαστησάσης ποτὲ ἁγίας Ῥάβδου.

 

Τῶν Ἁγίων

 

Ἀβραμιαῖοι ποτέ. ΤΟ ΑΚΟΥΤΕ

Ἐν Βηθλεὲμ Ποιμένες, τὸν τῆς Παρθένου τόκον, δοξολογοῦντες κατεμήνυον, Σωτῆρα καὶ Κύριον, τὸν ἐπὶ γῆς ὀφθέντα, ἀνθρώπων σῶσαι γένος.

 

Τὸν ὑπὲρ λόγον τόκον, τῆς Θεοτόκου Μαρίας, χοροὶ Ἀγγέλων ἐκπληττόμενοι· Ἐν τοῖς ὑψίστοις ἐκραύγαζον, τῷ Θεῷ ἡμῶν δόξα, καὶ ἐπὶ γῆς εἰρήνη.

 

Τῶν Χερουβὶμ ἐδείχθης, ὑψηλοτέρα Παρθένε, ἐν ταῖς ἀγκάλαις σου βαστάσασα, τὸν τούτοις ὀχούμενον· ὃν δυσωποῦσα σῶσαι, ἡμᾶς ἀεὶ μὴ παύσῃ.

 

Νυμφαγωγὸς μὲν Δαυΐδ, θαλαμηπόλος δὲ θεῖος, τῆς Ἐκκλησίας ὁ Ἰάκωβος, γενόμενοι ἔλεγον· ὁ σαρκωθεὶς δι' ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.

 

Ὁ ἐν Προφήταις Ἄναξ, καὶ ἐν Βασιλεῦσι Προφήτης, σὺν Ἰακώβῳ τῷ θεόφρονι, ἡμῖν ἐμελῴδησαν· Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.

Θεοτοκίον

Ἐν τῇ ἀφλέκτῳ βάτῳ, καὶ δροσοβόλῳ καμίνῳ σὺ προγραφεῖσα Μήτηρ Ἄχραντε, ἀσπόρως ἐκύησας, σεσαρκωμένον Θεόν, Ἁγνὴ εὐλογημένη.

 

Τοῦ Μνήστορος

 

ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ

«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».

 

Τίμιος ὡς ἀληθῶς ὁ θάνατός σου, κατενώπιον ὤφθη Κυρίου, Ἰωσὴφ πανόλβιε· σὺ γὰρ ὅλως ὁσιωθείς, ἀπὸ βρέφους ἱερὸς φύλαξ γεγένησαι, τῆς εὐλογημένης, μεθ' ἧς ἔμελπες· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἅπαντες χοροὶ τῶν Ἀσωμάτων ὄνπερ τρέμουσι Θεὸν καὶ Κτίστην Ἰωσὴφ ὁ δίκαιος, παρρησίᾳ πανευλαβῶς, περιπτύσσεται ὡς βρέφος καὶ ἀσπάζεται, καὶ φῶς νοητόν βοῶν κομίζεται· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

 

Τέτρωσαι τῷ γλυκυτάτῳ Μάκαρ πόθῳ, καὶ ὡς Ἄγγελος τῷ σαρκωθέντι, παρεστὼς προστάξεσι, καθυπείκεις ταῖς θεϊκαῖς, δι' Ἀγγέλου ἐξ Αἰγύπτου μηνυόμενος, πρός γῆν Ἰσραὴλ ἐπανελεύσεσθαι, μέτ' αὐτοῦ τοῦ Παιδίου καὶ τῆς Μητρὸς αὐτοῦ, οἷς συνεπανῆλθες, τὸν Κύριον δοξάζων.

