Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΦΕΒΡΟΥΑΡΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Πορφυρίου, Ἐπισκόπου Γάζης.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α' Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ

Τοῖς τῶν δακρύων σου ῥείθροις, Μάκαρ Πορφύριε, τὸν τῆς ψυχῆς καθάρας, ῥύπον ἔσβεσας φλόγα, παθῶν τῆς ἁμαρτίας, καὶ τὴν στολήν, ἐν πορφύρᾳ χρωννύμενος, ἐν οὐρανίοις πολεύῃ διὰ παντός, εἰς αἰῶνας ἀγαλλόμενος.

 

Ὀρθοδοξίας ἐμπρέπων, θείοις ὑψώμασιν, Ἀρχιερέων κλέος, τῇ λυχνίᾳ ἐτέθης, ἄξιος ἐργάτης, μισθὸν ἀληθῶς, τῶν σῶν πόνων δρεπόμενος, καὶ διὰ τοῦτο χαρίσματα ἐκ Θεοῦ, ἐκομίσω Παμμακάριστε.

 

Ὁ μυστιπόλος τῆς κάτω, φρικτῆς τραπέζης ἐκεῖ, ἐν οὐρανοῖς Κυρίῳ, τὴν θυσίαν προσφέρει, τὴν ἄϋλον καὶ θείαν, ἀΰλως ἀεί, ἐποπτεύων ἡμᾶς ταῖς αὐτοῦ, πρὸς τήν ἁγίαν Τριάδα πρεσβυτικαῖς, ἱκεσίαις ὁ Πορφύριος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παραπτωμάτων πελάγει κλυδωνιζόμενος, τῷ γαληνῷ λιμένι, τῆς ἀχράντου πρεσβείας, τῆς σῆς Θεοκυῆτορ, προσπεφευγώς, ἀνακράζω σοι· Σῶσόν με, τὴν κραταιὰν σου ὀρέξασα δεξιάν, τῷ οἰκέτῃ σου Πανάμωμε.

Ἢ Σταυροθεοτοκίον

Ἰδοὺ κατεῖδον ῥομφαίαν, τὴν διελθοῦσάν μου, νῦν τὴν καρδίαν Τέκνον, ὡς προεῖπόν μοι πάλαι, ὅτε σε ἑώρων, πάντων υἱῶν, γηγενῶν ὡραιότερον· τῷ γὰρ Σταυρῷ ἑκουσίως μετὰ λῃστῶν, ὡς κακοῦργος ἀπῃώρησαι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγομεν τὸν Κανόνα, οὗ ἡ ἀκροστιχίς.

 

Τὸ πορφυρίζον Ποιμένων ἄνθος σέβω. Ἰωσήφ.

 

ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται».

 

Ταύτην τὴν φωτοφόρον, μνήμην σου γεραίροντι Πορφύριε, φωτοφόρον μοι αἴγλην, οὐρανόθεν δοθῆναι ἱκέτευε.

 

Ὅλον ἀπὸ σπαργάνων, σεαυτὸν Κυρίῳ προσανέθηκας, καὶ αὐτῷ ἐκολλήθης, καὶ ψυχῇ καὶ καρδίᾳ Πορφύριε.

 

Πάθη προθανατώσας, πάντα δι' ἀσκήσεως Πορφύριε, Ἱερεὺς ἀνεδείχθης, τοῦ ζωῆς καὶ θανάτου δεσπόζοντος.

Θεοτοκίον

Ὄμβρον εἰσδεξαμένη, σοῦ ἐν τῇ νηδὺϊ τὸν οὐράνιον, Θεοτόκε Παρθένε, ἁμαρτίας τοὺς ὄμβρους ἐξήρανας.

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

 

Ῥάβδῳ τῶν δογμάτων σου, ἐπὶ νομὰς ζωῆς Ὅσιε, τὴν ἱεράν, Ποίμνην σου ποιμάνας, τῷ Θεῷ εὐηρέστησας.

 

Φέγγει θείας γνώσεως, τοὺς ἐν νυκτὶ δεινῶν Ὅσιε, φωταγωγῶν, ἔδειξας ἡμέρας, κοινωνοὺς διὰ πίστεως.

