Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς
ἡμῶν Μαρτίνου, Πάπα Ῥώμης, καὶ τῶν
σὺν αὐτῷ Ἐπισκόπων.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν
ΤΟ ΑΚΟΥΤΕ
Τὶ
σε νῦν Μαρτῖνε προσφθέγξωμαι; Ὀρθοδόξων διδαχῶν,
καθηγητὴν πανευκλεῆ, κορυφαῖον ἱερόν, δογμάτων
θείων ἀψευδῶς, τοῦ ψεύδους, ἀληθέστατον
κατήγορον, τοῦ λόγου, γενναιότατον συνήγορον, ἱερουργὸν
ἱερώτατον, θαυματουργὸν τιμιώτατον, ἱκέτευε,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ
σε νῦν Μαρτῖνε καλέσωμεν, ποταμὸν πνευματικῶν, ναμάτων
ἔμπλεων ἀεί, καταρδεύοντα ψυχάς, πρὸς εὐκαρπίαν
νοητήν, λυχνίαν, εὐσεβείας φῶς ἐκλάμπουσαν,
σταλάζον, ὄρος θείαν ἀγαλλίασιν· θείων
λογίων ἐκφάντορα, πάσης αἱρέσεως ἔλεγχον,
ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ
σε νῦν Μαρτῖνε προσείπωμεν, τῆς σκηνῆς τῆς ἀληθοῦς,
ἱερουργὸν πανευσεβῆ, μεσιτεύοντα Θεῷ, καὶ πλάσματι
θεοπρεπῶς, κρατῆρα, πόμα θεῖον ἀναβλύζοντα·
φωστῆρα, ζωῆς λόγον ὡς ἐπέχοντα, Δύσεως
μὲν ἐξορμώμενον, Ἀνατολῇ δὲ φαινόμενον,
ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὶ
τῶν σῶν καλῶν θαυμαστότερον, θεραπεύεις πάντας
Κόρη, καὶ λυτροῦσαι τῶν παθῶν· ἀπελαύνεις
πολεμίων, τὰς ἀθέσμους προσβολάς, κινδύνων,
ἀπαλλάττεις τούς τιμῶντάς σε, καὶ θλίψεις
καταπαύεις Θεονύμφευτε. Χαρᾶς Παρθένε τῆς κρείττονος,
πρόξενος γίνου τοῖς δούλοις σου, πρεσβεύουσα, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Τὶ
τὸ φοβερὸν τοῦτο θέαμα; ἡ Παρθένος ἀνεβόα,
τῷ Κυρίῳ μητρικῶς, αἱ ὠδῖνες ἃς
οὐκ ἔγνων, ἐν τῷ τίκτειν σε Υἱέ, δριμεῖαι,
καθικνοῦνται τῇ καρδίᾳ μου, οὐ φέρω, τῷ
Σταυρῷ σε προσηλούμενον, ὁρᾶν ὦ φῶς τῶν
ὀμμάτων μου. Σπεῦσον λοιπὸν ἐξανάστηθι, καὶ
δόξασον, τὴν φρικτὴν οἰκονομίαν σου.
Ἀπολυτίκιον
Ἦχος δ'
Ὁ
Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ
μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ
ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν,
ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ
κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες, ὡς σύνηθες, καὶ
τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Πόνους ἐπαινεῖν
Μαρτίνου κλέος μέγα.
Ποίημα Ἰωσήφ.
ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἡ
κεκομμένη, τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος
γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν
τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ,
ᾠδὴ δὲ ἀνεμέλπετο, τῷ Κυρίῳ ᾄσωμεν·
ἐνδόξως γὰρ δεδόξασται».
Πόνους
μυρίους, Μαρτῖνε ὑπέμεινας, ὑπὲρ Χριστοῦ
τοῦ Θεοῦ, καὶ νῦν ἐξεδήμησας, πρὸς ἄπονον
ζωήν, καλῶς ἀγωνισάμενος· διό μου τῆς ψυχῆς
τὰς χαλεπάς, ὀδύνας ἐπικούφισον, ὅπως
ἀνυμνήσω σε, εὐχαῖς σου φωτιζόμενος.