Θεοτοκίον

Νόμου τὰς σκιὰς εἶδες λυθείσας, τῇ τῆς χάριτος φωτοχυσίᾳ, φωτεινὴν νεφέλην τε τὴν Παρθένον τὸν νοητόν, ἀνατέλλουσαν σαρκί, Ἥλιον ἔβλεψας, καὶ ὥσπερ ἀστήρ πάντας ἐφώτισας, τοὺς βοῶντας σοφὲ Ἰωσὴφ ἑκάστοτε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

 

Τῶν Ἁγίων

 

Τὸν βασιλέα Χριστὸν ΤΟ ΑΚΟΥΤΕ

Τὸν Βασιλέα Χριστόν, ὃν κατεμήνυσαν ἐν Βηθλεὲμ οἱ Ποιμένες, καὶ ἀστὴρ ἐφανέρωσεν, ἐν δούλου μορφῇ· πάντα τὰ ἔργα ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

 

Τὸν γεννηθέντα Χριστόν, ὃν προσεκύτησαν μετὰ δώρων οἱ Μάγοι, καὶ ἐθεολόγησαν τῶν Ἀγγέλων αἱ στρατιαί· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τὸν σαρκωθέντα Χριστόν, ὃν ἐδοξολόγησαν οὐρανῶν αἱ Δυνάμεις, καὶ τὰ Πολυόμματα ἀπαύστως ἀνυμνεῖ· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

 

Τὸν σαρκωθέντα Χριστόν, ὃν προεφήτευσε Δαυῒδ ὁ Θεοπάτωρ, καὶ τοῖς λαοῖς ἐκήρυξεν Ἰάκωβος· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν, ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος Ἁγνή· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Μνήστορος

 

ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ

«Mυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ σπήλαιον, θρόνον χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθῃ ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».

 

Ἰσότιμος πάντων, Ἀγγέλων γεγένησαι, Προφητῶν Μαρτύρων τε, Mάκαρ καὶ τῶν σοφῶν, Ἀποστόλων συνόμιλος ὄντως· διὸ σὺν αὐτοῖς σε μακαρίζοντες, σοφὲ Ἰωσήφ, τήν ἱεράν σου μνήμην σέβομεν.

 

Ὡς ἐκ γένους, βασιλικοῦ καταγόμενος, τὴν Ἁγνὴν Βασίλισσαν, μέλλουσαν Ἰησοῦν Βασιλέα, τίκτειν ἀπορρήτως, σοφὲ ἐμνηστεύσω, ὑπὲρ ἅπαντας ἐν γῇ προκριθείς, τοὺς γηγενεῖς μακαριώτατε.

 

Σθενούμενος, τῇ δυναστείᾳ τοῦ Πνεύματος, ἀρεταῖς κεκόσμησαι μάκαρ, ἐν βαθυτάτῳ τε γήρᾳ, πρὸς τοὺς σοὺς μετέβης λαμπρῶς Ἰωσὴφ πατέρας, μέγιστος πατὴρ νομισθείς, τοῦ ἐκ Θεοῦ Πατρὸς ἐκλάμψαντος.

 

Ἡ μνήμη σου, πρὸς εὐφροσύνην τὰ πέρατα, συγκαλεῖ καὶ αἴνεσιν, Λόγου τοῦ σὲ δοξάσαντος Μάκαρ, ᾧ σὺν παρρησίᾳ ἀεὶ παρεστώς, ἀπαύστως πρέσβευε, ἡμᾶς λυτρωθῆναι, πειρασμῶν τοὺς εὐφημοῦντάς σε.

Θεοτοκίον

Φυλάττουσαν, τὴν παρθενίαν ἀκήρατον, τὴν Ἁγνὴν ἐφύλαξας, Λόγος ἐξ ἧς Θεὸς ἐσαρκώθη, φυλάξας Παρθένον αὐτήν, μετὰ γέννησιν ἀπόρρητον, μεθ' ἧς θεοφορε, Ἰωσὴφ ἡμῶν μνημόνευε.

 

Τῶν Ἁγίων

 

Μωϋσῆς ἐν τῷ ὄρει ΤΟ ΑΚΟΥΤΕ

Τὸν ἀρρήτως πρὸ αἰώνων, φύντα Λόγον, καὶ Υἱὸν ἐκ Πατρός, τὸν αὐτὸν ἐπ' ἐσχάτων σαρκί, σήμερον Παρθένος ἐκύησεν, ὃν ὑμνοῦσι Ποιμένες, Ἀγγέλων βοώντων· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.