 

Ὕψει διαπρέποντα, τῶν ἀρετῶν Θεὸς τέθεικεν, ἐν ὑψηλῇ, Πάνσοφε λυχνία, τοὺς Πιστοὺς καταυγάζοντα.

Θεοτοκίον

Ῥῦσαι με πρεσβείαις σου, τῶν τοῦ ἐχθροῦ βελῶν Ἄχραντε, καὶ λογισμῶν, τῶν ἐπεμβαινόντων, ἀφειδῶς τῇ καρδίᾳ μου.

 

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ

Ἐν πέτρᾳ τῆς πίστεως, ἐρηρεισμένος σοφέ, τὴν πέτραν ἐπόθησας, ἣν εἶδε πρὶν Δανιήλ, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὕψωσας τὴν φωνήν σου, καὶ τὸν νοῦν πρὸς τὸν Κτίστην, ἔβαλες τοὺς ὀχλοῦντας, τῇ σαρκὶ πολεμίους, τῇ σῇ σφενδόνῃ Γάζης ὁ σεπτός, πρόβολος Πάτερ Πορφύριε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἥγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πίστει, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

 

ᾨδὴ δ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

 

Ἰσουργὸν τῷ Γεννήτορι, Λόγον διαγγέλλων τοῖς ματαιόφροσι, πρὸς εὐσέβειαν ἐζώγρησας, καὶ Θεῷ τῶν ὅλων καθιέρωσας.

 

Ζωτικαῖς ἐπιπνεύσεσι, τὴν πρὸς τελευταίαν ὥραν ἐγγίζουσαν, ἱερώτατε ἐζώωσας, εἰς πολλῶν καὶ ταύτης ἀναγέννησιν.

 

Ὁλονύκτοις δεήσεσι, καὶ ταῖς πανημέροις Ὅσιε στάσεσι, τὴν καρδίαν ἀπετέλεσας, τοῦ Θεοῦ τῶν ὅλων καταγώγιον.

Θεοτοκίον

Νεκρωθέντα με Πάναγνε, πάλιν ἀνεζώωσας ὡς κυήσασα, τὴν ζωὴν τὴν ἐνυπόστατον, τὸν Υἱὸν καὶ Λόγον τοῦ Γεννήτορος.

 

ᾨδὴ ε' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην παράσχου ἡμῖν Φιλάνθρωπε».

 

Πρόρριζον τεμών, τὴν ἄκανθαν τὴν φιλήδονον, ἐκαρποφόρησας τὸν ἄσταχυν, τῆς εὐσεβείας Ἱεράρχα πανσεβάσμιε.

 

Ὁ ὄμβροις σῶν εὐχῶν, οὐρανοὺς Σοφὲ διήνοιξας, καὶ ὑετὸν τῇ γῇ διένειμας, αἱρετιζόντων ἀποπνίξας τὰ ζιζάνια.

 

Ἴθυνας ῥοπῇ, θείου Πνεύματος ὁλόκληρον, λαὸν καὶ πόλιν εἰς λιμένα ζωῆς, διεκφυγόντα ἀθεΐας τὸ κλυδώνιον.

Θεοτοκίον

Μόνην γενεῶν, ἐκ πασῶν σε ἐξελέξατο, ὁ Πλαστουργός, καὶ ἀναπλάττει ἡμᾶς, ἐν σοὶ οἰκήσας, Θεοτόκε ἀειπάρθενε.

 

ᾨδὴ ς' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

 

Ἐφέσεως ἀληθοῦς ἐπέτυχες, ἐγκρατείᾳ ταπεινώσας τὰ πάθη, καὶ πρὸς Θεόν, προσεχώρησας χαίρων, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρίστασαι, Πορφύριε Ἱεραρχῶν, καὶ Ποιμένων κανὼν ἀκριβέστατος.

 

Νοήσας σου τῆς ψυχῆς τὸ ὡραῖον, καθωράθη ἐν σταυρῷ ἡπλωμένος, ὁ ὑψωθείς, ἐν αὐτῷ ἑκουσίως καὶ τὴν αὐτοῦ φυλακὴν ἐγχειρίζει σοι, ἐμφαίνων σοι τὴν πρὸς αὐτόν, καὶ στοργὴν καὶ τελείαν οἰκείωσιν.