Οὐσίας
δύο, καὶ δύο θελήματα, καὶ ἐνεργείας διπλᾶς,
φέροντα Μακάριε, τὸν ἕνα τῆς σεπτῆς, Τριάδος
ἐδογμάτισας, Χριστὸν τὸν ὑπερούσιον Θεόν,
καί τους μὴ οὕτω σέβοντας, πάντας ἀπεκήρυξας,
Μαρτῖνε ἱερώτατε.
Νενοσηκότας,
ἀλόγως τοὺς ἄφρονας, καὶ ἐπὶ μόνου
Χριστοῦ, ἓν φρονοῦντας θέλημα, φρονήσει ἀληθεῖ,
καὶ πίστει σεμνυνόμενος, διήλεγξας Μαρτῖνε προφανῶς,
καὶ χαίρων ἀνεκραύγαζες· τῷ Κυρίῳ
ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Ὁ
κατὰ φύσιν, τὴν θείαν ἀόρατος, ὡράθη
βρέφος ἐκ σοῦ, ἄνθρωπος γενόμενος, διπλᾶς ὡς
ἀληθῶς, θελήσεις ἐνεργείας τε, προφαίνων ὑποστάσει
ἐν μιᾷ· ᾧ πρέσβευε Πανάμωμε, πάντας ἡμᾶς
σῴζεσθαι τοὺς πόθῳ σε γεραίροντας.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
φόβον σου Κύριε ἐμφύτευσον, ταῖς καρδίαις τῶν
δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς
σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένοις».
Ὑπάρχων
ἀνάπλεως πανόλβιε, θείου ζήλου συνήθροισας,
ἱερὰν Μαρτῖνε σύνοδον, καὶ τὸ τῆς Ἐκκλησίας
ἐκύρωσας δόγμα.
Συνόδου
ἐν μέσῳ ἀπεκήρυξας, Πύρρον, Σέργιον, Ὅσιε,
τὸν Θεόδωρον καὶ Κῦρόν τε, καὶ τοὺς σὺν
ἐκείνοις ὁμοίως ληρωδοῦντας.
Ἐκ
Ῥώμης βιαίως ἐλαυνόμενος, περιήρχου ὡς
ἥλιος, τὰς ἀκτῖνας πέμπων Ὅσιε, τὰς τῆς
ὀρθοδοξίας, καὶ φωτίζων πάντας.
Θεοτοκίον
Πατρὸς
τὸν ὁμότιμον καὶ σύνθρονον, ὑπὲρ λόγον
ἐγέννησας, ἐνεργείας δύο φέροντα, καὶ
δύο τὰς θελήσεις, Παναγία Κόρη.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ
Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Τῷ
Θεῷ ἀπὸ βρέφους ἀνατεθείς, ἀρεταῖς
αὐξηθείς τε πνευματικῶς, ἠξίωσαι διάδοχος, Ἀποστόλων
γενήσεσθαι, ὀρθοδοξίᾳ ποιμάνας, Κυρίου τὸ
ποίμνιον, αἱρετικῶν δὲ φάλαγγας ἐλαύνων
πανεύφημε· ὅθεν ἐπὶ τέλει, Μαρτυρίου τῷ
στέφει, ἐστέφθης ἀοίδιμε, ἀθλητὴς ὡς
ἀήττητος, ὦ Μαρτῖνε θεόπνευστε· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν
μνήμην σου.
Θεοτοκίον
Λογισμοῖς
ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην
ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας
Πανάχραντε. Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον
ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον
πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον
πλοῦτον, καὶ δὸς μοι μετάνοιαν, καὶ πταισμάτων
συγχώρησιν, ἵνα πάντοτε κράζω σοι· Πρέσβευε τῷ
σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ
δοῦλός σου, Ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Τὸν
Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς
θεωροῦσα ἐπὶ Σταυροῦ, ἀδίκως ὑψούμενον,
θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι φίλτατον τέκνον!
Υἱέ μου γλυκύτατε, πῶς ὑποίσω Λόγε, φρικτὸν
βλέπειν θέαμα; κόπτομαι τὰ σπλάγχνα, τὴν καρδίαν
τιτρώσκομαι, καὶ οὐ δύναμαι φέρειν, σφαγήν σου
τὴν ἄδικον. Ἀλλ' ὁ φύσει μακρόθυμος, σπεῦσον
ἐξανάστηθι ταχύ, καὶ τὴν σὴν ἐκπλήρωσον
ὑπόσχεσιν, ὅπως δοξάσῃς Υἱέ μου, κἀμὲ
τὴν τεκοῦσάν σε.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἐπέβης
ἐφ' ἵππους, τούς, Ἀποστόλους σου Κύριε, καὶ
ἐδέξω χερσί σου ἡνίας αὐτῶν, καὶ
σωτηρία γέγονεν ἡ ἱππασία σου, τοῖς πιστῶς
μελῳδοῦσι, δόξα τῇ δυνάμει σου Κύριε».