 

Τὸν Ἀστέρα οἱ Μάγοι ἰδόντες, τρόπῳ ξένῳ, τούτῳ παρείποντο, τὸν τεχθέντα ἐπιζητοῦντες, ὃν εὑρόντες δώροις ἐτίμησαν, χρυσῷ καὶ λιβάνῳ, καὶ σμύρνῃ βοῶντες· Δόξα ἐν ὑψίστοις τῷ τεχθέντι Θεῷ.

 

Βηθλεὲμ νῦν εὐφραίνου, Πόλις γενομένη τοῦ Νέου Δαυΐδ, καὶ Σιὼν ἐπαγάλλου, τῶν Ἐκκλησιῶν ἡ ἀκρόπολις, κοινὴν εὐωχίαν τοῦ Παμβασιλέως, καὶ τῶν αὐτοῦ θεραπόντων νῦν δεξάμεναι.

 

Τῷ τεχθέντι ἐκ Παρθένου Θεῷ, πᾶσα ἡ Κτίσις τρόμῳ ὑπούργησεν· οὐρανοὶ μὲν τὸν Ἀστέρα, ἡ γῆ τὴν φάτνην, ὄρος τὸ σπήλαιον, οἱ Μάγοι τὰ δῶρα, Ποιμένες τὸ θαῦμα, Ἄγγελοι τὸν ὕμνον αὐτῷ προσφέροντες.

 

Βασιλεὺς ἐκ ποιμένων, πάλαι μὲν Δαυῒδ ἐχρημάτισεν· ἐκ φυλῆς δὲ Ἰούδα, σὺ τῆς Βασιλίδος Ἰάκωβε, Ποιμὴν ἀνεδείχθης, τῆς τοῦ σαρκωθέντος ποίμνης, Ἀμνοῦ τοῦ ὑψίστου καὶ Υἱοῦ τοῦ Θεοῦ.

Θεοτοκίον

Τῶν Ἀγγέλων οἱ δῆμοι, σὲ Θεοκυῆτορ δοξάζουσι, καὶ ἀνθρώπων τὸ γένος, σὲ ἀκαταπαύστως ἐν ὕμνοις τιμᾷ· σὺ γὰρ τῷ θείῳ τόκῳ, βροτοὺς οὐρανίοις ἥνωσας·ὅθεν σε γεραίρομεν.

 

Ἐξαποστειλάριον Ἀναστάσιμον

καὶ τῶν Ἁγίων

Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ

Σὺν Ἰακώβῳ μέλψωμεν, τῷ κλεινῷ θεαδέλφῳ, Δαυῒδ τὸν Θεοπάτορα, Ἰωσήφ τε τὸν θεῖον, τῆς Θεοτόκου Μνήστορα· τοῦ Χριστοῦ γὰρ τῇ θείᾳ γεννήσει καθυπούργησαν, Βηθλεὲμ ἐν τῇ πόλει, θεοπρεπῶς, μετ' Ἀγγέλων Μάγων τε καὶ ποιμένων, αὐτῷ τὸν ὕμνον ᾄδοντες, ὡς Θεῷ καὶ Δεσπότῃ.

Καὶ τῆς Ἑορτῆς Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

 

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα δ'.

Εἶτα τῆς Ἑορτῆς Ἦχος δ'

Εὐφραίνεσθε δίκαιοι, οὐρανοὶ ἀγαλλιάσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος· Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα, ποιμένες τὸν τεχθέντα δοξάζουσι, Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν, Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε δόξα σοι.

 

Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε δόξα σοι.

 

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

 

Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.

 

Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

 

Ὁ πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα. Ἀστὴρ μηνύει, Μάγοι προσκυνοῦσι, Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.

Δόξα... Ἦχος πλ. δ' Ἀνατολίου

Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα Καπνοῦ, τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ, αἷμα τὴν Σάρκωσιν· πῦρ τὴν Θεότητα· ἀτμίδα δὲ καπνοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ, καὶ κόσμον εὐωδιάσαν. Μέγα τὸ μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, Κύριε δόξα σοι.

 

Καὶ νῦν ... Ὑπερευλογημένη...

 

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις

 

Εἰς τὴν Λειτουργίαν, ὡς διατέτακται