 

Ὡς Πέτρου τοῦ Κορυφαίου τὸν ζῆλον, καὶ τὴν πίστιν θεηγόρε πλουτήσας, τῷ τμητικῷ, εὐσεβείας σου λόγῳ, τὸ κακουργὸν ἐθανάτωσας γύναιον, τοῦ Μάνεντος φθοροποιά, δολερῶς ὑποσπεῖρον διδάγματα.

Θεοτοκίον

Νεκρώσει τε καὶ φθορᾷ ὑπαχθέντα, τὸν πρωτόπλαστον Παρθένε Μαρία, τὸν νεκρωτήν, τοῦ θανάτου τεκοῦσα, εἰς ἀφθαρσίαν μετήγαγες Ἄχραντε, καὶ ἔδειξας τοὺς γηγενεῖς, οὐρανίους Θεὸν σωματώσασα.

 

Κοντάκιον Ἦχος β'

Τοῖς τῶν αἱμάτων σου ΤΟ ΑΚΟΥΤΕ

Ἱερωτάτοις σου τρόποις κοσμούμενος, ἱερωσύνης στολαῖς κατηγλάϊσαι, Παμμάκαρ Θεόφρον Πορφύριε, καὶ ἰαμάτων ἐμπρέπεις ὑψώμασι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Ὑπεραστράπτει πλέον ἡλίου, Πορφυρίου ἡ μνήμη τοῦ σοφοῦ, ἀστραπαῖς θαυμάτων πᾶσαν τὴν κτίσιν φωταγωγοῦσα, καὶ διώκουσα πλάνην τὴν τῶν εἰδώλων, καὶ τοὺς πιστούς σελαγίζουσα, πάντας εὐφραίνει· Θεῷ γὰρ εὐαρεστήσας ἐπὶ γῆς, τῶν σημείων ἀπείληφε τὴν χάριν, πάντας ἰᾶσθαι, παρεστὼς τῇ Τριάδι ὁλόφωτος, καὶ πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 

Συναξάριον

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης.

Στίχοι

Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ

Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου;

Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, ᾗ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ.

Στίχοι

Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ,

Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτώ, ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

Στίχοι

Φερνὴν ταλάντων μυρίων ἀνταξίαν,

Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτίς, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται.

Στίχοι

Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι,

Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Παρασκευή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

Στίχοι

Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα,

Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Κυριακή, ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

Στίχοι

Ἐκ Κυριακῆς οὐδὲ τοῦ ξίφους φόβος,

Τοῦ Κυρίου τὸν θεῖον ἐκβάλλει φόβον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Ἰωσῆς, ὁ υἱὸς τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.

Στίχοι

Τομεὺς τραχήλων ἐξεγύμνου τὸ ξίφος,

Ἰωσῆ δὲ τράχηλος οὐ φρίττει ξίφος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Φωτεινός, ὁ ἕτερος υἱὸς αὐτῆς, ξίφει τελειοῦται.

Στίχοι

Τὶς οὗτος ἀτμὸς ἐκ ζεόντων αἱμάτων;

Φωτεινὸς ἄρτι Μάρτυς ἐτμήθη κάραν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Σεβαστιανὸς ὁ Δοὺξ ξίφει τελειοῦται.

Στίχοι

Σεβαστιανῷ τοῦτον εἴπω τὸν λόγον.

Σεβάζομαί σε, τὴν κάραν τετμημένον.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

 

Ἄρνας ποιμάνας ἐπὶ χλόην, ἀληθείας ὡς ἀρνίον τῷ ποιμένι, προσηνέχθης Χριστῷ, Πορφύριε κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Νέμει καμάτων σου τὰ γέρα, κατοικίζων σε, μοναῖς ἐν ἀκηράτοις, Ἰησοῦς ὁ Χριστός, Πορφύριε βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Θαύμασι πλείστοις καὶ σημείοις, κατεκόσμησε τὸν βίον σου τρισμάκαρ, ὁ Χριστὸς ὃν ποθῶν, Πορφύριε ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Οἴκτειρον σῶσόν με Παρθένε, τὸν οἰκτίρμονα τεκοῦσα Θεὸν Λόγον, καὶ φωτὶ τῷ ἐν σοί, καταύγασον βοῶντα· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

 

ᾨδὴ η' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ἐκραύγαζον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».