Ἀδίκως
τοῦ θρόνου, σοφὲ τοῦ σοῦ ἐλαυνόμενος,
ὑπ ἀνθρώπων ἀδίκων ὁ δίκαιος, κακωθῆναι
προῄρησο, ὅπως τὸ δίκαιον δόγμα τῆς, Ἐκκλησίας,
Πάτερ διασώσῃς ἀλώβητον.
Ἱστάμενος
μέσον, παρανομούντων ὁ ἔννομος, ἀθλητὴς Ἱεράρχα
θεόληπτε, καὶ ὑπ αὐτῶν θλιβόμενος καὶ
ἐμπαιζόμενος, καὶ συρόμενος μάτην, ἔμεινας τὸν
νοῦν ἀπαράτρεπτος.
Νηπίων
ἡγήσω, Πάτερ Μαρτῖνε τοξεύματα, παροινίας τῶν
μάτην θλιβόντων σε, καὶ καρτερῶς ἐνήθλησας,
περιδονούμενος, καὶ δεσμούμενος μάκαρ, καὶ ταῖς
φυλακαῖς συγκλειόμενος.
Θεοτοκίον
Ἐν
δύο οὐσίαις, θεανδρικῶς γνωριζόμενον, τῆς Τριάδος
τὸν ἕνα ἐκύησας, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον,
θελήσεις φέροντα, καταλλήλως ταῖς τούτου, φύσεσι
Παρθένε πανάμωμε.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Τὸν
ἐκ νυκτὸς ἀγνωσίας, ἐπὶ τὴν ψυχάλωτον
ὁδὸν ἀεὶ πλανώμενον, τῷ φωτὶ τῷ
τῆς γνώσεώς σου Κύριε, ποδηγῶν με ἐν τῇ
τρίβῳ, τῶν ἐντολῶν σου καθοδήγησον».
Ἱερωτάτῳ
σου λόγῳ, Πάτερ, τὸ πανίερον σαφῶς δόγμα
ἐκράτυνας, καὶ τὸ στῖφος τῶν αἱρέσεων
ἔτρεψας, ὑπομένων ἐξορίας, καὶ φυλακὰς
καὶ θλίψεις ἔνδοξε.
Νυσταγμὸν
τοῖς σοῖς βλεφάροις, Ὅσιε οὐκ ἔδωκας, ἕως
σκήνωμα γέγονας τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνεμόχλευσας,
τῆς αἱρέσεως τὴν πλάνην, μαρτυρικῶς ἀγωνισάμενος.
Μανιωδῶς
σε ὡς θῆρες, ἔσυραν ἁλύσεσι Σοφέ, ἐχθροὶ
δεσμήσαντες, ἐν τῷ μέσῳ παικτικῶς τῆς
πόλεως, λοιδοροῦντες βλασφημοῦντες, καὶ ἀναιδῶς
σοι ἐπεμβαίνοντες.
Θεοτοκίον
Ἀπειρογάμως
Παρθένε, ἡ τὸν ἀπερίγραπτον Θεὸν σαρκὶ
κυήσασα, τῆς σαρκός μου τὰ πάθη θανάτωσον, ζώωσον
δὲ τὴν ψυχήν μου, νενεκρωμένην πλημμελήμασιν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ἄβυσσος
ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει,
καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως·
ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον,
ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι».
Ῥήγνυται
ὁ πονηρός, θεοφόρε πρὸ ποδῶν ἱερῶν σου,
καὶ πονηρῶν ἀνθρώπων, τὰ ἀπύλωτα στόματα,
ἀποφράττονται τῷ σῷ, λόγῳ καὶ δείκνυται
διαλάμπον, δόγμα τὸ θεῖον ὑπὲρ ἥλιον.
Τείνουσί
σε ἀφειδῶς, καὶ σχοινίοις συνδεσμοῦσιν οἱ πλάνοι,
πλάνην δεσμοῦντα πᾶσαν, καὶ αἱρέσεων σύνδεσμον,
διαρρήσσοντα δεσμοῖς, θείων δογμάτων σου, Ἱεράρχα,
Πάτερ Μαρτῖνε ἱερώτατε.
Ἵστασο
δικαστικῶν, πρὸ βημάτων κατακρίνων τὴν πλάνην,
τῶν κηρυττόντων μίαν τοῦ Χριστοῦ Πάτερ θέλησιν,
καὶ Μαρτύρων προφανῶς, καλλωπιζόμενος τῷ στεφάνῳ,
τούτων τῆς δόξης κατηξίωσαι.
Θεοτοκίον
Νόμοι
φύσεως ἐν σοί, καταλύονται· ἀρρήτως γὰρ
τίκτεις, τὸν πλαστουργὸν τῶν ὅλων, Θεοτόκε πανύμνητε,
ὡς Θεόν τε καὶ βροτόν, δύο θελήσεις δὲ
κεκτημένον, καὶ ἐνεργείας Μητροπάρθενε.
Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.
Συναξάριον
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτίνου
Πάπα Ῥώμης, τοῦ Ὁμολογητοῦ, καὶ τῶν
σὺν αὐτῷ Ἐπισκόπων.
Στίχοι
Ὁ
σὴν γεγηθὼς σάρκα Σῶτερ ἐσθίων,
Ἀπεκδύσει
γέγηθε σαρκὸς Μαρτῖνος.
Ἀμφὶ
τρίτῃ δεκάτῃ θάνε Μαρτῖνος περίπυστος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Κυντιλλιανοῦ καὶ
Δάδα.
Στίχοι
Τίνες
κεφαλῶν οἶδε κείμενοι δίχα;
Κυντιλλιανός,
Μάξιμός τε καὶ Δάδας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Πέρσου.
Στίχοι
Ἐλευθέριος
οὐκ ἐδουλώθη πλάνῃ.
Ἐλεύθερος
δὲ πρὸς ξίφους ἔστη στόμα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου.
Στίχοι
Θεοῖς
προσοίσειν μηδαμῶς πεισθεὶς δόσιν,
Ἤχθη
Θεοδόσιος τὴν ἐπὶ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη
τοῦ Ἁγίου Μάρτυρος Ζωΐλου.
Στίχοι
Τόξου
βέλει, Ζώϊλε, πληγεὶς ἐν ξύλῳ,
Πλήττεις
τὸν εἰσάξαντα τὴν φθορὰν ξύλῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Οἱ
ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν
Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν
φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ
τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».
Οἱ
διπλῆς ἐνεργείας, καὶ θελήσεως Πάτερ Χριστὸν
στερήσαντες, ἐστέρησάν σε θρόνου, ἐκδόντες
ἐξορίαις, μακροτάταις κραυγάζοντα· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ὑπελθὼν
τὰς χρονίους, φυλακάς, οἷα φύλαξ ἀμώμου
Πίστεως, αἱρέσεων τὸ σκότος, ἐμείωσας
καὶ μέλπειν, τοὺς πιστοὺς κατεφώτισας· ὁ
τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Κρύει
καὶ παγετῷ σε, προσπαλαίοντα Πάτερ, καὶ ἀσθενείαις
μακραῖς, ὑπέθαλπεν ἡ χάρις, ῥωννύουσα
Μαρτῖνε, μελῳδοῦντα τῷ Πνεύματι, ὁ τῶν
Πατέρων ἡμῶν· Θεός εὐλογητὸς εἶ.
Λέων
Πάτερ καθάπερ, πεποιθὼς πρὸς ἀνόμους τομῶς
ἐχώρησας, Θεόδωρον καὶ Κῦρον, καὶ Σέργιον
καὶ Πύρρον, καὶ τοὺς τούτων ὁμόφρονας,
τῆς τοῦ Χριστοῦ ἀφιστῶν, ἁγίας Ἐκκλησίας.
Τριαδικὸν
Ἑνιζομένη
φύσει, διαιρεῖται προσώποις ἡ Παναγία Τριάς,
Πατὴρ ὁ Παντοκράτωρ, Υἱὸς ὁ συνυπάρχων,
καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· Ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς Εὐλογητός εἶ.