 

Σεσοφισμένῳ σου λόγῳ κατεβλήθη, ὁ σοφιστὴς τῆς κακίας, Ἱεροκήρυξ πανόλβιε, εὐσεβῶν δὲ καρδίαι, ἐνθέως εὐφράνθησαν.

 

Συναγελάζῃ Πατέρων ὀμηγύρει, καὶ συνευφραίνῃ Ὁσίων, Πάτερ μακάριε πνεύμασιν· Εὐλογεῖτε τὰ ἔργα κραυγάζων τὸν Κύριον.

 

Ἐξεδάφισας τεμένη τῶν δαιμόνων, ναὸν Θεοῦ ἐδομήσω, ἐν ᾧ πληθὺς μέλπει ὁσίων· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

 

Βασιλικὴν ἁλουργίδα πορφυρώσας, ἐξ ἀρετῶν σου, καὶ ταύτην, ὡς Ἱερεὺς στολισάμενος, εἰς τὰ ἄνω χορεύεις, βασίλεια Ὅσιε.

Θεοτοκίον

Ὡς ἀνωτέραν σε πάντων τῶν ποιημάτων, καὶ οὐρανῶν πλατυτέραν, Παρθενομῆτορ ἠγάπησεν, ὁ Υἱός σου, καὶ σάρκα ἐκ σοῦ ἀνελάβετο.

 

ᾨδὴ θ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον Θεοτόκον, οἱ πιστοὶ μεγαλύνομεν».

 

Ἱστίῳ Πάτερ νοητῷ, ἐκπεράσας τὸ τοῦ βίου κλυδώνιον, οἰακιζόμενος, παλάμῃ θείᾳ τοῦ Παντοκράτορος, πρὸς τοὺς λιμένας τῆς ζωῆς, σοφῶς κατέπλευσας, χαρᾶς λαβόμενος αἰωνίου, καὶ τερπνῆς ἀπολαύσεως.

 

Ὥριμος πλήρης ἡμερῶν, τῶν τοῦ Πνεύματος γενόμενος Ὅσιε, καὶ τὴν ἀπάθειαν, ὡς διπλοΐδα περιβαλλόμενος, ἱερωσύνης στολισμῷ, λάμπων μεταβέβηκας, εἰς φῶς ἀνέσπερον, τοῦ Κυρίου καθορᾶν τὴν τερπνότητα.

 

Στόματι θεῖον γλυκασμόν, ἀρυσάμενος, ἠρεύξω Μακάριε, λόγον σωτήριον, παθῶν πικρίαν ἀποδιώκοντα, καὶ γλυκασμῷ πνευματικῷ, πάντας ἐνηδύνοντα, τοὺς τὴν ἐτήσιον ἐκτελοῦντάς σου Θεόφρον πανήγυριν.

 

Ἥλιον ἔγνως τὸν Χριστόν, ὁμιλήσαντα ἡμῖν μετὰ σώματος, καὶ ταῖς λαμπρότησι ταῖς τούτου Πάτερ, ψυχῆς τὰ ὄμματα, καταυγασθεὶς ὁλολαμπής, ἀστὴρ ἐχρημάτισας, θέσει θεούμενος, ἱερὲ θαυματουργὲ Πάτερ Ὅσιε.

Θεοτοκίον

Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων, ὡς Θεὸς καὶ φιλάνθρωπος.

 

Ἐξαποστειλάριον

Ἐπεσκέψατο ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ

Μεταναστεύσας τὴν πολλήν, ὕπαρξιν διεσκόρπισας, τοὺς πλάνῃ δὲ σκορπισθέντας, θαύμασιν ἀποστολικοῖς, συνήγαγες Πορφύριε· ἀλλὰ πρέσβευε Πάτερ, σωθῆναι τούς δούλους σου.

Θεοτοκίον

Ἐπὶ σοὶ μετὰ Θεόν, ἐλπίζομεν Πανάχραντε, καὶ τῷ ἐκ σοῦ προελθόντι, συσταυρούμενοι Χριστῷ, ταῖς πρὸς αὐτὸν πρεσβείαις σου, ἀπροσκόπτους εἰς τέλος, ἡμᾶς διαφύλαξον.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.