Θεοτοκίον
Ὁ
θελήσεσι δύο, καὶ δυσὶν ἐνεργείαις ἐκ
σοῦ Πανάμωμε, τεχθεὶς ἀνερμηνεύτως, τοὺς οὕτω
συμφρονοῦντας, διασῴζει κραυγάζοντας· ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητός εἶ.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Οἱ
θεορρήμονες Παῖδες ἐν καμίνῳ, σὺν τῷ πυρὶ
καὶ τὴν πλάνην, καταπατοῦντες ἐκραύγαζον·
Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Στενοχωρούμενος
Πάτερ ἀσθενείαις, καὶ χαλεπαῖς ἐξορίαις,
καὶ πολυτρόποις κολάσεσι, Μαρτυρίου στεφάνους, ὡς
Μάρτυς ἀπείληφας.
Μακαρισμοῦ
ἠξιώθης θεολέκτου, δεδιωγμένος Μαρτῖνε, δικαιοσύνης
ἐχόμενος, ἐκδιώξας ἐκ μέσου τὴν ἄδικον
αἵρεσιν.
Ἐπικοσμήσας
τὸν Πέτρου θεῖον θρόνον, καὶ τῇ αὐτοῦ
θείᾳ πέτρᾳ, τὴν Ἐκκλησίαν ἀσάλευτον,
συντηρήσας Μαρτῖνε, σὺν τούτῳ δεδόξασαι.
Τριαδικὸν
Γλώσσῃ
πυρίνῃ τῶν θείων Ἀσωμάτων, ἀναλαβόντες
τὸν ὕμνον Ἅγιος, Ἅγιος,
Ἅγιος, τῇ Τριάδι συμφώνως, πιστοὶ ἐκβοήσωμεν.
Θεοτοκίον
Ἁγιωτέρα
τῶν ἄνω στρατευμάτων, καὶ Χερουβὶμ ὑπερτέρα,
Μῆτερ Θεοῦ χρηματίζουσα, τῶν παθῶν τῆς σαρκὸς
με, ὑπέρτερον ποίησον.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
ΤΟ ΑΚΟΥΤΕ
«Ὅρους
παρῆλθες τῆς φύσεως, τὸν Δημιουργὸν συλλαβοῦσα
καὶ Κύριον, καὶ πύλη σωτηρίας τῷ κόσμῳ
γέγονας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν».
Ἱερουργὸς
ἱερώτατος, ὁμολογητής τε καὶ μάρτυς γενόμενος,
Πατριαρχῶν χορείαις Μαρτῖνε μέγιοτε, ἀξίως συναγάλλῃ·
ὅθεν σε πίστει μακαρίζομεν.
Ὡς
φωταυγὴς Μάκαρ ἥλιος, ἀνατεταλκὼς πρὸς ἑῴαν
ἐκ δύσεως, ἅπασαν ἀκτῖσι τὴν γῆν ἐφώτισας,
καὶ ἤλασας τὸ σκότος, αἱρετιζόντων τὸ
βαθύτατον.
Στῶμεν
ἐν οἴκῳ Θεοῦ ἡμῶν, ἐπανακηρύττοντες
ἄθλους καὶ παλαίσματα, καὶ τὰς ὁμολογίας
τοῦ οὐρανόφρονος, Πατρὸς ἡμῶν Μαρτίνου,
καὶ τοῦτον πόθῳ μακαρίσωμεν.
Ἤστραψε
μάκαρ ἡ μνήμη σου, ἡμεροφαὴς ὡς ἀστὴρ
ἐν τοῖς πέρασι, καὶ πάντας καταυγάζει τοὺς
εὐφημοῦντάς σε, ἐν ὕμνοις ἐπαξίοις, Πάτερ
Μαρτῖνε θεοδόξαστε.
Θεοτοκίον
Φωναῖς
Πατέρων πειθόμενοι, δύο ἐν οὐσίαις ἁγνὴ
καὶ θελήσεσι, τὸν ἕνα τῆς Τριάδος ἐκ σοῦ
τικτόμενον, πιστῶς ὁμολογοῦμεν, καὶ σὲ Παρθένε
μεγαλύνομεν.
Τὸ Φωταγωγικόν, Καὶ
ἡ λοιπὴ Ἀκολουθία, ἡ Α' Ὥρα καὶ Ἀπόλυσις.